Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Φιλοσοφικά ἀποσπάσματα

Ἰωάννης ὁ Δαμασκηνός

Έννοια της φωνής, οι πέντε καθόλου φωνές και το άτομο

Φιλοσοφική εισαγωγή στα είδη της φωνής, την έννοια των καθόλου φωνών (γένος, είδος, διαφορά, ίδιον, συμβεβηκός) και του ατόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 9

ΦΙΛΟΣΟΦΑ 〈Περὶ φωνῆς〉 Ἐπειδὴ σκοπὸς ἡμῖν ἐστι διαλαβεῖν περὶ πάσης ἁπλῶς φιλοσόφου φωνῆς, δεῖ δὲ ἡμᾶς πρότερον γνῶναι, περὶ ποίας φωνὰς ἡ φιλοσοφία καταγίνεται, ἐξ αὐτῆς τῆς φωνῆς τὴν ἀρχὴν τοῦ λόγου ποιούμενοί φαμεν, ὅτι ἡ φωνὴ ἢ ἄσημός ἐστιν ἢ σημαντική. Καὶ ἄσημος μέν ἐστιν ἡ μηδὲν σημαίνουσα, σημαντικὴ δὲ ἡ σημαίνουσά τι. Εἶτα πάλιν ἡ ἄσημος φωνὴ ἢ ἄναρθρός ἐστιν ἢ ἔναρθρος. Ἄναρθρος μὲν οὖν ἐστιν ἡ μὴ δυναμένη γραφῆναι, ἔναρθρος δὲ ἡ δυναμένη γραφῆναι. Ἔστιν οὖν ἄσημος καὶ ἄναρθρος φωνὴ οἷον ὁ ψόφος ἢ ὁ κτύπος ὁ γινόμενος ἀπὸ λίθου τυχὸν ἢ ξύλου, οὔτε γὰρ γράφεται οὔτε σημαίνει τι, ἄσημος δὲ καὶ ἔναρθρος οἷον τραγέλαφος, σκινδαψός· ταῦτα γὰρ γράφεται μέν, ἀλλ᾽ οὐδὲν σημαίνει, οὔτε γὰρ ἐγένετό ποτε τραγέλαφος ἢ σκινδαψὸς οὔτε ἐστί. Περὶ μὲν οὖν τῆς ἀσήμου φωνῆς καὶ τῆς ἀνάρθρου καὶ ἐνάρθρου οὐδεὶς λόγος τῇ φιλοσοφίᾳ. Ἡ σημαντικὴ φωνὴ πάλιν ἢ ἄναρθρός ἐστιν ἢ ἔναρθρος. Ἄναρθρος μὲν οὖν σημαντικὴ φωνή ἐστιν ὡς ἡ ὑλακτικὴ τῶν κυνῶν· αὕτη γὰρ σημαίνει μὲν τὸν κύνα, ὅτι κυνὸς φωνή ἐστι, σημαίνει δὲ καί τινος παρουσίαν. Ἄναρθρος δέ ἐστι, δίοτι οὐ γράφεται.

Οὔτε οὖν περὶ ταύτης ἐστί τις λόγος τῇ φιλοσοφίᾳ. Ἡ δὲ σημαντικὴ καὶ ἔναρθρος ἢ μερική ἐστιν ἢ καθόλου· μερικὴ μὲν οἷον Πέτρος, Παῦλος, καθόλου δὲ οἷον ἄνθρωπος. Οὔτε οὖν περὶ τῆς μερικῆς ἐστι λόγος τῇ φιλοσοφίᾳ, ἀλλὰ περὶ τῆς σημαντικῆς καὶ ἐνάρθρου καὶ καθόλου ἤγουν κοινῆς καὶ ἐπὶ πολλῶν λεγομένης. Αὕτη δὲ πάλιν ἢ οὐσιώδης ἐστὶν ἢ ἐπουσιώδης. Οὐσιώδης οὖν ἐστιν ἡ δηλωτικὴ τῆς οὐσίας ἤγουν τῆς φύσεως τῶν πραγμάτων. Ἐπουσιώδης δὲ ἡ δηλοῦσα τὰ συμβεβηκότα, οἷον ὁ ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν. Ταῦτα ὅλα οὐσιώδη εἰσίν.

Ἐὰν γὰρ ἀφέλῃς τι τούτων ἐκ τοῦ ἀνθρώπου, οὐκ ἔσται ἄνθρωπος. Ἐὰν γὰρ εἴπῃς, ὅτι οὐκ ἔστι ζῷον, οὐκέτι ἐστὶν ἄνθρωπος. Καὶ ἐὰν εἴπῃς ‘οὐκ ἔστιν λογικόν’, οὐκ ἔστιν ἄνθρωπος. Ὁμοίως καί, ἐὰν εἴπῃς ‘οὐκ ἔστιν θνητόν’, οὐκ ἔστιν ἄνθρωπος· πᾶς γὰρ ἄνθρωπος καὶ ζῷόν ἐστι καὶ λογικὸν καὶ θνητόν. Διὰ τοῦτο οὖν λέγονται οὐσιώδη, ὅτι αὐτὰ συμπληροῦσι τὴν φύσιν τοῦ ἀνθρώπου καὶ ἀδύνατον συστῆναι τὸν ἄνθρωπον ἐκτὸς αὐτῶν. Ὁμοίως καὶ ἐπὶ ἑκάστου πράγματος τὰ συνιστῶντα τὴν φύσιν αὐτοῦ οὐσιώδη λέγονται, ἐπουσιώδη δὲ τὰ συμβεβηκότα, ἅτινα ἐνδέχεται εἶναι ἐν τῷ ἀνθρώπῳ καὶ μὴ εἶναι, οἷον τὸ λευκόν· κἂν γὰρ μή ἐστί τις λευκός, οὐκ ἀπώλεσεν τὸ εἶναι ἄνθρωπος.

Ὁμοίως καὶ τὸ μέλαν καὶ τὰ τοιαῦτα. Ἡ οὖν οὐσιώδης φωνὴ ἢ τὸ τί ἐστι δηλοῖ ἢ τὸ ὁποῖόν τί ἐστιν, οἷον ἐρωτώμενοι ‘τί ἐστιν ἄνθρωπος’ φαμὲν ‘ζῷον’, εἶτα ἐρωτώμενοι ‘ὁποῖον ζῷον’ λέγομεν ‘λογικὸν θνητόν’.

Ἡ οὖν οὐσιώδης φωνὴ ἡ δηλοῦσα τὸ ὁποῖόν τί ἐστι λέγεται διαφορά. Ἡ δὲ δηλοῦσα τὸ τί ἐστιν ἢ πολλὰ εἴδη σημαίνει καὶ ποιεῖ τὸ γένος οἷον ἡ οὐσία (ἡ γὰρ οὐσία σημαίνει καὶ ἄνθρωπον καὶ ἵππον καὶ βοῦν· ἕκαστον γὰρ αὐτῶν οὐσία λέγεταί τε καὶ ἔστιν, ἄλλο δὲ εἶδος ὑπάρχει) ἢ πολλοὺς δηλοῖ τῷ μὲν ἀριθμῷ διαφέροντας ἀλλήλων, τῷ δὲ εἴδει οὐδαμῶς, καὶ ποιεῖ τὸ εἶδος· οἷον ἄνθρωπος σημαίνει μὲν πολλοὺς ἤγουν πάντας τοὺς κατὰ μέρος ἀνθρώπους, οἵτινες τῷ μὲν ἀριθμῷ διαφέρουσιν ἀλλήλων (ἄλλος γάρ ἐστιν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος καὶ οὔκ εἰσιν εἷς ἀλλὰ δύο) τῷ δὲ εἴδει οὐ διαφέρουσιν· πάντες γὰρ ἄνθρωποι καὶ λέγονται καί εἰσιν.

Ἔστιν οὖν τὸ μερικώτερον οἷον ὁ Πέτρος ἄτομον καὶ πρόσωπον καὶ ὑπόστασις, ὅπερ τὸν τινὰ σημαίνει. Ἐρωτώμενοι γὰρ ‘τίς ἐστιν οὗτος’, λέγομεν ‘Πέτρος’, ὅπερ καὶ καθ᾽ ἑαυτὸ ὑφέστηκε. Τὸ δὲ περιέχον ὅλα τὰ ἄτομα λέγεται εἶδος, καὶ ἔστι καθολικώτερον τοῦ ἀτόμου, ὅτι πολλὰ ἄτομα περιέχει οἷον ἄνθρωπος. Περιέχει γὰρ καὶ Πέτρον καὶ Παῦλον καὶ πάντας τοὺς κατὰ μέρος ἀνθρώπους, ὅπερ λέγεται φύσις καὶ μορφὴ καὶ οὐσία κατὰ τοὺς πατέρας. Τὸ δὲ πολλὰ εἴδη περιέχον λέγεται γένος οἷον τὸ ζῷον· περιέχει γὰρ ἄνθρωπον, βοῦν, ἵππον καὶ ἔστι καθολικώτερον τοῦ εἴδους. Οἱ δὲ πατέρες τὸ εἶδος καὶ τὸ γένος ἐκάλεσαν φύσιν καὶ μορφὴν καὶ οὐσίαν. Ἡ δὲ ἐπουσιώδης φωνὴ ἢ ἑνὶ εἴδει ὑπάρχει ἢ πολλοῖς. Καὶ εἰ μὲν ἑνὶ εἴδει ὑπάρχει, λέγεται ἴδιον ὡς τὸ γελαστικόν, μόνῳ γὰρ τῷ ἀνθρώπῳ ὑπάρχει τὸ γελαστικόν, καὶ τὸ χρεμετιστικὸν τῷ ἵππῳ. Εἰ δὲ πολλοῖς εἴδεσιν ὑπάρχει, ποιεῖ τὸ συμβεβηκὸς οἷον τὸ λευκόν· τοῦτο γὰρ ὑπάρχει καὶ ἀνθρώπῳ καὶ ἵππῳ καὶ κυνὶ καὶ ἄλλοις εἴδεσιν, ἅτινα πολλὰ καὶ διάφορα τῷ εἴδει ὑπάρχουσι. Καὶ αὗταί εἰσιν αἱ πέντε φωναί, ὑφ᾽ ἃς ἀνάγεται πᾶσα φιλόσοφος φωνή. Ταύτας οὖν δεῖ ἡμᾶς γνῶναι, ἑκάστη τί σημαίνει καὶ ἐν τίνι κοινωνοῦσιν ἀλλήλαις καὶ ἐν τίνι διαφέρουσιν. Εἰσὶ δὲ αὗται· γένος, εἶδος, διαφορά, ἴδιον, συμβεβηκός.

Γένος μὲν τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, εἶδος δὲ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον, διαφορὰ δὲ ἡ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορουμένη καὶ ἐν τῷ ὁρισμῷ λαμβανομένη ὡς οὐσιώδης. Δεῖ γινώσκειν, ὅτι αὕτη λέγεται οὐσιώδης καὶ φυσικὴ καὶ συστατικὴ καὶ διαιρετικὴ καὶ εἰδοποιὸς καὶ ἰδιαίτατα διαφορὰ καὶ ποιότης. Ἴδιον δέ ἐστι τὸ ἑνὶ εἴδει ὑπάρχον καὶ μόνῳ καὶ παντὶ τῷ εἴδει καὶ ἀεί. Συμβεβηκὸς δέ ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον καὶ μὴ λαμβανόμενον, ἀλλὰ δυνάμενον καὶ ὑπάρχειν τινὶ καὶ μὴ ὑπάρχειν.

Αὕτη δὲ λέγεται καὶ ἐπουσιώδης διαφορὰ καὶ ποιότης· περὶ ὧν ἐν τοῖς ἑξῆς ἀκριβέστερον σὺν θεῷ μαθησόμεθα, ἐν οἷς ἡ πρᾶξις. Ἄτομόν ἐστι τὸ ἐξ οὐσίας καὶ συμβεβηκότων καθ᾽ αὑτὸ ὑφιστάμενον, ἀριθμῷ τῶν ὁμοειδῶν κεχωρισμένον, οὐ τὸ τὶ δηλοῦν, ἀλλὰ τὸν τινά.