Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἱερὰ Παράλληλα

Ἰωάννης ὁ Δαμασκηνός

Πίνακας Κεφαλαίων (Στοιχεία Α-Ω)

Ο πλήρης πίνακας περιεχομένων των Ιερών Παραλλήλων, ο οποίος παραθέτει αναλυτικά τις θεματικές επικεφαλίδες σε αλφαβητική σειρά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 10

Ο ΠΙΝΑΞ ΤΩΝ ΚΕΦΑΛΑΙΩΝ. Στοιχεῖον Ἄλφα. Αʹ. Περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως, καὶ κατασκευῆς· καὶ ὅσα περὶ ἡμῶν ἐν Γραφαῖς ἐμφέρεται. Βʹ. Περὶ τοῦ ἀνθρώπου· ὅτι αὐτεξούσιον αὐτὸν πεποίηκεν ὁ Θεὸς, καὶ ἡγεμόνα τῶν ἐπιγείων ἁπάντων.

Γʹ. Περὶ τοῦ ἀνθρώπου· ὅτι ἐπ᾽ ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ κατὰ θείαν δωρεὰν πρὸς τοῦ Θεοῦ διεπλάσθη, ἐντολῆς θείας δηλαδὴ φυλαττούσης τὴν χάριν. Δʹ. Περὶ τοῦ Ἀδάμ· ὅτι σοφώτατος, καὶ διορατικὸς, καὶ προφήτης ὑπῆρχε πρὸ τῆς παρακοῆς.

Εʹ. Περὶ ἀγαθοεργίας καὶ ἀγαθοποιῶν. ϛʹ. Περὶ ἀνηκόων καὶ ἀνυποτάκτων. Ζʹ. Περὶ ἀρχόντων, καὶ ἀρχομένων· ὅτι τῶν ἀρχομένων τὰ πταίσματα τοῖς ἄρχουσιν ἐπιγράφονται, ὡς παρ᾽ αἰτίαν ἐκείνων καὶ ἀμέλειαν συμβαινόντων.

Ηʹ. Περὶ ἀρχομένων· ὅτι ἐξομοιοῦνται οἱ ἀρχόμενοι τοῖς τῶν ἀρχόντων ἤθεσιν. Θʹ. Περὶ ἀρχομένων· ὅτι πρὸς τὰς προαιρέσεις τῶν ἀρχομένων τὰς πονηρὰς, οὕτω καὶ ἄρχοντας λοιμοὺς καθιστᾷ τὸ θεῖον κρῖμα.

Ιʹ. Περὶ ἀρχόντων· ὅτι χρὴ κατὰ τὸν τύπον τοῦ Κυρίου δι᾽ ὑποδειγμάτων ἀγαθῶν ἀνάγειν πρὸς ἀρετὴν τὸν ὑπήκοον, καὶ προσφιλῆ ἑαυτοῖς ποιεῖν τὸν λαόν. ΙΑʹ. Περὶ ἀρχόντων καὶ προεστώτων· ὅτι χρὴ πυκνότερον ταῖς νουθεσίαις καὶ διαμαρτυρίαις χρῆσθαι αὐτοὺς πρὸς τὸν λαὸν, πρὸς τὸ ἑαυτῶν ἀκίνδυνον.

ΙΒʹ. Περὶ ἀναρχίας· ὅτι ἐπιβλαβὴς, καὶ ἐπικίνδυνος, καὶ συγχύσεως αἰτία. ΙΓʹ. Περὶ ἀρίστων ἀνδρῶν· ὅτι σωτήριος ἡ τούτων ἐφορεία καὶ ἐπιστασία τοῖς πράγμασιν καὶ τῷ λαῷ. ΙΔʹ. Περὶ ἀφορίας χρηστῶν ἀνδρῶν· ὅτι ἐπικίνδυνος τῷ βίῳ.

ΙΕʹ. Περὶ ἀφορίας θείου λόγου, παρ᾽ αἰτίαν τῶν μὴ ὑπακουόντων τῇ τούτου διδασκαλίᾳ. Ιϛʹ. Περὶ ἀκαταστάτων τῷ λογισμῷ, καὶ τῇ γνώμῃ ἀνιδρύντων. ΙΖʹ. Περὶ ἀδήλων καὶ ἀγνοουμένων ἡμῖν πραγμάτων· καὶ ὅτι ἀλυσιτελὴς ἡ περὶ τούτων ἀδολεσχία, καὶ φαντασιώδης.

ΙΗʹ. Περὶ ἀγγέλλοντος καὶ μεσάζοντος ἀπόκρισιν. ΙΘʹ. Περὶ ἀγγελίας ἀγαθῆς. Κʹ. Περὶ ἀγγελίας κακῆς. ΚΑʹ. Περὶ ἁμαρτημάτων· ὅτι τὰ ἡμέτερα ἁμαρτήματα προξενοῦσι, καὶ ἄγουσιν ἐφ᾽ ἡμᾶς τὰ κακά. ΚΒʹ. Περὶ ἀνθρωπαρέσκων, καὶ προσποιητῶς καὶ ὑπούλως διακειμένων.

ΚΓʹ. Περὶ αὐταρέσκων, καὶ ἑαυτοὺς συνιστώντων, καὶ ἑαυτοὺς ἀποδεχομένων. ΚΔʹ. Περὶ ἀποκρίσεως ἀπολογίας· ὅτι χρὴ ἐν συνέσει καὶ ὀνόματι Κυρίου τὰς ἀπολογίας τῶν ἐπερωτήσεων ποιεῖσθαι· μάλιστα δὲ, περὶ σωτηριώδους ἡμῶν πίστεως· ἀνατιθέμενοι γὰρ τῷ Θεῷ τὰς διασαφήσεις τῶν ἐπερωτήσεων, τὸ μέγιστον μετὰ καὶ τῆς ἀληθείας ἑαυτοῖς περιποιούμεθα κλέος.

ΚΕʹ. Περὶ τῶν ἀποκρινομένων θρασέως. Κϛʹ. Περὶ αἰτουμένων· ὅτι χρὴ τὰς ἐν προσευχαῖς τοῦ Θεοῦ αἰτήσεις κατὰ τὸ αὐτῷ δοκοῦν, καὶ μὴ κατὰ τὸ ἡμέτερον αἰτεῖν θέλημα. Οὐκ ἴσμεν γὰρ τὸ συμφέρον ἡμεῖς. Αὐτὸς δὲ, ἅτε πατὴρ ἀγαθὸς, καὶ πάντων προγνώστης, πρὸς μὲν τὰ λυσιτελοῦντα ἑτοιμότατα ἐπινεύει, πρὸς δὲ τὰ βλάβην φέροντα οὐ συνεργεῖ αἰτούμενος.

ΚΖʹ. Περὶ ἀποβεβλημένων καὶ ἀπροσδέκτων πραγμάτων παρὰ Θεῷ. ΚΗʹ. Περὶ ἀδυνάτων καὶ δυσχερῶν πραγμάτων παρ᾽ ἡμῖν. ΚΘʹ. Περὶ ἀγορᾶς, καὶ τῆς περὶ ταύτην τῶν ἐφόρων καταστάσεως. Λʹ. Περὶ ἁρμοδίων καὶ ὡραίων πραγμάτων.

ΛΑʹ. Περὶ ἀναρμόστων καὶ ἀπρεπῶν πραγμάτων. ΛΒʹ. Περὶ ἀπειλῆς· ὅτι χρὴ φοβεῖσθαι τοῦ Θεοῦ τὰς ἀπειλὰς, καὶ μὴ καταφρονητικῶς ἐπ᾽ ὀλέθρῳ διακεῖσθαι. ΛΓʹ. Περὶ ἀνωφελῶν καὶ ἀντιθέτων πραγμάτων. ΛΔʹ. Περὶ τῶν ἑαυτοὺς ἀτιμαζόντων.

ΛΕʹ. Περὶ τῶν ἀσεβῶς ἀπρονόητον εἶναι τὸν κόσμον, καὶ τὰ κατὰ τοῦτον πράγματα λεγόντων. Λϛʹ. Περὶ ἀρᾶς ἀκαίρου, καὶ ματαίας, καὶ εὐδαίμονος. ΛΖʹ. Περὶ ἀκροάσεως· ὅτι χρὴ σπουδαίους πρὸς τὰς ἐπωφελεῖς εἶναι ἀκροάσεις, ἀποδιδράσκειν δὲ τὰς τῶν ἀνονήτων.

ΛΗʹ. Περὶ τῶν παρακροωμένων ἐπιβούλως τὰ ἀλλότρια. ΛΘʹ. Περὶ ἀργολόγων, καὶ βαττολόγων, καὶ αἰσχρολόγων. Μʹ. Περὶ ἀκοινωνήτων, καὶ ἀσυμφώνων πραγμάτων. ΜΑʹ. Περὶ ἀπληστίας· ὅτι ἀπλήστως ἔχομεν πρὸς τὴν τοῦ πλείονος ὄρεξιν.

ΜΒʹ. Περὶ ἁμαρτάνοντος καὶ σφάλλοντος· ὅτι δεῖ αὐτὸν ἐντρέπεσθαι, καὶ μὴ ἀντιῤῥημονεῖν τῷ ἐλέγχοντι. ΜΓʹ. Περὶ ἀστρολόγων. ΜΔʹ. Περὶ ἁγίων, καὶ μακαριζομένων ἐφ᾽ οἷς δρῶσι, καὶ ὑπὲρ ὧν τετυχήκασι· καὶ ὅτι τοῖς ἁγίοις ἐπαναπαύεται ὁ Θεός.

ΜΕʹ. Περὶ ἀφέσεως ἁμαρτιῶν, καὶ κατὰ πόσους τρόπους κεχάρισται ἡμῖν παρὰ Θεοῦ τοῦ μόνου δυναμένου ἀφιέναι ἁμαρτίας, ὁ ἱλασμὸς τῶν πλημμελημάτων. Μϛʹ. Περὶ ἀναθέματος καὶ ἀφορισμοῦ· καὶ ποσαχῶς τὸ ἀνάθεμα λαμβάνεται.

ΜΖʹ. Περὶ τοῦ ἄφυκτον εἶναι τὸν Θεὸν, καὶ ἀπερίγραπτον· καὶ ὅτι πάντα περιδέδρακται, καὶ ἐφορᾷ, καὶ οὐδὲν αὐτὸν λέληθε. ΜΗʹ. Περὶ τοῦ ἀκατάληπτον εἶναι τὸν Θεὸν, καὶ τὰ ἔργα αὐτοῦ· καὶ ὅτι οὐ δεῖ ἡμᾶς τὰ κρυπτὰ καὶ ἐπέκεινα τῶν διατεταγμένων ἡμῖν ζητεῖν, ἢ περιεργάζεσθαι. Ἀνέφικτος γὰρ ἡμῖν, καὶ ἀκατάληπτος ἀνθρώποις οὖσιν ἡ τούτων εὕρεσις, καὶ ἀλυσιτελής.

ΜΘʹ. Περὶ ἀγάπης καὶ φόβου πρὸς τὸν Θεόν· καὶ ὅτι παντὸς ἀγαθοῦ ὑπερέχουσιν. Νʹ. Περὶ τῶν μὴ ἀγαπώντων τὸν Θεὸν, μηδὲ φοβουμένων αὐτόν. ΝΑʹ. Περὶ ἀντιλογίας πρὸς Θεόν· καὶ ὅτι οὐ δεῖ ἀντιλέγειν, ἢ δικαιολογεῖσθαι πρὸς αὐτὸν, ἢ πολλὰ ῥήματα περὶ αὐτοῦ λέγειν.

ΝΒʹ. Περὶ τοῦ, ὅτι καὶ ἄγγελοι ἁμαρτήσαντες κολάζονται. ΝΓʹ. Περὶ τοῦ, ὅτι ἀγγέλους φύλακας ἡμῖν ἐπέστησεν ὁ Θεός. ΝΔʹ. Περὶ ἀποφάσεως παρὰ Θεοῦ γινομένης· καὶ ὅτι οὐ δεῖ παρὰ τὰς ἐντολὰς τοῦ Θεοῦ φιλανθρωπεύεσθαι.

ΝΕʹ. Περὶ ἀνακαινισμοῦ τῶν ὁρωμένων· λέγω δὲ οὐρανοῦ καὶ γῆς. Νϛʹ. Περὶ τῆς ἀστάτου καὶ ἀβεβαίου τῶν ἀνθρωπίνων καταστάσεως· καὶ ὅτι ἐπίμοχθος καὶ ἐπώδυνός ἐστιν ὁ τῶν ἀνθρώπων βίος. ΝΖʹ. Περὶ ἀναμαρτησίας· καὶ ὅτι οὐδεὶς ἀναμάρτητος, εἰ μὴ εἰς ὁ Θεός.

ΝΗʹ. Περὶ τῶν ἁμαρτανόντων καὶ νομιζομένων λανθάνειν τὸν Θεόν. ΝΘʹ. Περὶ ἀρᾶς ὑπὸ Κυρίου, καὶ προφητῶν, καὶ ἀποστόλων γινομένης. Ξʹ. Περὶ ἀγάπης καὶ εἰρήνης, καὶ ὁμονοίας, καὶ εἰρηνοποιῶν. ΞΑʹ. Περὶ ἀληθείας καὶ μαρτυρίας πιστῆς.

ΞΒʹ. Περὶ ἀκηδίας καὶ ἀθυμίας. ΞΓʹ. Περὶ ἄφρονος καὶ ἀνοήτου. ΞΔʹ. Περὶ τῶν ἀποδεχομένων τὰ πονηρὰ, καὶ ἀτιμαζόντων καὶ ψεγόντων τὸ δίκαιον. ΞΕʹ. Περὶ ἁπλοῦ καὶ ἀκάκου τὸν τρόπον. Ξϛʹ. Περὶ αἰσχύνης ἀγαθῆς.

ΞΖʹ. Περὶ αἰσχύνης πονηρᾶς. ΞΗʹ. Περὶ ἀπογνώσεως· καὶ ὅτι οὐ δεῖ ἡμᾶς ἀπογινώσκειν ἑαυτῶν σωτηρίας. ΞΘʹ. Περὶ ἀπραγμοσύνης καὶ ἡσυχίας· καὶ ὅτι τὸ ἠρεμεῖν τὴν τοῦ Θεοῦ γνῶσιν προξενεῖ. Οʹ. Περὶ ἀπαρχῶν καὶ δεκατῶν· ὅτι δεῖ ταῦτα προσφέρειν τῷ Θεῷ.

ΟΑʹ. Περὶ ἀπαντημάτων καὶ τῶν ἀπὸ κακῶν εἰς κακὰ ἐμπιπτόντων. ΟΒʹ. Περὶ ἀμοιβῆς καὶ ἀνταποδόσεως ἐν ἡμέρᾳ κρίσεως· καὶ ὅτι αἰώνια καὶ ἀτελεύτητα τὰ ἑκατέροις ἀποκείμενα, εἴτε ἀγαθὰ, εἴτε δεινὰ κολαστήρια.

ΟΓʹ. Περὶ ἀμοιβῆς τῶν εὖ καὶ κατ᾽ ἀρετὴν βιωσάντων ἐν ἀπεράντῳ μακαριότητι. ΟΔʹ. Περὶ τῆς φοβερᾶς ἀναστάσεως. ΟΕʹ. Περὶ τῆς ἁγίας, καὶ ἀκτίστου, καὶ συναϊδίου, καὶ ὁμοουσίου Τριάδος. Οϛʹ. Περὶ ἁγίων ἀγγέλων· καὶ ὅτι ἐν ἀοιδίμῳ μακαριότητι διάγουσι, λειτουργοῦντες τῇ σεβασμίῳ Τριάδι.

ΟΖʹ. Περὶ αἱρετικῶν, καὶ τῶν περὶ πίστιν λογομαχούντων, καὶ ἀμφισβητούντων· καὶ ὅτι οὐ χρὴ τὰς συλλαβὰς καὶ τὰ ὀνόματα περισκοπεῖν, ἀλλὰ τὸν νοῦν καὶ τὴν διάνοιαν τῶν δογμάτων. Στοιχεῖον Β. Αʹ. Περὶ βασιλέως· ὅτι ἀλυσιτελὲς τὸ ἐξιέναι βασιλέα εἰς πόλεμον, καὶ βέλτιον διὰ μισθοφόρων, ἢ δώρων τοὺς πολεμίους ἀμείβεσθαι, οὐ δι᾽ ἑαυτοῦ.

Βʹ. Περὶ βασιλέως χρηστοῦ, καὶ δικαίου, καὶ μισοπονήρου. Γʹ. Περὶ βασιλέως μὴ λίαν θαυμαζομένου. Δʹ. Ὅτι χρὴ εὔχεσθαι ὑπὲρ τοῦ βασιλέως. Εʹ. Περὶ βλασφημούντων καὶ μεγαλοῤῥημούντων. ϛʹ. Περὶ βασκάνων.

Ζʹ. Περὶ βιαίων καὶ ἀβιάστων πραγμάτων· καὶ ὅτι τὸ κατὰ δύναμιν φίλον Θεῷ ἐπὶ παντί. Ηʹ. Περὶ βοηθείας καὶ ἀντιλήψεως ἀδικουμένων· ὅτι λίαν εὐάρεστον Θεῷ. Θʹ. Περὶ βουλῆς Θεοῦ· ὅτι ἄτρεπτος καὶ ἀνέφικτος ἀνθρώποις, καὶ ἀπαράβατος διαμένει.

Ιʹ. Περὶ βοηθείας Θεοῦ· καὶ ὅτι τοῦ Θεοῦ βοηθοῦντος πᾶσα ἐπιβουλὴ καὶ ἐπανάστασις ἐχθροῦ ἀσθενεῖ, καὶ ὀλίγοι πολλῶν κρατοῦσιν. ΙΑʹ. Περὶ βαπτίσματος καὶ τῆς τοῦ θείου λουτροῦ προφητείας. ΙΒʹ. Περὶ βεβαίου καὶ ἀβεβαίου ἀνδρός.

ΙΓʹ. Περὶ βουλῆς· ὅτι χρὴ μετὰ βουλῆς καὶ σκέψεως πάντα πράττειν. ΙΔʹ. Περὶ βραδυβουλῆς καὶ ἀβουλίας· καὶ ὅτι τὸ ἀπερίσκεπτον βλαβερόν. ΙΕʹ. Περὶ βρωμάτων, καὶ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων. Ιϛʹ. Περὶ βασιλείας οὐρανῶν.

Στοιχεῖον Γ. Αʹ. Περὶ γεωργίας καὶ γεωργῶν· ὅτι καλὸν τὸ ἐργάζεσθαι. Βʹ. Περὶ γλυκολάλων. Γʹ. Περὶ γέλωτος καὶ γελοιαστῶν. Δʹ. Περὶ γογγυστῶν καὶ μεμψιμοίρων. Εʹ. Περὶ γενεᾶς ἀγαθῆς. ϛʹ. Περὶ γενεᾶς σκολιᾶς καὶ πονηρᾶς.

Ζʹ. Περὶ τῶν γνωσιμαχούντων, καὶ ἑαυτοὺς καταμεμφομένων. Ηʹ. Περὶ τοῦ γνῶναι ἑαυτὸν καὶ τὰ οἰκεῖα μέτρα, καὶ μὴ ἐπαίρεσθαι. Θʹ. Περὶ γνωστικῶν ἀνδρῶν· καὶ ποῖα ἀγαθὰ ἕψεται αὐτοῖς. Ιʹ. Περὶ γερόντων ἐν ἀρετῇ καὶ συνέσει κοσμουμένων.

ΙΑʹ. Περὶ γερόντων ἐν ἀνοίᾳ καὶ κακίᾳ βιούντων. ΙΒʹ. Περὶ γονέων χρηστῶν· καὶ ὅτι χρὴ διὰ σπουδῆς καὶ προσηκόντως τὰς τῶν τέκνων ἀναγωγὰς ποιεῖσθαι. ΙΓʹ. Περὶ γονέων καταφρονητικῶς ἐχόντων τὰς τῶν τέκνων ἀναγωγάς.

ΙΔʹ. Περὶ γυναικῶν· ὅτι χρὴ αὐτὰς ὑποτάσσεσθαι τοῖς ἰδίοις ἀνδράσιν. ΙΕʹ. Περὶ γυναικῶν· ὅτι οὐ δεῖ ἀκατακαλύπτως εὔχεσθαι αὐτάς. Ιϛʹ. Περὶ γυναικῶν κυϊσκουσῶν ἄρσεν ἢ θῆλυ· καὶ πόσας ἡμέρας οὐκ εἰσελεύσονται εἰς ἐκκλησίαν Κυρίου.

ΙΖʹ. Περὶ γυναικὸς ἀνδρείας, καὶ σώφρονος, καὶ συνετῆς. ΙΗʹ. Περὶ γυναικῶν πονηρῶν, καὶ μοιχαλίδων, καὶ πορνευουσῶν, καὶ πάσης κακίας πεπληρωμένων. Στοιχεῖον Δ. Αʹ. Περὶ διαθηκῶν καὶ κληρονόμων.

Βʹ. Περὶ διδασκαλίας· καὶ ὅτι οὐ πάντων τὸ διδάσκειν, ἀλλὰ σοφῶν καὶ πεπαιδευμένων. Γʹ. Περὶ διδασκάλων αἱρετικῶν· καὶ ὅτι χρὴ φεύγειν αὐτούς. Δʹ. Περὶ διηγουμένων καὶ διδασκόντων μάταια. Εʹ. Περὶ διανοουμένων καὶ ἐνθυμουμένων κακά.

ϛʹ. Περὶ τῶν δικαιούντων ἑαυτοὺς, καὶ κατοφρυωμένων ἑτέρων. Ζʹ. Περὶ δειλῶν, καὶ διψύχων, καὶ ἀκαταστάτων, καὶ ἀνάνδρων. Ηʹ. Περὶ δικολόγων, καὶ τῶν κρίσεις ἀλλοτρίας ἀναδεχομένων. Θʹ. Περὶ δείπνου καὶ συνεστιάσεως.

Ιʹ. Περὶ διαφορᾶς ἡδίστων καὶ ἡδυτέρων κατὰ σύγκρισιν. ΙΑʹ. Περὶ διαφορᾶς καταστάσεως καὶ τρόπων, καὶ ἀνομοιότητος γνωμῶν· ὅτι οὐ πάντες τοῖς αὐτοῖς ἀρέσκονται. ΙΒʹ. Περὶ διορθώσεως βίου κακοῦ ἐπὶ τὸ ἀγαθόν· ὅτι εὐάρεστον καὶ φίλον Θεῷ. Τοῦτο δὲ τελεῖται καὶ κατορθοῦται, ἐκ τοῦ μεμνῆσθαι μὲν τῶν ἐσφαλμένων, καὶ ἀπομυσάττεσθαι· προσεγγίζειν δὲ πεποθημένως τοῖς ἀξιεπαίνοις καὶ χρηστοῖς.

ΙΓʹ. Περὶ διακρίσεως· ὅτι χρὴ ἐπὶ παντὶ πράγματι διάκρισιν καὶ φόβον Θεοῦ ἔχειν. ΙΔʹ. Περὶ διαγνώσεως, καὶ πείρας ἠθῶν, καὶ κρυφίων τρόπων ἀνδρός. ΙΕʹ. Περὶ δωροδοκίας. Ιϛʹ. Περὶ δημηγερτῶν λοιμῶν· καὶ ὅτι χρὴ φεύγειν καὶ ἐκκλίνειν τὰς τοῦ δήμου ἀνασοβὰς καὶ ἀσυμφωνίας.

ΙΖʹ. Περὶ δυσκινήτων καὶ ἀργοφάγων, λουππαίων, καὶ ἀνασεσοβημένων, καὶ πεφαντασμένων ἐπ᾽ ὀλέθρῳ. ΙΗʹ. Ὅτι χρὴ τὰ δεύτερα ἐν πᾶσι προθεωρεῖν καὶ περισκοπεῖν· τρεπτὰ γὰρ τὰ ἀνθρώπινα ἅπαντα καὶ ἄδηλα.

ΙΘʹ. Περὶ δομάτων καὶ δωρεῶν ἀγαθῶν· ὅτι παρὰ Θεῷ πᾶν ἀγαθόν. Κʹ. Περὶ τῶν δουλευόντων Θεῷ· ὅτι χρὴ τούτους τιμᾷν καὶ σέβειν, καὶ τὰ πρὸς χρείαν προσάγειν. ΚΑʹ. Περὶ δικαίων· ὅτι φυλάττει αὐτοὺς Κύριος ἐκ πειρασμῶν, καὶ ἐν εὐφροσύνῃ ἔτη πολλὰ ζῶσι· καὶ ὅτι ὑπὸ Θεοῦ ἀγαπῶνται, καὶ εὐλογοῦνται οἱ οἶκοι τῶν δικαίων.

ΚΒʹ. Περὶ δικαίων, καὶ εὐχῆς παρ᾽ αὐτῶν γινομένης· ὅτι δεκτὴ καὶ τιμία παρὰ Θεῷ. ΚΓʹ. Περὶ δικαίων· καὶ ὅτι περιφρονοῦνται ὑπὸ ἀδίκων καὶ ἀσεβῶν, καὶ διασύρονται. ΚΔʹ. Περὶ δικαίων· ὅτι τίμιος παρὰ Θεῷ ὁ θάνατος αὐτῶν, καὶ ὡς ἡ μνήμη αὐτῶν ἐγκωμιάζεται.

ΚΕʹ. Περὶ τῶν τοὺς δικαίους καὶ ἀγαθοὺς ἄνδρας τιμώντων. Κϛʹ. Περὶ τῶν δικαίους καὶ ἀγαθοὺς ἄνδρας ἀτιμαζόντων. ΚΖʹ. Περὶ δικαιοσύνης καὶ ἀρετῆς. ΚΗʹ. Περὶ διαβόλου, ἤτοι Σατανᾶ, καὶ δαιμόνων. ΚΘʹ. Περὶ δυνάμεως Θεοῦ.

Λʹ. Περὶ δημιουργίας τοῦ κόσμου· καὶ ὅτι πάντα ὑπὸ Θεοῦ γεγένηται, καὶ οὐδὲν ὑπ᾽ αὐτοῦ εἰκῆ ἢ περιττὸν γέγονεν. ΛΑʹ. Περὶ δοξολογίας Θεοῦ· καὶ ὅτι χρὴ δοξάζειν αὐτὸν καὶ ἁγιάζειν· ὁ δὲ μὴ τοῦτο δρῶν, εὐθύνας εἰσπράττεται· καὶ ὅτι τοὺς δοξάζοντας αὐτὸν δοξάζει ὁ Θεός.

ΛΒʹ. Περὶ διαφορᾶς Θεοῦ καὶ ἀνθρώπων· καὶ ὅτι πολὺ τὸ μέσον Θεοῦ καὶ ἀνθρώπων, καὶ τοῦ ἁμαρτάνειν εἰς Θεόν· καὶ ὅτι οὐ χρὴ δυσπιστεῖν ἔν τινι τῷ Θεῷ. Πάντα γὰρ δυνατὰ αὐτῷ. ΛΓʹ. Περὶ δυσπιστίας. ΛΔʹ. Περὶ διγλώσσου.

ΛΕʹ. Περὶ δικαστῶν ἀδικάστων, καὶ καθαρὰς ἐχόντων τὰς χεῖρας. Λϛ. Περὶ δικαστῶν δωροδεκουμένων, καὶ ἀθέσμως κρινόντων. ΛΖʹ. Περὶ δεσποτῶν χρηστῶν. ΛΗʹ. Περὶ δεσποτῶν μοχθηρῶν. ΛΘʹ. Περὶ δούλων χρηστῶν.

Μʹ. Περὶ δούλων πονηρῶν. ΜΑʹ. Περὶ δυσαρεστουμένων. ΜΒʹ. Περὶ δόξης καὶ τιμῆς· καὶ ὅτι οὐ χρὴ τὴν ἰδίαν δόξαν ἑτέρῳ παρέχειν. ΜΓʹ. Περὶ δανειστῶν χρηστῶν. ΜΔʹ. Περὶ δανειστῶν πονηρῶν. ΜΕʹ. Περὶ δανειζομένων· καὶ ὅτι χρὴ εὐγνωμονεῖν τοῖς κυριοχρέοις.

Μϛʹ. Περὶ δανειζομένων καὶ εὐγνωμονούντων. Στοιχεῖον Ε. Αʹ. Περὶ ἐντολῶν Θεοῦ· ὅτι σωτήριοι καὶ ζωοποιοὶ, καὶ κατὰ πάντα εὐθεῖαι, καὶ ἁγίαι, καὶ δίκαιαι. Βʹ. Περὶ τῶν μὴ φυλασσόντων τὰς ἐντολὰς τοῦ Θεοῦ.

Γʹ. Περὶ εὐοδουμένων ἐν τοῖς ἔργοις αὐτῶν. Δʹ. Περὶ τῶν οὐκ εὐοδουμένων. Εʹ. Περὶ ἔργων καὶ πράξεων· ὅτι χρὴ πρὸ πάσης ἐργασίας τῇ τοῦ Θεοῦ μνήμῃ καὶ εὐχαριστίᾳ ἁγιάζεσθαι. ϛʹ. Περὶ ἐξουσίας καὶ δυναστείας· ὅτι παρὰ Κυρίου πᾶν κράτος.

Ζʹ. Περὶ ἐπαίνων καὶ ἐγκωμίων, καὶ τῶν χαιρόντων ἐν αὐτοῖς· καὶ ὅτι οὐ δεῖ πρὸ πείρας ἐπαινεῖν τινα. Ηʹ. Περὶ ἐγκαταλείψεως· ὅτι τὸ ἐρημωθῆναι τῆς τοῦ Θεοῦ βοηθείας καὶ σκέπης, παντὸς δεινοῦ χαλεπώτερον.

Θʹ. Περὶ ἐνδείας καὶ ἀπορίας. Ιʹ. Περὶ ἐπαγωγῶν κατὰ κρίσιν δικαίαν Θεοῦ ἐπιφερομένων ἡμῖν. ΙΑʹ. Περὶ ἐκδικήσεως καὶ εἰσπράξεως ἁμαρτιῶν· ὅτι οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐφ᾽ ἁμαρτίαις ὁ φιλάνθρωπος ἡμῶν Κύριος διορθούντων ἑαυτούς.

ΙΒʹ. Περὶ ἐπαιτίας. ΙΓʹ. Περὶ ἐπιθυμίας· ὅτι οὐ χρὴ ἀκρίτως καὶ ἀνεξετάστως ταῖς οἰκείαις ἐξακολουθῆσαι ἐπιθυμίαις, κἂν δοκῶσιν ἀγαθαὶ εἶναι. Ἐκ τούτων γὰρ δελεαζόμεθα, οἷα ἀσθενέστεροι πρὸς τὰ μὴ λυσιτελοῦντα.

ΙΔʹ. Περὶ ἐπιθυμιῶν ἁγίων ἀνδρῶν. ΙΕʹ. Περὶ ἐπικουρείας· ὅτι καλὸν τὸ ἐπικουρεῖν τοῖς δεομένοις. Ιϛʹ. Περὶ εὐεργεσίας ἢ προσφορᾶς ἐξ ἀδίκων γινομένης· ὅτι ἀπρόσδεκτος παρὰ Θεῷ. ΙΖʹ. Περὶ ἐπιχειρούντων ἀλλήλοις.

ΙΗʹ. Περὶ ἐπινοήτου, καὶ εὐμηχάνου, καὶ ἐμπείρου, καὶ εὐμαθοῦς. ΙΘʹ. Περὶ ἐγγυῆς καὶ ἐγγυητοῦ. Κʹ. Περὶ ἐνεχύρων. ΚΑʹ. Περὶ ἐχθρῶν· ὅτι οὐ δεῖ ἀδιαλλάκτως μεῖναι πρὸς τοὺς ἐπταικότας, οὐδὲ χαίρειν ἐπὶ τῇ κακοπραγίᾳ καὶ πτώμασιν αὐτῶν.

ΚΒʹ. Περὶ ἐγκρατείας. ΚΓʹ. Περὶ ἐπικοίνων πραγμάτων. ΚΔʹ. Περὶ ἐλέγχοντος καὶ ἐπιτιμῶντος· ὅτι χρεὼν τῷ τοιούτῳ συνεσκιασμένως καὶ μὴ ἐμβριθῶς προσάγειν τὸν ἔλεγχον, ὅτι διαβρωτικόν· ἀναβιβάζειν δὲ πρὸς τὰ βέλτιστα ἡμερότητι τὸν ὑπεύθυνον.

ΚΕʹ. Περὶ εὐπραγίας καὶ δυσπραγίας. Κϛʹ. Περὶ ἐνόχων θανάτου· καὶ ὅτι οὐδεὶς ὑπὲρ ἑτέρου ἀποθανεῖται, οὐ γονεῖς ὑπὲρ τέκνων, οὐ τέκνα ὑπὲρ γονέων. ΚΖʹ. Περὶ ἐνεδρεύοντος εἰς ἐπιβουλὴν τοῦ πλησίον· καὶ ὅτι αὐτὸς ἐμπεσεῖται.

ΚΗʹ. Περὶ ἐμπορίας· καὶ ὅτι αἱ περὶ τὰ βιωτικὰ ἐνδελεχεῖς ἀσχολίαι συγχέουσιν ἡμῶν τὴν ζωὴν, καὶ ἀποστεροῦσι τῶν πνευματικῶν καὶ αἰωνίων ἀγαθῶν. ΚΘʹ. Περὶ ἐνυπνίων, καὶ μαντειῶν, καὶ οἰωνισμῶν. Λʹ. Περὶ τῶν ἑαυτοὺς διεκδικούντων· ὅτι οὐ χρή.

ΛΑʹ. Περὶ ἑκουσίων καὶ ἀκουσίων, εἴτε κατορθωμάτων, εἴτε ἁμαρτημάτων ἐν γνώσει καὶ ἀγνοίᾳ γινομένων. ΛΒʹ. Περὶ εὐχαριστίας πρὸς Θεόν· ὅτι οὐ χρὴ ἀνεπιληθήτως ἔχειν τὰς εὐεργεσίας αὐτοῦ. ΛΓʹ. Περὶ τῶν μὴ εὐχαριστούντων, ἀλλὰ ἀχαριστούντων καὶ ἀγνωμούντων.

ΛΔʹ. Περὶ εὐνούχων καὶ ἀγάμων. ΛΕʹ. Περὶ ἐγγαστριμύθων, καὶ ἐπαοιδῶν, καὶ οἰωνιζομένων. Λϛʹ. Περὶ εἰδώλων καὶ εἰδωλολατρῶν. ΛΖʹ. Περὶ εὐδαιμονίας καὶ μακαρισμοῦ· ὅτι οὐ δεῖ πρὸ τελευτῆς μακαρίσαι τινά.

ΛΗʹ. Περὶ ἐλπίδος εἰς Θεόν· ὅτι χρὴ εἰς Θεὸν ἐλπίζειν, καὶ μὴ εἰς τὰς τῶν ἀνθρώπων προστασίας· ὅτι οὐδεὶς ἐλπίσας εἰς Θεὸν κατῃσχύνθη. ΛΘʹ. Περὶ τῶν μὴ εἰς Θεὸν τὴν ἐλπίδα καὶ πεποίθησιν ἐχόντων· ἀλλὰ πεποιθότες ἐπὶ πλούτῳ καὶ ἀνθρώποις.

Μʹ. Περὶ ἐκκλησίας Θεοῦ, καὶ θυσιαστηρίου· καὶ ὅτι οὐ δεῖ ἐν ἐκκλησίᾳ ἐσθίειν. ΜΑʹ. Περὶ ἑορτῆς. ΜΒʹ. Περὶ εὐλογίας ὑπὸ Κυρίου, καὶ τῶν προφητῶν, καὶ τῶν ἀποστόλων γινομένης. ΜΓʹ. Περὶ εὐχῆς· ὅσα δι᾽ εὐχῆς κατορθοῦται ἡμῖν.

ΜΔʹ. Περὶ ἐλεημοσύνης καὶ εὐποιίας εἰς πτωχούς. ΜΕʹ. Περὶ τῶν ἐλεημοσύνην μὴ ποιούντων, ἀλλὰ πλεονεκτούντων καὶ ἀδικούντων. Μϛʹ. Περὶ ἐργολαβητῶν, καὶ εἰς ἀλλοτρίας δίκας ἑαυτοὺς ἐμβαλλόντων. ΜΖʹ. Περὶ ἐπισκόπων χρηστῶν καὶ φυλασσόντων τὰς ἐντολὰς τοῦ Θεοῦ.

ΜΗʹ. Περὶ ἐπισκόπων πονηρῶν, καὶ μὴ φυλαττόντων τὰς ἐντολὰς τοῦ Θεοῦ. ΜΘʹ. Περὶ ἐκμισθουμένων, ἤτοι κυριέργων χρηστῶν, καὶ μισθίων χρηστῶν. Νʹ. Περὶ ἐκμισθουμένων, ἤτοι κυριέργων πονηρῶν. Στοιχεῖον Ζ.

Αʹ. Περὶ τοῦ ἐπιζητεῖν τὸν Θεὸν, καὶ αὐτῷ ἕπεσθαι, καὶ ἀκολουθεῖν, καὶ πάντα ἐπὶ τῷ ὀνόματι αὐτοῦ διαπράττεσθαι. Βʹ. Περὶ ζώων ἀλόγων, φυσικῇ σοφίᾳ κεκοσμημένων. Γʹ. Περὶ ζήλου ἀγαθοῦ καὶ μιμήσεως χρηστῆς.

Δʹ. Περὶ ζήλου καὶ μιμήσεως πονηρᾶς. Εʹ. Περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων δικαίων. ϛʹ. Περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων ἀδίκων. Στοιχεῖον Η. Αʹ. Περὶ ἡμέρας ἀγαθῆς καὶ ἑορταστικῆς. Βʹ. Περὶ ἡμέρας σκληρᾶς καὶ θλιβερᾶς.

Γʹ. Περὶ ἡμέρας καὶ νυκτός. Δʹ. Περὶ ἡμέρας ἐσχάτης, καὶ τοῦ ἀντιχρίστου. Στοιχεῖον Θ. Αʹ. Περὶ θρασέων καὶ ἀνδρείων. Βʹ. Περὶ θρασέων καὶ τολμηρῶν. Γʹ. Περὶ θεληματαρίων καὶ πεισματικῶν, καὶ αὐταρέσκων· ὅτι βαρὺ τὸ πάθος

Δʹ. Περὶ τοῦ μὴ θαῤῥῆσαι, μηδὲ ἐμπιστεῦσαι ἑκάστῳ τὰ καθ᾽ ἑαυτούς. Εʹ. Περὶ θείας μυσταγωγίας. ϛʹ. Περὶ θυσιῶν· καὶ ὅτι τὰς κιβδήλους θυσίας ὁ Θεὸς οὐ προσδέχεται. Ζʹ. Περὶ θείων λογίων· ὅτι χρὴ σπουδαίους εἶναι εἰς τὴν τούτων ἀκρόασιν.

Ηʹ. Περὶ τῶν θείων, καὶ κατὰ Χριστὸν μυστηρίων. Θʹ. Περὶ θλιβομένων, καὶ φροντιζόντων, καὶ λύπης. Ιʹ. Περὶ θανάτου, καὶ τῆς ἐν τῷ ᾅδῃ καταστάσεως. ΙΑʹ. Περὶ θανόντων, καὶ πενθούντων· καὶ ὅτι οὐ δεῖ ἐπὶ τοῖς ἀπελθοῦσι πενθεῖν.

ΙΒʹ. Περὶ θανάτου, καὶ φόβου ἐξ αὐτοῦ γινομένου. ΙΓʹ. Περὶ θαλάσσης. ΙΔʹ. Περὶ θερισμοῦ καὶ τρυγητοῦ. ΙΕʹ. Περὶ θηρευτῶν. Ιϛʹ. Περὶ θυγατρὸς σεμνῆς καὶ κοσμίας. ΙΖʹ. Περὶ θυγατρὸς ἀσέμνου καὶ ἀκόσμου.

Στοιχεῖον Ι. Αʹ. Περὶ ἰσότητος· ὅτι ἰσότης φιλαδελφίας ἐστὶ μήτηρ καὶ τροφὸς, ἔν τε τοῖς πνευματικοῖς, ἔν τε τοῖς σαρκικοῖς. Βʹ. Περὶ ἱματισμοῦ· καὶ ὅτι οὐ δεῖ ἱματισμῷ πολυτελεῖ κεχρῆσθαι. Γʹ. Περὶ ἰατρῶν καὶ ἰατρείας.

Δʹ. Περὶ ἱερατικῶν, καὶ τῶν τῷ Θεῷ ἀνακειμένων· ὅτι οὐκ ἔξεστιν ἰδιωτεύοντα ἅπτεσθαι ἱερατικοῦ σκευῆς. Εʹ. Περὶ ἰσότητος· ὅτι ἴση παρὰ Θεῷ τάξις πλουσίου καὶ πένητος. Στοιχεῖον Κ. Αʹ. Περὶ τοῦ κόσμου, καὶ τῆς παρὰ Θεοῦ γενομένης παγκάλλου καὶ ποικίλης κτίσεως αὐτοῦ· καὶ ὅτι οὐδὲν αὐτόματον, ἢ αὐτοσχέδιον ἐν αὐτῷ, οὔτε ἐν ὁρατοῖς, οὔτε ἐν ἀοράτοις.

Βʹ. Περὶ καιροῦ· ὅτι καιρὸς τῷ παντὶ πράγματι. Γʹ. Περὶ καρτερίας καὶ παραμονῆς· ὅτι ἀνυτικὸν τῶν ζητουμένων τὸ καρτερικόν. Δʹ. Περὶ κάλλους καὶ εὐπρεπείας σώματος· ὅτι οὐκ ἐν τούτοις, ἀλλ᾽ ἐν τῇ τῆς ψυχῆς ὡραιότητι ὁ Θεὸς ἐπαναπαύεται.

Εʹ. Περὶ καλλωπιζομένων· ὅτι βδέλυγμα παρὰ Κυρίῳ τοῦ σώματος καλλωπισμὸς, ὅτι ἑταιρικόν. ϛʹ. Περὶ κομπαζόντων καὶ φανταζομένων. Ζʹ. Περὶ καυχήσεως καὶ ἐπάρσεως· ὅτι ἐπιβλαβὲς τὸ πρᾶγμα. Χρῆναι γὰρ μὴ ἑαυτοῖς ἐπιγράφειν τὰ ὡς εἰκὸς κατωρθωμένα, ἀλλὰ τῷ αἰτίῳ, συνεργῷ τῶν ἀγαθῶν Θεῷ, καὶ αὐτῷ ἀναπέμπειν τὰ εὐχαριστήρια.

Ηʹ. Περὶ κακοφρόνων καὶ κακοβούλων. Θʹ. Περὶ κακοποιῶν. Ιʹ. Περὶ κατηφείας καὶ σκυθρωπότητος. ΙΑʹ. Περὶ καλοηθῶν καὶ καταστάσεως τρόπων αὐτῶν. ΙΒʹ. Περὶ κακοηθῶν καὶ κακοτρόπων. ΙΓʹ. Περὶ καταλαλιᾶς καὶ διαβολῆς· ὅτι βαρύτατον τὸ πάθος, καὶ τῷ κεκτημένῳ, καὶ τῷ ἐπικοινωνοῦντι.

ΙΔʹ. Περὶ κωφῶν. ΙΕʹ. Περὶ καθαρᾶς καρδίας, καὶ τῶν συνειδὸς καθαρὸν ἐχόντων. Ιϛʹ. Περὶ καρδίας πονηρᾶς, καὶ τῶν λογισμὸν ἄδικον ἐχόντων. ΙΖʹ. Περὶ κακουργῶν· ὅτι χρὴ τάχιστα κατὰ τὸν νόμον καταστέλλειν τούτους, πρὸς εἰρήνην καὶ εὐνομίαν τοῦ λαοῦ, καὶ ἀναχαιτισμοῦ τοῦ κακοῦ.

ΙΗʹ. Περὶ τῶν καταφρονητικῶς περὶ τὴν σωτήριον τοῦ Κυρίου εἰς ἡμᾶς τοὺς ἁμαρτωλοὺς διακειμένων μακροθυμίαν. ΙΘʹ. Περὶ κρείττονος· ὅτι οὐ δεῖ πρὸς κρείττονας φιλονεικεῖν. Κʹ. Περὶ τοῦ μὴ κρίνειν, καὶ κατακρίνειν, καὶ καταγινώσκειν ἀλλήλων, καὶ ψόγους παρατιθέναι.

ΚΑʹ. Περὶ κλεπτῶν, καὶ τῶν συγκοινωνούντων αὐτοῖς. ΚΒʹ. Περὶ κινδύνων καὶ περιστάσεων· ὅτι χρὴ ἐκκλῖναι καὶ διαδράναι τὰς τούτων ἐπιδρομάς. ΚΓʹ. Περὶ κριμάτων Θεοῦ ἀνεκφράστων καὶ ἀνεκδιηγήτων· καὶ ὅτι οὐ χρὴ δυσφορεῖν ἢ ἰλιγγιᾶν ἐφ᾽ οἷς δίκαιοι πολλάκις δυσπραγοῦσιν, ἄδικοι δὲ ἔσθ᾽ ὅτε κατὰ τὸν βίον εὐπραγοῦσιν. Ἄῤῥητος γὰρ ἡ τῶν τοιῶνδε αἰτία, καὶ μόνῳ Θεῷ ἐγνωσμένη.

ΚΔʹ. Περὶ κρίματος καὶ δικαιοσύνης Θεοῦ· καὶ τὰ πρὸς ἀξίαν ἑκάστῳ ἀπονέμει ὁ Θεὸς, καὶ πρόσωπον οὐ λαμβάνει. ΚΕʹ. Περὶ καλῶν καὶ ἀγαθῶν ἀνδρῶν. Στοιχεῖον Λ. Αʹ. Περὶ λοιδορίας. Βʹ. Περὶ λόγου, καὶ τοῦ ἐν τούτῳ ἐπαίνου καὶ ψόγου.

Γʹ. Περὶ λιμοῦ, καὶ τῆς ἐκ τούτου ἀνάγκης. Δʹ. Περὶ λύπης, καὶ λυπουμένων, καὶ πενθούντων. Οὐ καλὸν δὲ τὸ ὑπερμετρεῖν. Στοιχεῖον Μ. Αʹ. Περὶ μεθυστῶν καὶ ἀσώτων. Βʹ. Περὶ μαθητευομένων· ὅτι χρὴ σπουδαίως ἐρωτᾷν, καὶ μανθάνειν τὰ ψυχωφελῆ, καὶ γνῶσιν πνευματικήν.

Γʹ. Περὶ μισομαθῶν. Δʹ. Περὶ μυστηρίων· ὅτι προδοσία πρὸς θάνατον τὸ ἐκφερομυθεῖν τὰ φίλων μυστήρια. Εʹ. Περὶ μάχης, καὶ τῶν ἐν μάχαις συμβαινόντων. ϛʹ. Περὶ μεταχειριζομένων καὶ μεταβαλλόντων τοὺς ταρασσομένους, καὶ τεθυμωμένους, καὶ ἐξηγριωμένους.

Ζʹ. Περὶ μαντευομένων, καὶ οἰωνιζομένων, καὶ κληδονιζομένων· καὶ περὶ τῶν λεγομένων θεῶν, τουτέστι βδελυγμάτων· ὅτι ἄθεσμα καὶ ἐκκήρυκτα, καὶ ἀπηγορευμένα τῇ ἱερᾷ Γραφῇ ταῦτα πάντα, καὶ τὰ ὅμοια. Ηʹ. Περὶ ματαιοπονούντων, καὶ μάταια φρονούντων.

Θʹ. Περὶ μεταβολῆς πραγμάτων· καὶ ὅτι οὐδὲν ἐπίμονον ἐν βίῳ, ἀλλὰ πάντα ἐν βουλήσει καὶ χειρὶ Θεοῦ. Ιʹ Περὶ μακαρισμοῦ· ὅτι οὐ δεῖ πρὸ τελευτῆς μακαρίζειν τινά. ΙΑʹ. Περὶ μισοπονηρίας Θεοῦ, καὶ τῶν ἀπαρεσκόντων αὐτῷ.

ΙΒʹ. Περὶ μισοπονηρίας, καὶ τῶν τὰ ἄτοπα ἀποστρεφομένων. ΙΓʹ. Περὶ μετανοίας, καὶ ἐξομολογήσεως. ΙΔʹ. Περὶ τῶν εἰς μετάνοιαν μὴ ἐπιστρεφόντων. ΙΕʹ. Περὶ μισαδελφίας. Ιϛʹ. Περὶ μοναχῶν χρηστῶν, καὶ ἡγουμένων ἀγαθῶν.

ΙΖʹ. Περὶ μοναχῶν παλιμβούλων, καὶ παλινδρομούντων εἰς κακίαν. ΙΗʹ. Περὶ μισέργων, καὶ ὀκνηρῶν, καὶ καταφρονούντων, καὶ ῥᾳθυμούντων. ΙΘʹ. Περὶ μίσους, καὶ ἔχθρας, καὶ τὰς μάχας συναπτόντων. Στοιχεῖον Ν.

Αʹ. Περὶ νέων παιδείᾳ καὶ συνέσει κοσμουμένων. Βʹ. Περὶ νέων ἐν ἀφροσύνῃ καὶ ἀνοίᾳ ζώντων. Γʹ. Περὶ νέων καὶ ἀγαθῶν ἀρχόντων. Δʹ. Περὶ νέων καὶ πονηρῶν ἀρχόντων. Εʹ. Περὶ νοσούντων, καὶ ἀσθενούντων· ὅτι χρὴ ἐπισκέπεσθαι αὐτούς.

ϛʹ. Περὶ τοῦ νήφειν, καὶ φροντίζειν ἡμᾶς τῆς ἰδίας σωτηρίας· καὶ ὅτι πειρατήριον καὶ ἐπικίνδυνον βίον ζῶμεν. Ζʹ. Περὶ νεογάμων. Ηʹ. Περὶ νηστείας καὶ ἐγκρατείας. Στοιχεῖον Ξ. Αʹ. Περὶ ξένων καὶ φιλοξενίας· καὶ ὅτι ἀπαῤῥησίαστος ὁ ξένος πάντοτε.

Στοιχεῖον Οʹ. Αʹ. Περὶ οἴκου καὶ οἰκειακῆς καταστάσεως· καὶ ὅτι οὐ καλὸν ἀλλοτρίοις συχνάζειν οἴκοις, καὶ ἀκροᾶσθαι ἀλλότρια. Βʹ. Περὶ ὀνειδισμοῦ ἀγαθοῦ κατὰ Θεὸν, καὶ ὀνειδισμοῦ ἐπὶ κακοπραγίᾳ· καὶ ὅτι οὐδὲ συμφέρον ὀνειδίζειν.

Γʹ. Περὶ ὁδοῦ ἀγαθῆς. Δʹ. Περὶ ὁδοῦ κακῆς. Εʹ. Περὶ ὁμοιοτρόπων, καὶ ὁμοιογενῶν, καὶ ὁμοιοηθῶν. ϛʹ. Περὶ ὁροθεσιῶν. Ζʹ. Περὶ ὅρκων καὶ ὅρων οὐκ ἀγαθῶν· ὅτι οὐ δεῖ ἐμμένειν αὐτοῖς. Ηʹ. Περὶ τῶν τοὺς ὅρκους στεργόντων· καὶ ὅτι οὐ χρὴ μάταιον λαμβάνειν ὅρκον, ἢ ὅλως ὀμνύειν.

Θʹ. Περὶ τῶν τοὺς ὅρκους ἀθετούντων καὶ ἐπιορκούντων. Ιʹ. Περὶ ὀλιγοδείας, καὶ ἀκτημοσύνης, καὶ αὐταρκείας. ΙΑʹ. Περὶ ὀρφανῶν καὶ χηρῶν. ΙΒʹ. Περὶ οἴνου καὶ χρήσεως αὐτοῦ. ΙΓʹ. Περὶ οἰήσεως καὶ φυσιώσεως.

ΙΔʹ. Περὶ ὀλιγοβίων καὶ μακροβίων. ΙΕʹ. Περὶ ὀφθαλμῶν καὶ ὁράσεως. Ιϛʹ. Περὶ ὀνόματος χρηστοῦ καὶ χάριν ἔχοντος. ΙΖʹ. Περὶ ὀνόματος οὐ χρηστοῦ καὶ χάριν μὴ ἔχοντος. ΙΗʹ. Περὶ τοῦ, ὅτι οὐκ ἔστιν αἴτιος τῶν κακῶν ὁ Θεός· καὶ ὅτι οὔτε ὂν, οὔτε ἐνυπόστατον φύσει τὸ κακόν.

ΙΘʹ. Περὶ ὀνόματος Θεοῦ. Στοιχεῖον Π. Αʹ. Περὶ πολιτείας ἀνεπιλήπτου καὶ θεαρέστου. Βʹ. Περὶ παιδείας παρὰ Θεοῦ, καὶ τῶν εὐχαρίστως καὶ εὐγενῶς δεχομένων, καὶ φερόντων τὰ ἐπερχόμενα· οὕτως γὰρ χρεών.

Γʹ. Περὶ τῶν παιδείαν Θεοῦ σωτήριον πρὸς διόρθωσιν μὴ δεχομένων. Δʹ. Περὶ παῤῥησίας· καὶ πῶς δυνατὸν εὐπαῤῥησίαστόν τινα γενέσθαι. Εʹ. Περὶ προσφορῶν εὐαγῶν, καὶ εὐπροσδέκτων, καὶ ἐναγῶν, καὶ ἀπροσδέκτων.

ϛʹ. Περὶ πείρας πρὸς Θεόν· καὶ ὅτι οὐ δεῖ πειράζειν τὸν Θεόν. Ζʹ. Περὶ πειρασμῶν· καὶ ὅτι οἱ μὲν ἔξωθεν εἰς φανέρωσιν τῆς κατὰ τὸ κρυπτὸν ἡμῶν προαιρέσεως ἐπιφύονται, οἱ δὲ ἔξω ἡμῶν αὐτῶν ἀναφυόμενοι, ἡμᾶς αὐτοὺς αἰτίους, εἴτε πρὸς ἔπαινον, εἴτε πρὸς ψόγον ἔχουσιν.

Ηʹ. Περὶ παραχωρητικῶν καὶ εὐείκτων ἀνθρώπων· ὅτι εἰρηνικὸν καὶ ψυχωφελὲς τοῦτο. Θʹ. Περὶ πεισματικῶν, καὶ μὴ ἀνεχομένων ὑπείκειν βραχὺ καὶ ἡττᾶσθαι. Ιʹ. Περὶ περιστάσεων· ὅτι οὐ χρὴ ἀντιμάχεσθαι ταῖς περιστάσεσιν, εἰ καὶ δυνατοὶ ὦμεν, καὶ μὴ κατοφρυοῦσθαι τῶν κατεξανισταμένων. Οὐ γὰρ λυσιτελές.

ΙΑʹ. Περὶ πολέμου καὶ πολεμικῶν νόμων· καὶ ὅτι ἐξ ἡμετέρων ἁμαρτιῶν κινοῦνται οἱ πόλεμοι καθ᾽ ἡμῶν. ΙΒʹ. Περὶ πολέμου ἐμφυλίου. ΙΓʹ. Περὶ πραίδας καὶ προνομῆς. ΙΔʹ. Περὶ παροξύνοντος καὶ παραπικραίνοντος.

ΙΕʹ. Περὶ παρατηρήσεως καὶ οἰωνισμοῦ. Ιϛʹ. Περὶ προθέσεως ἀγαθῆς, καὶ προαιρέσεως, καὶ πολιτείας σεμνῆς· ὅτι βούλεται ὁ Θεὸς μετὰ τῆς αὐτοῦ ἀντιλήψεως πρόθεσιν ἀγαθὴν περὶ τὰ καλὰ ἔργα, εἰς ἃ καὶ ἔπλασεν ἔχειν ἡμᾶς, ἵνα ὡς ἀγαθῶν ἐργάται τιμῶν ἀξιωθείημεν παρ᾽ αὐτοῦ.

ΙΖʹ. Περὶ πλανώντων καὶ πλανωμένων. ΙΗʹ. Περὶ πλαστολόγων. ΙΘʹ. Περὶ πλαστογράφων. Κʹ. Περὶ πόλεως ἀσεβείας καὶ ἀνομίας πεπληρωμένης. ΚΑʹ. Περὶ πολυπείρων καὶ πολυμαθῶν. ΚΒʹ. Περὶ παραθήκης.

ΚΓʹ. Περὶ πιστοῦ, καὶ ἰσοψύχου, καὶ μυστηριακοῦ ἀνθρώπου· ὅτι σπάνιον εὑρεῖν. ΚΔʹ. Περὶ παραμονῆς, καὶ παραμενόντων· ὅτι παραμονὴ ἔργον ἀνύει· καὶ χρὴ οὐ μόνον εὐνοϊκῶς, ἀλλὰ καὶ παραμονητικῶς διακεῖσθαι πρὸς τοὺς προσλαβόντας, καὶ μηδένα ὡς ἔτυχε, καὶ ἀνεξετάστως εἰς ὑπηρεσίαν παραμονῆς εἰσδέχεσθαι.

ΚΕʹ. Περὶ πίστεως καὶ εὐσεβείας εἰς Θεόν. Κϛʹ. Περὶ τῶν παραβεβηκότων τὴν εὐσέβειαν καὶ πίστιν, καὶ εἰς Θεὸν ἀσεβούντων. ΚΖʹ. Περὶ πονηρῶν, καὶ ἀσεβῶν, καὶ ἁμαρτωλῶν ἀνδρῶν. ΚΗʹ. Περὶ πονηρίας, καὶ κακίας, καὶ ἁμαρτίας.

ΚΘʹ. Περὶ πλησμονῆς, καὶ κόρου, καὶ γαστριμαργίας. Λʹ. Περὶ πνευματικῆς προκοπῆς. ΛΑʹ. Περὶ τῶν προσκαίρων καὶ τῶν αἰωνίων ἀγαθῶν· καὶ ὅτι χρὴ τῶν παρόντων τὰ μέλλοντα προτιμᾷν. ΛΒʹ. Περὶ προνοίας· ὅτι κήδεται καὶ προνοεῖται ἡμῶν ὁ Θεός.

ΛΓʹ. Περὶ προσπαθείας καὶ μερίμνης· ὅτι χρὴ ἀπροσπαθῶς διακεῖσθαι περὶ τὰ πράγματα. ΛΔʹ. Περὶ προφητῶν ἀνδροφονησάντων καὶ εὐαρεστησάντων Θεῷ. ΛΕʹ. Περὶ προφητῶν ἐπιτιμησάντων βασιλεῦσι μετὰ παῤῥησίας.

Λϛʹ. Περὶ προγνώσεως Θεοῦ· καὶ ὅτι τὰ κρύφια καὶ ἄδηλα τῶν πραγμάτων τῷ Θεῷ χρὴ καταλιμπάνειν. Πάντα γὰρ αὐτῷ μόνῳ γνωστά. ΛΖʹ. Περὶ παρθενίας, καὶ σωφροσύνης, καὶ γάμου σεμνοῦ. ΛΗʹ. Περὶ πορνείας, καὶ μοιχείας, καὶ ἀρσενοκοιτίας.

ΛΘʹ. Περὶ πείρας καὶ ἀπειρίας. Μʹ. Περὶ πραότητος καὶ εὐλαβείας. ΜΑʹ. Περὶ προπετοῦς, καὶ ἀναιδοῦς, καὶ ὀργίλου, καὶ θυμώδους, καὶ ὀξυχόλου. ΜΒʹ. Περὶ πολιτείας ψεκτῆς ἀνηκόων, καὶ ἀνυποτάκτων, καὶ κακοηθῶν, καὶ πανουργῶν.

ΜΓʹ. Περὶ πτωχῶν, καὶ πενήτων εὐγενῶς τὸν τῆς πτωχείας ζυγὸν φερόντων· καὶ ὅτι οὐ χρὴ αὐτοὺς ἐκκλίνειν ἢ ἐξουθενεῖν. ΜΔʹ. Περὶ πτωχῶν καὶ πενήτων ἀχαρίστων καὶ βλασφήμων. ΜΕʹ. Περὶ παίδων τιμώντων γονεῖς, καὶ ὅσα ἕπεται ἀγαθὰ τοῖς ὑπακούουσιν αὐτοῖς.

Μϛʹ. Περὶ πατραλοίων καὶ μητραλοίων· καὶ ὅσα ἕψεται αὐτοῖς ἀπειθοῦσι κακά. ΜΖʹ. Περὶ τοῦ παιδεύειν τοὺς γονεῖς τὰ ἴδια τέκνα καὶ σωφρονίζειν· εἰ γὰρ τοῦτο μὴ πράξωσι, τῆς ἐξ ἐκείνων γινομένης ἁμαρτίας καὶ αὐτοὶ μεθέξουσι.

ΜΗʹ. Περὶ πρεσβυτέρων. ΜΘʹ. Περὶ προσφυγίου, καὶ τῶν προσφευγόντων ἐν ἱεροῖς τόποις· ὅτι χρὴ τοῖς μὲν ἀνευθύνοις βοηθεῖν, τοὺς δὲ ὑπαιτίους ἀποπέμπεσθαι. Νʹ. Περὶ πράσεως καὶ ἀγορασίας. ΝΑʹ. Περὶ προαιρέσεως καὶ διαθέσεως· καὶ ὅτι τὴν προαίρεσιν, καὶ ἐπὶ ἀγαθῷ, καὶ ἐπὶ κακῷ ἐξετάζει ὁ Θεός.

ΝΒʹ. Περὶ παιδείας Θεοῦ κατὰ δοκιμὴν καὶ πεῖραν γινομένης. ΝΓʹ. Περὶ πλουσίων εὖ καὶ προσηκόντως βιούντων. ΝΔʹ Περὶ πλουσίων οὐκ εὖ βιούντων. ΝΕʹ. Περὶ τοῦ πλησίον· ὅτι χρὴ τὰ βάρη τοῦ πλησίον φέρειν, καὶ ἀντιλαμβάνεσθαι αὐτοῦ· καὶ ἐλέγχειν ἀγαπητικῶς τὰ ὡς εἰκὸς γενόμενα παρ᾽ αὐτοῦ κακῶς, καὶ μὴ μνησικακεῖν αὐτῷ.

Στοιχεῖον Ρ. Αʹ. Περὶ ῥᾳθυμούντων, καὶ ἀμελούντων, καὶ καταφρονούντων. Βʹ. Περὶ ῥεμβομένων, καὶ πλανωμένων. Στοιχεῖον Σ. Αʹ. Περὶ συγγενῶν· ὅτι χρὴ φιλοτίμως ἔχεσθαι τῆς τούτων κηδεμονίας. Β. Περὶ τοῦ συμπεριφέρεσθαι ἀλλήλοις, καὶ τὴν ἑνότητα ποθεῖν. Τὸ γὰρ ἀπεσχισμένον τάχος ἐπιβουλεύεται.

Γʹ. Περὶ τῶν ἑαυτοὺς συνιστανόντων· ὅτι μάτην κοπιῶσι. Πᾶσα γὰρ δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθεν ἐκ θείας ψήφου τὸ βέβαιον καὶ καθαρὸν ἔχει. Δʹ. Περὶ σαρκικῶν ἀνθρώπων τῶν τοῖς σαρκικοῖς πάθεσι καταδεδουλωμένων.

Εʹ. Περὶ συνηθείας πονηρᾶς· καὶ ὅτι δυνατὸν ἀποσυνηθίσαι τῶν κακῶν, ὅτι μὴ ἐκ φύσεως, ἀλλ᾽ ἐκ προαιρέσεως τὸ κακόν. ϛʹ. Περὶ σκανδάλων· ὅτι χρὴ πάσῃ δυνάμει φυλάττεσθαι, μὴ δοῦναι πρόσκομμα σκανδάλου μηδενί.

Τῷ γὰρ αἰτίῳ τὸ κακὸν ἐπιγράφεται. Ζʹ. Περὶ συνεδρίου· ὅτι ἐπικίνδυνον καὶ ἐπιβλαβὲς τὸ συνελθεῖν καὶ ἐπικοινωνῆσαι συνεδρίῳ πονηρῶν καὶ ἐπιβούλων. Ηʹ. Περὶ συνειδήσεως ἀγαθῆς, καὶ εὖ συνειδότων. Θʹ. Περὶ συνειδήσεως πονηρᾶς, καὶ αὐτοκατακρίτων.

Ιʹ. Περὶ τῶν τῇ οἰκείᾳ συνειδήσει ἀμαυρουμένων. ΙΑʹ. Περὶ συμβούλου. ΙΒʹ. Περὶ τῶν συμβουλίαν καὶ ἔλεγχον δεχομένων χρὴ δὲ γινώσκειν ποταπὸς ὁ σύμβουλος. ΙΓʹ. Περὶ τῶν συμβουλίαν καὶ ἔλεγχον μὴ δεχομένων.

ΙΔʹ. Περὶ σκληροτραχήλων. ΙΕʹ. Περὶ σχηματαρίων. Ιϛʹ. Περὶ συμμέτρου καταστάσεως, καὶ τοῦ, μηδὲν ἄγαν. ΙΖʹ. Περὶ συναντημάτων καὶ ἀπροσδοκήτως συμβαινόντων τισίν· ὧν ἡ γνῶσις ἡμῖν μὲν ἴσως ἄγνωστος, Θεῷ δὲ εὔγνωστος.

ΙΗʹ. Περὶ συγκαταβάσεως, καὶ συμπαθείας εἰς ἀλλήλους· ὅτι ὑπὲρ θυσίας τῷ φιλανθρώπῳ καὶ ἀνενδεεῖ Θεῷ ἀρεστά. ΙΘʹ. Περὶ σοφῶν καὶ συνετῶν ἀνδρῶν καὶ ὅτι χρὴ αὐτοὺς ἑτοίμους εἶναι εἰς ὠφέλειαν πάντων.

Κʹ. Περὶ σωφρονισμοῦ· καὶ ὅτι χρὴ ἡμᾶς διὰ τῶν ἀλλοτρίων κακῶν σωφρονίζεσθαι. ΚΑʹ. Περὶ σπουδῆς· ὅτι ἀνόνητος πᾶσα σπουδὴ μὴ βουλομένου Θεοῦ· καὶ ὅτι ὑπὸ Θεοῦ κατευθύνονται αἱ ὁδοὶ τῶν ἀνθρώπων, αἵ τε πρὸς τὸ ἀγαθὸν, αἵ τε πρὸς ἄμυναν τῶν ἀτακτούντων πολεμίων.

ΚΒʹ. Περὶ τοῦ ἁγίου σταυροῦ προφητεῖαι. ΚΓʹ. Περὶ σοφίας κοσμικῆς Ἡσαΐου προφήτου. ΚΔʹ. Περὶ τῶν συμβαινόντων καὶ ἐμπιπτόντων ἐκ παραλόγου. ΚΕʹ. Περὶ στρατιωτῶν. Κϛʹ. Περὶ συνδιαγωγῆς χρηστῶν ἀνδρῶν· καὶ ὅτι χρὴ ἀρίστοις ἀνδράσι κολλᾶσθαι καὶ μὴ πονηροῖς· ἐξομοιοῦται γάρ τις ἐκείνοις μεθ᾽ ὧν τὰς διατριβὰς ποιεῖται.

ΚΖʹ. Περὶ συνδιαγωγῆς κακῶν ἀνδρῶν· καὶ ὅτι χρὴ φεύγειν τὰς τῶν μοχθηρῶν ἑταιρείας, ὡς ὄλεθρον προξενούσας. ΚΗʹ. Περὶ σοφίας, καὶ παιδείας, καὶ συνέσεως, καὶ φρονήσεως. ΚΘʹ. Περὶ σιωπώντων καὶ βραχυλόγων· καὶ ὅτι μὴ χρὴ ἀποκρίνασθαι, πρὶν ἀκοῦσαι λόγον.

Στοιχεῖον Τ. Αʹ. Περὶ ταχυλόγων καὶ πολυλόγων. Βʹ. Περὶ τιμῆς· ὅτι χρὴ τιμητικοὺς εἶναι. Γʹ. Περὶ τάξεως καὶ καταστάσεως. Δʹ. Περὶ τελειότητος· καὶ ὅτι οὐδεὶς ἄρτιος, καὶ τελειότατος, καὶ ἀνεπιδεὴς ἐν ἀνθρώποις τὸ σύνολον.

Εʹ. Περὶ τυφλῶν. ϛʹ. Περὶ τεχνιτῶν καὶ τίνες τέχνας ἐφεῦρον. Ζʹ. Περὶ ταπεινοφρονούντων, καὶ πτωχῶν τῷ πνεύματι. Ηʹ. Περὶ τοῦ, ὅτι Κύριος ταπεινοῖ καὶ ὑψοῖ. Στοιχεῖον Υ. Αʹ. Περὶ ὑγείας καὶ εὐρωστίας.

Βʹ. Περὶ ὑποκρίσεως καὶ ὑποκριτῶν. Γʹ. Περὶ ὑποδειγμάτων καὶ ὑπογραμμῶν θείων καὶ σωτηρίων τοῖς ἐθέλουσι ζῇν εὐσεβῶς. Δʹ. Περὶ ὕπνου· ὅτι σκιὰν μὲν θανάτου, σημεῖον δὲ ἐναργέστατον ἀναστάσεως φέρει ἡ πρὸς ὕπνον ἔκστασις, καὶ αὖθις ἔκνηψις.

Εʹ. Περὶ ὑπακοῆς καὶ ὑποταγῆς. ϛʹ. Περὶ ὑβριστῶν. Ζʹ. Περὶ ὑπολήψεως πονηρᾶς. Ηʹ. Περὶ τῶν ὑπισχνουμένων μὲν ἐπικουρεῖν, μὴ πληρούντων δὲ τὰς ἰδίας ὑποσχέσεις. Θʹ. Περὶ τῶν ὑπούλως πρός τινα διακειμένων.

Ιʹ. Περὶ ὑδροποτούντων. ΙΑʹ. Περὶ ὕπνου καὶ ἀϋπνίας. ΙΒʹ. Περὶ υἱοῦ σοφοῦ. ΙΓʹ. Περὶ υἱοῦ ἄφρονος, καὶ πονηροῦ, καὶ ἀπαιδεύτου. ΙΔʹ. Περὶ ὑετοῦ καὶ βροχῆς. ΙΕʹ. Περὶ ὑπονοίας· ὅτι χρὴ φεύγειν τὰς ἀφορμὰς τὰς τικτούσας ὑπονοίας κακάς.

Ιϛʹ. Περὶ ὑπερηφάνων, καὶ σοβαρῶν, καὶ ἀλαζόνων, καὶ κενοδόξων. ΙΖʹ. Περὶ ὑπομονῆς καὶ μακροθυμίας. ΙΗʹ. Περὶ ὑπομενόντων, ἀλλ᾽ ὀλιγοψυχούντων. Στοιχεῖον Φ. Αʹ. Περὶ φιλαρχίας. Βʹ. Περὶ φθόνου καὶ ζήλου.

Γʹ. Περὶ φαρμάκων. Δʹ. Περὶ φονέων. Εʹ. Περὶ φιλαμαρτούντων. ϛʹ. Περὶ φιλομέμπτων, καὶ φιλεγκλημόνων, καὶ μεμψιμοίρων, καὶ φιλοδικασίμων. Ζʹ. Περὶ φήμης· ὅτι οὐ χρὴ ἐν πάσῃ φήμῃ ταράσσεσθαι. Ηʹ. Περὶ τῶν φυλαττόντων τὴν ἑαυτῶν γλῶσσαν.

Θʹ. Περὶ τῶν μὴ φυλαττόντων τὴν ἑαυτῶν γλῶσσαν. Ιʹ. Περὶ φλυαρῶν. ΙΑʹ. Περὶ φορῶν δημοσίων· ὅτι θείᾳ κρίσει ἐπὶ κοινῇ σωτηρίᾳ ἐτάχθησαν, ὅπως ἐκ κοινοῦ ἐράνου σύστασιν ἔχῃ τὸ πολιτικόν. Διὸ καὶ εὐσεβεῖς εἰσφοραὶ ἀνηγορεύθησαν.

ΙΒʹ. Περὶ φιλανθρωπίας, καὶ ἀγαθότητος, καὶ μακροθυμίας, καὶ πραότητος Θεοῦ· καὶ ὅτι κρεῖσσον ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ, καὶ μὴ εἰς χεῖρας ἀνθρώπων. ΙΓʹ. Περὶ φυσικῶν. ΙΔʹ. Περὶ φιλέργων καὶ σπουδαίων· ὅτι χρὴ ποιεῖν· ὠφέλειαν γὰρ ἔχει.

ΙΕʹ. Περὶ φίλων χρηστῶν. Ιϛʹ. Περὶ φίλων μοχθηρῶν. ΙΖʹ. Περὶ φιλοτιμουμένων καὶ μεταδοτικῶν· καὶ ὅτι ἡ φιλοτιμία σωτηρίαν προξενεῖ. ΙΗʹ. Περὶ φειδωλῶν, καὶ ἀμεταδότων, καὶ κνιπῶν· καὶ ὅτι κινδύνοις περιπίπτουσιν οἱ τοιοῦτοι.

ΙΘʹ. Περὶ φιλαδελφίας. Στοιχεῖον Χ. Α. Περὶ χαρίσματος· ὅτι χρὴ σπουδάζειν διὰ τῆς καλλίστης ἀναστροφῆς χάριν ἔχειν πρὸς Θεὸν, καὶ πρὸς πάντας οἰκοδομήν. Βʹ. Περὶ χρημάτων, καὶ τῆς περὶ ταῦτα σπουδῆς.

Γʹ. Περὶ χαρᾶς καὶ θυμηδίας. Δʹ. Περὶ χαρισμάτων καὶ δωρημάτων Θεοῦ· καὶ ὅτι βίῳ σεμνῷ ἀντιδίδονται παρὰ τοῦ ἁγίου Πνεύματος. Εʹ. Περὶ χαλεπῶν καὶ ἀνοσίων πράξεων. ϛʹ. Περὶ Χριστιανισμοῦ, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας.

Ζʹ. Περὶ τοῦ, ὅτι χρὴ Θεὸν φοβεῖσθαι μᾶλλον, ἢ τοὺς ἀνθρώπους, καὶ αὐτῷ ἐν πᾶσι πειθαρχεῖν. Στοιχεῖον Ψ. Αʹ. Περὶ ψυχῆς καὶ νοῦ. Βʹ. Περὶ ψόγου. Γʹ. Περὶ ψιθυρισμοῦ καὶ ψιθυριστῶν. Δʹ. Περὶ ψεύδους καὶ συκοφαντίας.

Στοιχεῖον Ω. Περὶ ὥρας θανάτου· ὅτι ἡ πρὸς τὴν θείαν καὶ σωτήριον ἐντολὴν παρακοὴ τῆς κατὰ χάριν τοῦ Δημιουργοῦ ἀφθαρσίας καὶ ἀθανασίας ἀπεστέρησεν ἡμᾶς, καὶ τῷ μόχθῳ παρέδωκε καὶ θανάτῳ. ΣΤΟΙΧΕΙΟΝ Α.