Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἱερὰ Παράλληλα

Ἰωάννης ὁ Δαμασκηνός

Στοιχείο Α': Δημιουργία, αυτεξούσιο και το ακατάληπτο της θείας φύσεως

Πατερικά χωρία σχετικά με την πλάση του ανθρώπου, την πτώση, την αμαρτία, καθώς και τη διδασκαλία περί της αδυναμίας κατανοήσεως της θείας ουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 10

ΤΙΤΛ. Αʹ. —Περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως καὶ κατασκευῆς. Εἰρηναίου ἐκ τῶν κατὰ αἱρέσεων ἐλέγχων τῆς ψευδωνύμου γνώσεως. —Ἐν τοῖς πρόσθεν χρόνοις ἐλέγομεν, κ. τ. ε. Τοῦ ἁγίου Τίτου ἐπισκόπου Βοστρῶν. —Ῥητέον τοίνυν, ὅτι πρὸς τοῦ δημιουργήσαντος ὁ ἄνθρωπος εἰς τὸν βίον παρήχθη, ἐμπορευσόμενος ἕτερον οὐδὲν, ἢ μόνον εὐσέβειαν καὶ ἀρετήν. Ταῦτα γὰρ κτησάμενος, καλῶς ἂν διανήξαιτο τόνδε τὸν βίον· ἀμελήσας δὲ τούτων, χαλεπῶς ἂν διαβαπτισθείη πλανώμενος.

Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δ᾽ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. —Πάντα συνέστηκεν, κ. τ. ε. ΤΙΤΛ. Βʹ. —Περὶ τοῦ ἀνθρώπου· ὅτι αὐτεξούσιον αὐτὸν πεποίηκεν ὁ Θεὸς, καὶ ἡγεμόνα τῶν ἐπιγείων ἁπάντων.

Τοῦ ἁγίου Ἰγνατίου. —Τέλειοι ὄντες, τέλεια φρονεῖτε. Θέλουσι γὰρ ἡμῖν εὖ πράττειν, Θεὸς ἕτοιμος εἰς τὸ παρέχειν. Τοῦ ἁγίου Ἀντιπάτρου Βοστρῶν. —Ἀΐδιος οὐσία τροπῆς ἀποσκίασμα παθεῖν οὐκ ἀνέχεται. Οὔτε γὰρ δύναται. Τὸ γὰρ ἅπαξ, καὶ μὴ παρ᾽ ἑτέρου ἔχον τὸ εἶναι, μήτε ἐξ αὐτομάτου πως γεγονὸς, τοῦτο γενέσθαι, ἢ μετασκευασθῆναι, ἢ μετατραπῆναι ἀδύνατον.

Ἐπειδὴ ἀποθέσθαι τὸ εἶναι ὅπερ ἐστὶ κατὰ φύσιν ἀδύνατον· ὃ γὰρ οὐκ ἔλαβεν, οὐκ ἀποτίθεται, καὶ ὃ ὕστερον οὐκ ἔσχεν, οὐκ ἀποβάλλεται· ἀλλ᾽ ἡ ἀΐδιος οὐσία, ἢ μόνος ἐστὶ Θεὸς, τουτέστι Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, ἦν τε καὶ ἔστι, καὶ ἔσται, τροπὴν, ἢ μεταβολὴν, ἢ ἀλλοίωσιν οὐκ ἐπιδεχομένη.

ΤΙΤΛ. Γʹ. —Περὶ τοῦ ἀνθρώπου· ὅτι ἐπ᾽ ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ κατὰ θείαν δωρεὰν πρὸς τοῦ Θεοῦ διεπλάσθη, ἐντολῆς θείας δηλαδὴ φυλαττούσης τὴν χάριν. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ κατὰ αἱρέσεων ἐλέγχου, καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. —Τί τὸ κωλύον τὴν σάρκα, κ. τ. ε.

Φίλωνος, ἐκ τῶν ἐν Γενέσει ζητουμένων. —Τί ἐστιν, ἕως τοῦ ἐπιστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης; Οὐ γὰρ ἐκ γῆς διεπλάσθη μόνον ὁ ἄνθρωπος, ἀλλὰ καὶ θείου πνεύματος. Ἐπειδὴ δὲ οὐ διέμεινεν ἀδιάστροφος, προστάξεως θείας ἠλόγηκε, καὶ τοῦ κρείττονος μέρους ἀποτεμνόμενος οὐρανομίμητον πολιτείαν, ὅλον ἑαυτὸν προσένειμε τῇ γῇ. Εἰ μὲν γὰρ ἀρετῆς, ἥτις ἀθανατίζει, ἐραστὴς ἐγένετο, πάντως ἂν ἐλάμβανε κλῆρον τὸν οὐρανόν· ἐπειδὴ δὲ ἡδονὴν ἐζήτησε, δι᾽ ἧς ψυχικὸς θάνατος ἐπιγίνεται, τῇ γῇ προσενεμήθη.

ΤΙΤΛ. Δʹ. —Περὶ τοῦ Ἀδάμ· ὅτι σοφώτατος, καὶ διορατικὸς, καὶ προφήτης ὑπῆρχε πρὸ τῆς παρακοῆς. Φίλωνος ἐκ τῶν ἐν Γενέσει ζητουμένων. — Ἤγαγεν ὁ Θεὸς τὰ ζῶα πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά. Οὐ γὰρ ἐνδοιάζει Θεὸς, ἀλλ᾽ ἐπειδὴ νοῦν ἔδωκε τῷ ἀνθρώπῳ τῷ πρωτογενεῖ καὶ σπουδαίῳ, καθ᾽ ὃ ἐπιστημονικὸς ὢν, πέφυκε λογίζεσθαι, καθάπερ ὑφηγητὴς γνώριμον κινεῖ πρὸς ἐπίδειξιν οἰκείαν, καὶ ἀφορᾷ τὰ ἄριστα αὐτοῦ τῆς ψυχῆς ἔγγονα.

Φανερῶς δὲ πάλιν καὶ διὰ τούτου πᾶν τὸ ἑκούσιον καὶ ἐφ᾽ ἡμῖν διατυποῖ, τοὺς πάντα κατ᾽ ἀνάγκην εἶναι λέγοντας δυσωπῶν, ᾗ ἐπεὶ ἔμελλον οἱ ἄνθρωποι χρῆσθαι, διὰ τοῦτο ἄνθρωπον αὐτὰ θέσθαι προσέταττεν. Ἀνδρὸς δὲ ἐπιστημονικωτάτου καὶ φρονήσει διαφέροντος οἰκειότατον τοῦτο τὸ ἔργον· οὐ σοφῷ μόνον, ἀλλὰ καὶ τῷ πρώτῳ εὐγενεῖ τῶν ὀνομάτων ἡ θέσις. Ἔδει γὰρ ἡγεμόνα μὲν τοῦ ἀνθρωπείου, βασιλέα δὲ τῶν γηγενῶν πάντων, καὶ τοῦτο λαχεῖν γήρας ἐξαίρετον, ἷνα ὥσπερ πρῶτος ᾔδει τὰ ζῶα, καὶ πρῶτος ἀξιωθῇ τῆς ἐπὶ πᾶσιν ἀρχῆς, καὶ πρῶτος εἰσηγητὴς καὶ εὑρέτης γένηται τῶν ἐπωνυμιῶν. Ἄτοπον γὰρ ἦν, ἀνώνυμα αὐτὰ καταλειφθέντα, ὑπό τινος νεωτέρου προσονομασθῆναι, ἐπὶ καταλύσει τῆς τοῦ πρεσβυτέρου τιμῆς τε καὶ εὐκλείας. Καὶ θεασάμενος ὁ Ἀδὰμ τὸ πλάσμα τῆς γυναικὸς, ὡς προφήτης φησὶν, οὔτε γεγονέναι ἐκ συνομιλίας, οὔτε ἐκ γυναικὸς, ὡς οἱ μετέπειτα, ἀλλά τινα φύσιν ἐν μεθορίῳ, καθάπερ ἀπὸ ἀμπέλου κληματίδος ἀφαιρεθείσης εἰς ἑτέρας ἀμπέλου γέννησιν, διό φησιν· Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ἔφη τὸ εὐαφέστατον καὶ αἰσθητικώτατον, ἐν ᾧ καὶ τὸ ἀλγεῖν καὶ τὸ ἥδεσθαι.

Ἐκ τοῦ αὐτοῦ, ἤτοι τοῦ τελευταίου τῶν ἐν Ἐξόδῳ ζητουμένων. —Ἄβατος καὶ ἀπροσπέλαστος ὄντως ἐστὶν ὁ θεῖος χῶρος, οὐδὲ τῆς καθαρωτάτης διανοίας τοσοῦτον ὕψος προσαναβῆναι δυναμένης· ὡς θίξει μόνον ἐπιψαῦσαι ἀμήχανον ἀνθρωπίνῃ φύσει τὸ τοῦ ὄντος πρόσωπον θεάσασθαι. Τὸ δὲ πρόσωπον οὐ κυριολογεῖται· παραβολὴ δέ ἐστιν, εἰς δήλωσιν τῆς καθαρωτάτης καὶ εἰλικρινεστάτης τοῦ ὄντος ἰδέας· ἐπειδὴ καὶ ἄνθρωπος οὐδενὶ γνωρίζεται μᾶλλον, ἢ προσώπῳ κατὰ τὴν ἰδίαν ποιότητα καὶ μορφήν. Οὐ γάρ φησιν ὁ Θεὸς, ὅτι Οὐκ εἰμὶ ὁρατὸς τὴν φύσιν· τίς δὲ μᾶλλον ὁρατὸς ἢ ὁ τὰ ἄλλα πάντα γεννήσας ὁρατά; πεφυκὼς δὲ τοιοῦτος εἰς τὸ ὁρᾶσθαι, ὑπ᾽ οὐδενὸς ἀνθρώπων ὁρῶμαι, φησί.

Τὸ δὲ αἴτιον ἡ ἀδυναμία τοῦ γενητοῦ, καὶ ἵνα μὴ περιπλέκων μηκύνω, Θεὸν γενέσθαι δεῖ πρότερον· ὅπερ οὐδὲ οἷόν τε· ἵνα Θεὸν ἰσχύσῃ τις καταλαβεῖν. Ἐὰν δὲ ἀποθάνῃ μέν τις τὸν θνητὸν βίον, ζήσῃ δὲ ἀντιλαβὼν τὸν ἀθάνατον, ἴσως ὃ μηδέποτε εἶδεν, ὄψεται. Αἱ φιλοσοφίαι πᾶσαι κατά τε τὴν Ἑλλάδα καὶ βάρβαρον ἀκμάσασαι, ζητοῦσαι τὰ φύσεως, οὐδὲ τὸ βραχύτατον ἠδυνήθησαν τηλαυγῶς ἰδεῖν. Σαφὴς δὲ πίστις. Αἱ διαφωνίαι, αἱ διαμάχαι καὶ ἑτεροδοξίαι, τῶν ἑκάστης αἱρέσεως ἀνασκευαζόντων καὶ ἀνασκευαζομένων μέρη, καὶ πᾶσιν ὁρμητήρια πολέμων γεγόνασιν αἱ τῶν αἱρεσιομάχων οἰκίαι, τυφλοῦσαι τὸν δυνάμενον βλέπειν ἀνθρώπινον νοῦν ταῖς ἀντιλογικαῖς ἔρισιν μηχανοῦντα τίνα δεῖ προέσθαι, καὶ τίνα διώσασθαι. Δεῖ τὸν βουλόμενον φαντασιωθῆναι τὸν τῶν ὅλων ἄριστον, στῆναι τὸ πρῶτον κατὰ ψυχὴν, ἱδρυνθέντα παγίως γνώμῃ μιᾷ, καὶ μηκέτι πρὸς πολλὰ πλάζεσθαι· ἔπειτα δὲ στῆναι ἐπὶ φύσεως καὶ γνώμης ξηρᾶς, καὶ ἀγόνου πάντος, ὅσα φθαρτά. Ἐὰν γὰρ προσήσεταί τι τῶν μαλακωτέρων, σφαλήσεται τῆς προθέσεως· ἀδυνατήσει καὶ τὸ ὀξυωπέστατον βλέπον, ἰδεῖν τὸ ἀγένητον· ὡς τυφλωθῆναι πρότερον, ἢ θεάσασθαι διὰ τὴν ὀξυαύγειαν, καὶ τὸν ἀπεισρέοντα χείμαρρον τῶν μαρμαρυγῶν.

Οὐχ ὁρᾷς ὅτι τοῦ πυρὸς ἡ δύναμις τοῖς μὲν ἀφεστηκόσι μεμετρημένον διάστημα παρέχει φῶς, κατακαίει δὲ τοὺς ἐγγίζοντας; Ὅρα μὴ τοιοῦτόν τι πάθῃς τῇ διανοίᾳ, μή σε ὁ πολὺς πόθος ἀδυνάτου πράγματος ἀναλώσῃ.

ΤΙΤΛ. ϛʹ. —Περὶ ἀνηκόων καὶ ἀνυποτάκτων. Ἰεζεκιήλ. —Εἶπε Κύριος πρός με· Υἱὲ ἀνθρώπου, ἐν μέσῳ τῶν ἀδικιῶν αὐτῶν σὺ κατοικεῖς· οἳ ἔχουσιν ὀφθαλμούς .... διότι οἶκος παραπικραίνων ἐστί. Διὰ τοῦτο ἀποστρέφω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσεται τὰ ἅγια αὐτῶν.

Σχόλιον. Τοῦτο καὶ ἡμῖν ἐκ τῶν ἡμετέρων συμβέβηκεν ἁμαρτημάτων. Καύχημα γὰρ καὶ δόξασμα παντὸς γένους Χριστιανῶν ὁ σωτήριος σταυρὸς, καὶ ἡ ζωηφόρος ἀνάστασις ὑπῆρχον, ἅτινα διὰ τὸ μεμιαμμένον Βενετοπράσινον ὄνομα, ὃ ἐπεθήκαμεν ἑαυτοῖς, καὶ ἐβδελύχθημεν ὑπὸ Χριστοῦ τοῦ ἁγιάσαντος ἡμᾶς τῷ θείῳ αὐτοῦ ὀνόματι, εἰς χεῖρας μεμιαμμένων παρεδόθησαν καὶ ἐμιάνθησαν.

ΤΙΤΛ. Θʹ. —Περὶ ἀρχομένων· ὅτι πρὸς τὰς προαιρέσεις τῶν ἀρχομένων πονηρὰς, οὕτω καὶ ἄρχοντας λοιμοὺς καθιστᾷ τὸ θεῖον κρίμα. Φίλωνος, ἐκ τοῦ αʹ τῶν ἐν Γενέσει ζητουμένων. —Ὥσπερ κίονες οἰκίας ὅλας ὑπερείδουσιν, οὕτω καὶ αἱ θεῖαι δυνάμεις τὸν σύμπαντα κόσμον, καὶ τοῦ ἀνθρωπείου τὸ ἄριστον καὶ θεοφιλέστατον γένος.

ΤΙΤΛ. ΙΒʹ. —Περὶ ἀναρχίας· ὅτι ἐπιβλαβὴς καὶ ἐπικίνδυνος, καὶ συγχύσεως αἰτία. Ὠσῆε. —Ἀκούσατε λόγον Κυρίου, υἱοὶ Ἰσραήλ· ὅτι κρίσις πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια, οὐδὲ ἔλεος, οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ᾽ αἵμασι μίσγουσι. Διὰ τοῦτο πενθήσει ἡ γῆ, καὶ σμικρυνθήσεται ἐν πᾶσι τοῖς κατοικοῦσιν αὐτήν.

Σχόλ. Μάθωμεν διὰ τοῦ θείου τούτου, καὶ τῶν ἑξῆς, τί τὸ αἴτιον τῆς καταλαβούσης ἡμᾶς ἀναρχίας καὶ συγχύσεως, καὶ ὡς οὐκ ἄδικος ὁ Θεὸς ὁ ἐπαφήσας ἡμῖν τὴν καταδυναστείαν τὴν ἐξ ἐθνῶν. Ἐμολύναμεν γὰρ πρὸς τοῖς μυρίοις ἡμῶν ἀτοπήμασι, καὶ ἐμφυλίῳ αἵματι τὴν ἁγίαν καὶ τῷ παντὶ κόσμῳ σεβασμίαν τοῦ Θεοῦ ἡμῶν πόλιν, ὡς καὶ μετανάστην γενέσθαι ταύτης τὸν τίμιον σταυρὸν τὴν ζωὴν ἡμῶν.

ΤΙΤΛ. ΙΓʹ. —Περὶ ἀρίστων ἀνδρῶν· ὅτι σωτήριος ἡ τούτων ἐφορία καὶ ἐπιστασία τοῖς πράγμασι καὶ τῷ λαῷ. Τοῦ αὐτοῦ (Φίλωνος) ἐκ τῶν ἐν Γενέσει ζητουμένων. —Ἐάν τις κατ᾽ οἰκίαν ἢ κώμην, ἢ πόλιν, ἢ ἔθνος γένηται φρονήσεως ἐραστὴς, ἀνάγκη, τὴν οἰκίαν καὶ τὴν πόλιν ἐκείνην ἀμείνονι βίῳ χρήσασθαι.

Ὁ γὰρ ἀστεῖος κοινὸν ἀγαθόν ἐστιν ἅπασιν, ἐξ ἑτοίμου τὴν ἀφ᾽ ἑαυτοῦ προτείνων ὠφέλειαν. ΤΙΤΛ. Ιϛʹ. —Περὶ ἀκαταστάτων ἐν λογισμῷ, καὶ τῇ γνώμῃ ἀνιδρύτων. Φίλωνος, ἐκ τῶν ἐν Γενέσει ζητουμένων. — Πέφυκεν ἄφρων ἐπὶ μηδενὸς ἑστάναι καὶ ἐρηρεῖσθαι δόγματος. Ἄλλοτε γοῦν ἀλλοῖα δοξάζει, καὶ περὶ τῶν αὐτῶν ἐστιν, ὅτε μηδενὸς περὶ αὐτὰ συμβεβηκότος κοινοτέρου, τἀναντία· καί ἐστιν ἡ ζωὴ αὐτοῦ πᾶσα κρεμαμένη, βάσιν ἀκράδαντον οὐκ ἔχουσα, ἀλλὰ πρὸς τῶν ἀντισπώντων καὶ ἀντιμεθελκόντων ἀεὶ πραγμάτων.

ΤΙΤΛ. ΙΗʹ. —Περὶ ἀγγελλόντων καὶ μεσαζόντων ἀπόκρισιν. Τοῦ ἁγίου Ἰγνατίου, ἐκ τῆς πρὸς Ἐφεσίους Ἐπιστολῆς. —Πάντα ὃν ἂν πέμπῃ ὁ οἰκοδεσπότης εἰς ἰδίαν οἰκονομίαν, οὕτως ἡμᾶς δεῖ ὑποδέξασθαι, ὡς αὐτὸν τὸν πέμψαντα.

ΤΙΤΛ. ΚΑʹ. —Περὶ ἁμαρτημάτων, καὶ ὅτι τὰ ἡμέτερα ἁμαρτήματα προξενοῦσι καὶ ἄγουσιν ἐφ᾽ ἡμᾶς τὰ κακά. Κυρίλλου, ἐκ τοῦ ιεʹ κατὰ Ἰουλιανοῦ. —Πολλὰ πταίομεν ἅπαντες. Νοσεῖ γὰρ ἡ φύσις τὸ εἰς ἁμαρτίαν εὔκολον, διὰ τὸν ἐξ ἀρχῆς εἰσοικισάμενον τὸ πάθος.

Κλήμεντος, ἐκ τοῦ ηʹ Στρωμ. —Φοβηθῶμεν, οὐχὶ νόσον τὴν ἔξωθεν, ἀλλὰ ἁμαρτήματα δι᾽ ἃ ἡ νόσος. Τοῦ αὐτοῦ (Φίλωνος) ἐκ τῆς τῶν ἐν Ἐξόδῳ Ζητημάτων. —Ἡ φορὰ τῶν κακιῶν ἀνακυκᾷ καὶ στροβεῖ τὴν ψυχὴν, ἴλιγγον αὐτῇ περιτιθεῖσα, τὸν καλύπτοντα, καὶ καμμύειν ἐκβιαζόμενον τὴν φύσει μὲν πρέπουσαν ὄψιν, ἐπιτηδεύσει δὲ τυφλουμένην.

Τῶν αὐτῶν. —Οὐδὲν ἀναντίον καὶ μαχόμενον ταῖς ὁσιωτάταις τοῦ Θεοῦ δυνάμεσιν, ὡς ἀδικία. ΤΙΤΛ. ΜΒʹ. —Περὶ ἁμαρτάνοντος καὶ σφάλλοντος· ὅτι δεῖ αὐτὸν ἐντρέπεσθαι, καὶ μὴ ἀντιῤῥημονεῖν τῷ ἐλέγχοντι. Φίλωνος, ἐκ τῶν ἐν Γενέσει Ζητουμένων. — Τὸ μὴ ἁμαρτάνειν μηδὲν τὸ παράπαν, μέγιστον ἀγαθόν· τὸ ἁμαρτάνοντα ἐκτραπῆναι, συγγενὲς ἐκείνου· νεώτερον ὡς ἄν τις εἴποι παρὰ πρεσβύτερον.

Εἰσὶ γὰρ οἱ ἐπὶ ἁμαρτανομένοις, ὡς ἐπὶ κατορθώμασιν ἀγαλλόμενοι, δυσίατον, μᾶλλον δὲ ἀνίατον νόσον ἔχοντες. ΤΙΤΛ. ΜΔʹ. —Περὶ ἁγίων καὶ μακαριζομένων ἀνδρῶν, ἐφ᾽ οἷς δρῶσι, καὶ ὑπὲρ ὧν τετύχασιν. Τοῦ Νύσσης, ἐκ τοῦ εἰς τὸν ἅγιον Ῥωμανόν. —Οὐ μήρυνθον λεπτὴν διαθέουσιν οἱ θαυματοποιοὶ τοῦ Χριστοῦ, οὐδὲ ξίφεσιν ἐπικυβιστῶντες γυμνοῖς, τέχνῃ τὰς πληγὰς διαφεύγουσι, ἀλλ᾽ ἀντὶ μὲν σχοινίου τὴν στενὴν καὶ ἀμφίκρημνον τῆς εὐσεβείας ὁδὸν ἀσαλεύτῳ βήματι διατρέχουσι. Τῶν δὲ τυραννουμένων ξιφῶν τὰς ἀκμὰς τῇ τῶν πληγῶν φιλοτιμίᾳ ἀμβλύνουσιν, οὐ τὸ μὴ πάσχειν τέχνην ποιούμενοι, ἀλλὰ τὸ νικᾷν ἐν τῷ πάσχειν ἀσκούμενοι, ΤΙΤΛ. ΜΖʹ. —Περὶ τοῦ ἄφευκτον εἶναι τὸν Θεὸν καὶ ἀπερίγραπτον· καὶ ὅτι πάντα περιδέδρακται, καὶ ἐφορᾷ, καὶ οὐδὲν αὐτῷ λέληθεν.

Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας. —Ὁ Θεὸς τὰ πάντα πληροῖ, ὑπ᾽ οὐδενὸς περιοριζόμενος. Ὁ γὰρ ὑπὸ τόπου μὴ περιοριζόμενος, πάντως ἐν παντὶ τόπῳ, κατὰ τὴν τοῦ Δαβὶδ ὑμνολογίαν, ἔσται. Εἰ γὰρ ἔξω λέγοιτο τόπου τινὸς, ἀνάγκη περιορίζεσθαι αὐτὸν ὑπ᾽ ἐκείνου, οὗπερ στηρίσκεται. Ὅλος οὖν ἐν παντὶ γενόμενος, οὐδαμῶς ἐξ ἑτέρων εἰς ἑτέρους μεθίσταται τόπους, τὰ πάντα πληρῶν.

Τοῦ ἁγίου Διαδόχου. —Τὰ μηδέπω ὄντα ὡς παρόντα μόνος ὁ Θεὸς καθορᾷ. Εἰ ἐν εἴδει ἦν ἡ θεία ἐκείνη καὶ ἄφραστος φύσις, οὐκ ἂν τὰ μηδέπω ὄντα ἐθεώρει ὡς ὄντα. Τοῦ αὐτοῦ. —Μόνου τοῦ ἐνανθρωπήσαντος Θεοῦ Λόγου ὑπάρχει ἴδιον, τοῦ καὶ τῇ γῇ ταύτῃ φαινομένου ἀφαντάστως, καὶ τῶν οὐρανῶν μὴ ἀπολειπομένου, ἀλλὰ πάντα ὡς ἀεὶ περιέχοντος διὰ τὸ τῆς θείας φύσεως ἀπερίγραπτον· ἥκιστα δὲ καὶ ἄγγελοι. Ἐν ᾧ γὰρ χρόνῳ ἐν τῷ κόσμῳ ἀποστελλόμενοι ὦσιν, οὐ δυνατὸν εἶναι αὐτοὺς ἐν τῷ αὐτῷ τόπῳ, καὶ ὑπεράνω τοῦ οὐρανοῦ.

Εἰρηναίου, ἐκ τοῦ τετάρτου ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. —Ἅπαντα μέτρῳ, κ. τ. ε. Τοῦ αὐτοῦ (Φίλωνος) ἐκ τοῦ τελευταίου τῶν ἐν Ἐξόδῳ Ζητημάτων. —Περιέχει τὰ πάντα ὑπ᾽ οὐδενὸς περιεχόμενος. Ὡς γὰρ ὁ τόπος περιεκτικὸς σωμάτων ἐστὶ καὶ καταφυγὴ, οὕτω καὶ ὁ θεῖος Λόγος περιέχει τὰ ὅλα καὶ πεπλήρωκεν.

ΤΙΤΛ. ΜΗʹ. —Περὶ τοῦ ἀκατάληπτον εἶναι τὸν Θεὸν καὶ τὰ ἔργα αὐτοῦ. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. —Ἐδίδαξεν ἡμᾶς ὁ Κύριος, κ. τ. ε. Ἐκ τοῦ βʹ τῶν αὐτῶν. —Ὁ ὑγιὴς νοῦς καὶ ἀκίνδυνος, κ. τ. ε Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ ιηʹ τῶν κατὰ Ἰουλιανοῦ. —Δεῖν οἶμαι τὰ ὑπὲρ ἡμᾶς ἀβασανίστῳ τῇ πίστει τιμᾷν. Ἀσθενεῖ γάρ πως ἀνθρώπινος νοῦς, εἴς γε τὸ δύνασθαι συνιέναι πάντα.

Τοῦ ἁγίου Διονυσίου Ἀλεξανδρείας, περὶ φύσεως. —Οὐχ ἁπλῶς τῶν μεριστῶν τοῦ κόσμου, καὶ τῶν ὑπ᾽ αὐτὸν, καὶ τοῦ ἀριθμοῦ τοῦ αἰῶνος, ἀλλὰ πάντων καὶ τῶν ἐλαχίστων ἄπειρος, ἀτέλεστος τῶν ἐν ἀνθρώποις ἡ γνῶσις.

Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας, ἐκ τοῦ περὶ ψυχῆς. —Οὐ νόμων καὶ χρόνων ῥηταῖς τὸ Θεῖον ὑπόκειται περιγραφαῖς. Ἀθηνοδώρου. —Ἄλλη μὲν τοῖς ἐκκεκαθαρμένοις παντελῶς τὴν διάνοιαν ἁρμόζει θεολογία, ἡ μάλιστα ἀληθής. Ἄλλη δὲ τοῖς πολλοῖς ἡ δυναμένη τὴν διάνοιαν αὐτῶν εἰς εὐσέβειαν ἐκκαλεῖσθαι καὶ δικαιοπραγίαν, ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ ἀπαλλάττουσα τοῦ θηριώδους βίου.