Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἱερὰ Παράλληλα

Ἰωάννης ὁ Δαμασκηνός

Στοιχείο Α': Αγάπη, τελική κρίση και ανάσταση των σωμάτων

Ανθολόγιο κειμένων για την αγάπη προς τον Θεό, τον φόβο, την έσχατη κρίση, καθώς και εκτενής απολογητική θεμελίωση της αναστάσεως των σωμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 10

ΤΙΤΛ. ΜΘʹ. —Περὶ ἀγάπης καὶ φόβου πρὸς Θεόν· καὶ ὅτι παντὸς ἀγαθοῦ ὑπερέχουσιν. Τοῦ ἁγίου Κλήμεντος ἐπισκόπου Ῥώμης. — Αὐταρκὴς εἰς σωτηρίαν ἡ εἰς Θεὸν ἀνθρώπου ἀγάπη. Εὐγνωμοσύνης γάρ ἐστι τὸ πρὸς τὸν τοῦ εἶναι ἡμᾶς αἴτιον ἀποσώζειν στοργὴν, ὑφ᾽ ἧς καὶ εἰς δεύτερον καὶ ἀγήρω αἰῶνα διασωζόμεθα.

Τοῦ αὐτοῦ. —Ἐπείρασεν ὁ Θεὸς τὸν Ἀβραὰμ, οὐκ ἀγνοῶν τίς ἦν, ἀλλ᾽ ἵνα τοῖς μετὰ ταῦτα δείξῃ, καὶ μὴ κρύψῃ τὸν τοιοῦτον, καὶ διεγείρῃ εἰς μίμησιν τῆς ἐκείνου πίστεως καὶ ὑπομονῆς, καὶ πείσῃ, καὶ τέκνων στοργῆς ἀμελεῖν πρὸς ἐκπλήρωσιν θείου προστάγματος. Ὅθεν ἔγγραφον περὶ αὐτοῦ ἱστορίαν γενέσθαι ᾠκονόμησεν.

Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ κατὰ αἱρέσεων εʹ λόγου. —Ὅσα τὴν πρὸς Θεὸν τηρεῖ φιλίαν, κ. τ. ε. Σευηριανοῦ ἐπισκόπου Γαβάλων, ἐκ τοῦ περὶ αἱρετικῶν. —Ἀρχὴ σωτηρίας ἀνθρώπων ὁ τοῦ Θεοῦ φόβος, καὶ ῥίζα πάντων ἡμῖν ἀγαθῶν ὁ τοῦ Θεοῦ νόμος. Οὔτε δὲ Θεὸς ἄνευ φόβου, οὔτε φόβος ἄνευ νόμου. Ὁ μὲν γὰρ νόμος τῶν ἐπιτεταγμένων ὑπηρέτην ἔχει τὸν φόβου· ὁ δὲ φόβος τῶν προτεταγμένων δικαστὴν ἔχει τὸν νόμον· ὁ μὲν οὖν φόβῳ τῷ νόμῳ προσερχόμενος καὶ τῷ τὸν νόμον διδόντι Θεῷ, ἁγίοις ἐμπολιτεύεται, καὶ ὁσίοις συναναστρέφεται.

Ὁ δὲ κατατολμῶν τοῦ θείου λόγου, οὔτε τῆς χάριτος ἀξιοῦται, ἀλλὰ καὶ τῆς εὐσεβείας ἐκβάλλεται. ΤΙΤΛ. ΝΑʹ. —Περὶ ἀντιλογίας πρὸς Θεόν· καὶ ὅτι οὐ δεῖ ἀντιλογεῖν, ἢ δικαιολογεῖσθαι πρὸς αὐτὸν, ἢ πολλὰ ῥήματα περὶ αὐτοῦ λέγειν.

Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. —Εἰ δὲ λέγει τις, κ. τ. ε. ΤΙΤΛ. ΝΕʹ. —Περὶ ἀνακαινισμοῦ τῶν ὁρωμένων, λέγω δὴ οὐρανοῦ καὶ γῆς. Τοῦ ἁγίου Εἰρηναίου. —Οὐχ ἡ ὑπόστασις, οὐδὲ ἡ οὐσία, κ. τ. ε.

ΤΙΤΛ. Ξʹ. —Περὶ ἀγάπης, καὶ εἰρήνης, καὶ ὁμονοίας καὶ εἰρηνοποιῶν. Διονυσίου Ἀλεξανδρείας, ἐκ τῆς δʹ ἑορταστικῆς ἐπιστολῆς. —Ἡ ἀγάπη προπηδᾷ πάντως, τὶ ὀνῆσαι καὶ ἄκοντα θηρωμένη, καὶ πολλάκις ὀκνοῦντά τινα ὑπ᾽ αἰδοῦς· καὶ διὰ τὸ μὴ βούλεσθαι βαρὺν ἑτέρῳ γενέσθαι τὸν εὖ πάσχειν παραιτούμενον, καὶ μᾶλλον αὐτὸν δυσφορεῖν στέργοντα τοῖς ἰδίοις ἀλγεινοῖς, ὑπὲρ τοῦ μὴ πράγματά τινι καὶ ὄχλησιν παρασχεῖν, ὁ πλήρης ἀγάπης πολλὰ καθικέτευσεν ἀνασχέσθαι καὶ ὑπομένειν ὡς ἀδικούμενον, καὶ ἐπικουρούμενον, καὶ χάριν ἄλλῳ μεγίστην, οὐχ ἑαυτῷ παρασχεῖν τὸ ἑαυτοῦ δι᾽ ἐκείνου λωφῆσαι κακόν.

Κλήμεντος, ἐκ τοῦ ηʹ Στρωμάτων. —Ἀγάπη ἑκουσίων ἄρχει, ἀκόντων δὲ φόβος οὗτος ὁ φαῦλος. Ὁ δὲ εἰς ἀγαθὸν παιδαγωγῶν ἡμᾶς, εἰς Χριστὸν ἄγει, καὶ ἔστι σωτήριος. ΤΙΤΛ. ΞΑʹ. —Περὶ ἀληθείας καὶ μαρτυρίας πιστῆς.

Ἐκ τοῦ αὐτοῦ (Ἰουστίνου) πρὸς Ἀντωνίνον αὐτοκράτορα. —Τοὺς κατὰ ἀλήθειαν εὐσεβεῖς καὶ φιλοσόφους μόνον τἀληθὲς τιμᾷν καὶ στέργειν ὁ λόγος ὑπαγορεύει, παραιτουμένους δόξαις πολλῶν ἐπακολουθεῖν, ἐὰν φαῦλαι ὦσιν. Οὐ γὰρ μὴ ἕπεσθαι τοῖς ἀδίκως τι πράξασιν, ἢ δογματίσασιν, ὁ σώφρων λόγος ὑπαγορεύει, ἀλλὰ ἐκ παντὸς τρόπου, καὶ πρὸ τῆς ἑαυτοῦ ψυχῆς τὸν φιλαληθῆ, κἂν ὁ θάνατος ἀπειλῆται, τὰ δίκαια πράττειν τε καὶ λέγειν αἱρεῖσθαι δεῖ. Λανθάνει μὲν ὡς εἰκὸς αὐτοὺς, ὡς ἐκ πλάνης τῇ ἀληθείᾳ διὰ τῆς ὄντως πίστεως ἐξεστηκὼς, αὐτὸς δὲ ἀληθῶς οἶδεν ἑαυτὸν, οὐχ, ὅ φασιν ἐκεῖνοι, μαινόμενον, ἀλλὰ τῆς ἀστάτου καὶ ἀλλοιωτῆς περὶ τὴν παντοδαπῆ τῆς πλάνης ποικιλίαν φθορᾶς, διὰ τῆς ἁπλῆς καὶ ἀεὶ ὡσαύτως ἐχούσης ἀληθείας ἠλευθερωμένον.

Τοῦ αὐτοῦ, ἐκ τοῦ περὶ ἀναστάσεως. —Ὁ μὲν τῆς ἀληθείας λόγος ἐστὶν ἐλεύθερος, κ. τ. ε. Τοῦ ἁγίου Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος, ἐκ τοῦ εʹ μέρους τῆς ἀπολογίας αὐτοῦ. —Τὸ εὖ πράττειν ἡγοῦμαι, ὦ ἄνδρες, οὐκ ἄλλο τι εἶναι, ἢ τὸ κατὰ ἀλήθειαν ζῇν. Τὸ δὲ εὖ ζῇν καὶ κατὰ ἀλήθειαν, οὐκ ἄνευ τοῦ κατανοῆσαι τὴν τῶν πραγμάτων φύσιν.

Τοῦ αὐτοῦ, ἐκ τοῦ πρὸς Τρύφωνα βʹ λόγου. — Πᾶς ὁ δυνάμενος λέγειν τὸ ἀληθὲς, καὶ μὴ λέγων, κριθήσεται ὑπὸ τοῦ Θεοῦ. Τοῦ ἁγίου Ἐφραιμίου ἀρχιεπισκόπου Ἀντιοχείας, ἐκ τοῦ γʹ κεφαλαίου τοῦ περὶ τοῦ γραμματικοῦ Ἰωάννου καὶ τῆς συνόδου. —Αὐταρκής ἐστιν ἡ ἀλήθεια, τοὺς πειρωμένους διαφιλονεικεῖν πρὸς ἑαυτὴν μεθιστᾷν· ὅπως ἂν διαῤῥήδην γνωρίζοιτο, ὡς ἀήττητον ὅπλον καὶ παντάπασιν ἄμαχον καθέστηκεν.

Ἀντιπάτρου ἐπισκόπου Βοστρῶν. —Αὐταρκὴς πρὸς συνηγορίαν ἑαυτῇ ἡ ἀλήθεια, τοῖς ὀξεῖ τῷ τῆς ψυχῆς ὄμματι βλέπουσιν. Φίλωνος, ἐκ τοῦ βʹ τῶν ἐν Ἐξόδῳ Ζητημάτων. — Παρ᾽ ἐνίοις νομοθέταις ἀπείρηται μαρτυρεῖν ἀκοῇ, ὡς τὸ μὲν ἀληθὲς ὄψει πιστούμενον, τὸ δὲ ψεῦδος ἀκοῇ.

ΤΙΤΛ. ΞΔʹ. —Περὶ τῶν ἀποδεχομένων τὰ πονηρὰ, καὶ ἀτιμαζόντων τὸ δίκαιον. Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ αʹ βιβλίου τῶν κατὰ Ἰουλιανοῦ. —Ἐντεῦθεν οἶμαι καταθρῆσαί τε ῥᾷον, κ. τ. ε. ΤΙΤΛ. ΞΗʹ. —Περὶ ἀπραγμοσύνης καὶ ἡσυχίας· καὶ ὅτι τὸ ἠρεμεῖν τὴν τοῦ Θεοῦ γνῶσιν προξενεῖ.

Τοῦ ἁγίου Σεραπίωνος, ἐκ τῆς νεʹ ἐπιστολῆς. — Ἁρμόζει τῷ ἐγκρατεῖ καὶ τοὺς ὄχλους φυγεῖν, ἵνα τὸν νοῦν ἀπερίσπαστον ἔχῃ, καὶ τὴν καρδίαν ἀτάραχον· πολλὴ γὰρ ἐν τοῖς ὄχλοις ἡ ταραχή. Ἐκ τῆς αὐτῆς. —Μέγας συνεργὸς πρὸς τελειότητα τῶν ἀνθρώπων ἐστὶν ἡ ἀναχώρησις.

Διδύμου, ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην. —ᾯ ἔρως εἰσέρχεται γνῶσιν ἁγίαν ἔχειν, σχολασάτω ἀπὸ τοῦ κόσμου, καὶ τῆς ἐπιθυμίας αὐτοῦ, καὶ τῶν τῆς σαρκὸς ἔργων, ἵνα προσβαλῇ αὐτῷ εἰρηκότι, Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός.

Φίλωνος, ἐκ τοῦ δʹ τῶν ἐν Γενέσει Ζητημάτων. —Ὁ σοφὸς ἠρεμίαν καὶ ἀπραγμοσύνην μεταδιώκει, ἵνα τῶν θείων ἐν εὐκαιρίᾳ ἐπιτύχῃ. Ἐκ τοῦ εʹ τῶν αὐτῶν. —Οὕτως γὰρ ὁ σοφίας ἐραστὴς οὐδενὶ τῶν εἰκαιοτέρων κἂν συμπεφυκὼς τυγχάνῃ, σύνεστιν, ἢ συνδιατρίβει πονηροτάτῳ, διεζευγμένος τῶν πολλῶν διαλογισμῶν, δι᾽ οὓς οὔτε συναποδημεῖν, οὔτε συμπολιτεύεσθαι, οὔτε συζῇν λέγεται.

Τοῦ αὐτοῦ. —Ὁ σοφὸς μέτοικος καὶ μετανάστης ἐστὶν, ἐκ τοῦ περιπεφυρμένου βίου πρὸς εἰρηναίοις καὶ μακαρίοις πρέπουσαν ζωήν. ΤΙΤΛ. ΟΑʹ. —Περὶ ἀμοιβῆς καὶ ἀνταποδόσεως ἐν ἡμέρᾳ κρίσεως· καὶ ὅτι αἰώνια καὶ ἀτελεύτητα τὰ ἑκατέροις ἀποκείμενα, εἴτε ἀγαθὰ, εἴτε δεινὰ κολαστήρια.

Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνων, ἐκ τοῦ Κατὰ αἱρέσεων βιβλίου βʹ. —Ἀλλ᾽ ὡς εἷς ἕκαστος ἡμῶν, κ. τ. ε. Τοῦ αὐτοῦ, ἐκ τοῦ εʹ βιβλίου τῶν αὐτῶν. — Αἰώνια δὲ καὶ ἀτελεύτητα παρὰ Θεοῦ τὰ ἀγαθά, κ. τ. ε.

Τοῦ ἁγίου Μελετίου ἐπισκόπου Ἀντιοχείας. — Πάντες δὲ δίκαιοι καὶ ἄδικοι ἐνώπιον τοῦ Θεοῦ Λόγου ἀχθήσονται. Τούτῳ γὰρ ὁ Πατὴρ τὴν πᾶσαν κρίσιν δέδωκε, καὶ αὐτὸς βουλὴν Πατρὸς ἐπιτελῶν, κριτὴς παραγίνεται. Ὃν Χριστὸν προσαγορεύομεν, Θεὸν ἐνανθρωπήσαντα. Οὐ γὰρ Μινὼς ἢ Ῥαδάμανθος κριταὶ, οἱ καθ᾽ ὑμᾶς, Ἕλληνες, ἀλλ᾽ ὃν ὁ Θεὸς ἐδόξασε καὶ Πατὴρ, περὶ οὗ ἐν ἑτέροις λεπτομερέστερον διεληλύθαμεν πρὸς τοὺς ἐπιζητοῦντας τὴν ἀλήθειαν. Οὗτος τὴν Πατρὸς εἰς πάντας δικαίαν κρίσιν ποιούμενος ἑκάστῳ κατὰ τὸ ἴδιον παρεσκεύασε δίκαιον. Οὗ τῇ κρίσει παραστάντες ἄγγελοί τε καὶ ἄνθρωποι, καὶ δαίμονες μίαν ἀποφθέγξονται αὐτῷ φωνὴν, λέγοντες· Δικαία ἡ κρίσις σου. Ἧς φωνῆς τὸ ἀνταπόδομα ἐπ᾽ ἀμφοτέροις τὸ δίκαιον ἐπάγει· τοῖς μὲν εὖ πράξασι καὶ δικαίως τὴν ἀΐδιον τῶν ἀγαθῶν ἀπόλαυσιν παρέχον, τοῖς δὲ τῶν φαύλων ἐργάταις, τὴν ἀΐδιον κόλασιν ἀπονέμον· καὶ τούτοις μὲν τὸ πῦρ ἄσβεστον διαμένει. Σκώληξ δέ τις ἔμπυρος μὴ τελευτῶν, μηδὲ σῶμα διαφθείρων, ἀπαύστῳ ὀδύνῃ ἐκ στόματος ἀναβράσσων παραμένει.

Τούτους οὐχ ὕπνος ἀναπαύσει, οὐ παράκλησις συγγενῶν μεσιτευσάντων ὀνήσει. Οὐ γὰρ ἔτι δίκαιοι ὑπ᾽ αὐτῶν ὁρῶνται, οὐδὲ μνήμης γίνονται ἄξιοι. Μόνον δὲ οἱ δίκαιοι δικαίων μέμνηνται ἔργων, δι᾽ ὧν ἐπὶ τὴν οὐράνιον βασιλείαν κατήντησαν· ἐν ᾗ οὐ πόνος, οὐ λύπη, οὐ φθορὰ, οὐ φροντίς.

Τοῦ ἁγίου Ἐφραὶμ, ἐκ τοῦ εἰς τὸν Κάϊν. —Μὴ ἀπιστήσῃς, αἱρετικὲ, ὅτι ἐστὶ κρίσις ψυχῶν καὶ σωμάτων, ἐπειδὴ ἔχεις τεκμήριον. Σόδομα ζῇ, καὶ νεκρά ἐστι· ζῇ κρινομένη, καὶ τέθνηκε κατηργημένη. Βλέπεις τὸ πῦρ, καὶ οὐχ ὁρᾷς αὐτό. Σμύχεται, καὶ οὐ καπνίζεται· φθείρεται, καὶ οὐ φθείρεται· μειοῦται, καὶ τέθηλεν· ἔχει ὑπόστασιν, καὶ εἰς οὐδέν ἐστι χρήσιμον. Ὢ τῆς τοῦ Θεοῦ σοφίας! ὅτι ἐλέγχων σιωπᾷ, καὶ διδάσκων οὐ πάρεστι, καὶ ἀπειλῶν οὐ φαίνεται. Ὢ τῆς ἐνεργείας τῆς Θεότητος! ὅτι ἔδωκε τὴν ἀπόφασιν ἐν τοῖς μὴ πάσχουσιν, ᾐνίξατο ἐν τῇ γῇ τῶν Σοδόμων τὴν μέλλουσαν ἀπέραντον κόλασιν, ἵνα προαναστομώσῃ τῶν κακῶν τὴν μοχθηρίαν, ὅτι μετάνοια τοῖς ἀποβλητοῖς οὐ δίδοται. Ὥσπερ γὰρ ἡ γῆ Σοδόμων ἔχει πᾶσαν ὑπόστασιν, ἐνεργεῖν δὲ οὐ δύναται, οὕτω καὶ οἱ ἀσεβεῖς τότε κρίνονται, τῆς προαιρέσεως μὲν καὶ τοῦ λογικοῦ ἔχοντες τὴν ὑπόστασιν, ἐστερημένοι δὲ τῆς πράξεως διὰ τὴν κόλασιν. Εἰ τοίνυν ἐν ἀψύχῳ γῇ κρατεῖ διηνεκῶς ἡ ἀπόφασις, πόσῳ μᾶλλον ἐν λογικοῖς ἀνθρώποις;

Ἔχεις πρὸ ὀφθαλμῶν τὸ πῦρ τὸ φλέγον, καὶ μὴ καταφλέγον· ἔχεις καὶ τὸ πρόσκαιρον αἰώνιον, καὶ τὸ θνητὸν ἀθάνατον. Φοβηθῶμεν τὸ μέλλον, ἐκ τῶν ὑποδειγμάτων τὰ δεινὰ μανθάνοντες. ΤΙΤΛ. ΟΓʹ. —Περὶ τῆς φοβερᾶς ἀναστάσεως.

Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. —Πῶς τὴν σάρκα λέγουσιν, κ. τ. ε. Τοῦ αὐτοῦ, ἐκ τοῦ εʹ ἐλέγχου. —Ἐπειδὴ μέλη αὐτοῦ ἐσμεν, κ. τ. ε. Καὶ μετὰ βραχέα. —Ὡς οὖν ὁ εἰς ψυχὴν ζῶσαν γεγονὼς, κ. τ. ε. Ἐκ τοῦ αὐτοῦ λόγου. —Μετασχηματίσει, φησὶ, τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, κ. τ. ε.

Τοῦ ἁγίου Ἰουστίνου τοῦ φιλοσόφου καὶ μάρτυρος, ἐκ τοῦ περὶ ἀναστάσεως. —Ὁ μὲν τῆς ἀληθείας λόγος ἐστὶν ἐλεύθερος καὶ αὐτεξούσιος, κ. τ. ε. Τοῦτο τοῦ ἁγίου ἱερομάρτυρος Μεθοδίου Πατάρων ἐστίν. —Ἄτοπον δὲ κἀκεῖνο προφανῶς, τὸ οἴεσθαι σῶμα ἐν τῇ εἰς αἰῶνας διαγωγῇ μὴ συνέσεσθαι τῇ ψυχῇ, κ. τ. ἑ.

Ἐκ τοῦ αὐτοῦ. —Ἐπειδὴ μεθόριος τῆς ἀφθαρσίας ἐγένετο, κ. τ. ἑ. Ἐκ τοῦ αὐτοῦ. —Εἰ ἐκ τοιαύτης σταγόνος βραχείας, κ. τ. ἑ. Τοῦ ἁγίου Τίτου ἐπισκόπου Βόστρων ἐκ τοῦ κατὰ Μανιχαίων λόγου αʹ. —Πῶς οὖν, φῆς, ἀναστήσεται τὸ σῶμα; Εἰ σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐ τοίνυν ἐστὶ, φασὶν, νεκρῶν ἀνάστασις. Οὔτε τοῖς ἀνωτέρω διὰ πλειόνων λεχθεῖσι τὸν νοῦν οὐ παρέχουσιν, ἀλλ᾽ ὥσπερ τινὲς ἐν διαμοναῖς πραγμάτων ἀδικωτάτων, τὸ ἑαυτοῖς προσφιλὲς εἰς τὴν ὑπόνοιαν τῆς σφετέρας ἀσεβείας, οὐ τὸ δίκαιον αἱροῦνται. Οὐκ ἔστι σὰρξ ἐμπαθὴς ἀνισταμένη, φησὶν ὁ Ἀπόστολος, οὐδὲ παχὺ σῶμα αὖθις μετὰ τῶν παθῶν πολιτεύεται. Διὸ ἐπάγει σαφῆ ἑρμηνείαν τῆς ἐπαπορήσεως· Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Ὥστε μεταβολὴν ἕξομεν οἱ σωθησόμενοι ἐπί τινα κρείττονα σωμάτων κατάστασιν. Καὶ σῶμα μὲν ἔσται τὸ ἐκ μεταβολῆς διδόμενον ἡμῖν, οὐκέτι δὲ σὰρξ καὶ αἷμα ἀσθενείᾳ συμπεπλεγμένα. Οὐ γὰρ εἴ τι σῶμα, πάντως καὶ σάρξ. Ἥλιος γοῦν, καὶ σελήνη, καὶ πᾶς ὁ οὐράνιος, χορὸς, σῶμα μὲν καθόλου τυγχάνει, σὰρξ δὲ οὐδαμῶς.

Τοιαύτην τινὰ ἰδέαν λήψεται τὸ ἀνιστάμενον σῶμα, ὥστε τὰς τῶν ἁγίων ψυχὰς συνοικήσειν σώματι λοιπὸν, οὐκέτι γε τροφῆς δεομένῳ σαρκικῆς, οὐκέτι δὲ ἡδοναῖς τε, καὶ λύπαις, καὶ ἀλγηδόσι περιπίπτοντι, ἀλλ᾽ εὖ μάλα ὁμοδόξῳ τῇ ψυχῇ προσάπαν τὴν ἔνθεον λατρείαν μηδέποτε ἀνατείνοντι, πεπαυμένων τῶν ἀγωνισμάτων, καὶ πρὸς ἀνάπαυλαν τῆς ψυχῆς ἀνακεχωρηκυίας δόγματι Θεοῦ. Ἐπὶ δὲ τούτοις σαφηνίζει ἅπαντα τὸν λόγον, καὶ τὸν τρόπον τῆς ἀναστάσεως ἐξηγεῖται λέγων, ὅτι Δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Ἀληθὲς ἂν εἴη τό· Ἡ φθορὰ τὴν ἀφθαρσίαν οὐ κληρονομεῖ. Εἰ μὲν γάρ τις τοῦτο ἔλεγεν, ὅτι ἡ σὰρξ ἅμα τοῖς ἐμφύτοις πάθεσιν αὖθις ἀναστᾶσα ζήσεται, τὰ αὐτὰ πάσχουσά τε, καὶ δρῶσα ἅμα τῇ ψυχῇ, ἦν ἂν ἄλογος οὐκ ἔχουσα ἀγαθὴν ἐλπίδα. Εἰ δὲ μεταβολὴν αὐτὸ δὴ τοῦτο λαμβάνει κρείττονος καὶ μακαρίας ἕξεως, ὅπερ δεικτικῶς σημαίνει, φάσκων· Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· δικαία μὲν τοῦ συγκαμόντος ἐργαλείου τῇ ψυχῇ ἡ ἀπόδοσις, οὐκ ἐπιζήμιος δὲ καὶ ἔτι ἐπίπονος ταύτῃ. Ἀλλ᾽ ἐν τῷ μακαρίῳ ταύτας ἔσεσθαι τῶν σωζομένων τὰς ψυχὰς, ἀπειληφυίας μὲν τὸ σύμφυτον αὐταῖς σῶμα, οὐ μέντοι βαρὺ, καὶ γεῶδες, καὶ σαρκικῆς ἐπιθυμίας γέμον, καθάπερ τὴν ἀρχὴν, ὅτε δὴ προσῆκον ἦν τῷ ἀγῶνι τῆς ἀρετῆς ἐνευδοκιμῆσαι ταύταις.

Ἀδικία γὰρ, εἰ μὴ τὸ συμπονῆσαν τῇ ψυχῇ σῶμα κατὰ τήνδε τὴν πολιτείαν, ἀποδῴη συναπόλαυσιν αὐτῇ τῶν ἐπάθλων.

Ἀντιπάτρου Βόστρων, ἐκ τῆς κατὰ τῶν βλασφημιῶν τοῦ δυσωνύμου Ὠριγένους πραγματείας ἐν κεφαλ. ιεʹ. —Τὴν τῶν ὁρωμένων ἁπάντων διάκρισιν, ἀπὸ σχημάτων ἢ χρωμάτων ἐπιγινώσκειν καὶ διακρίνειν οἱ τῆς φύσεως, οἵ τε τῆς διδασκαλίας παραδεδώκασι νόμοι. Ὅθεν ἀκούοντές τινων ἐν ὑποστάσει θεωρουμένων, καὶ ἀκριβῶς γινωσκομένων, εὐθὺς ἀναπλάττομεν τῇ διανοίᾳ καὶ μὴ παρόντα, καὶ τότε σχῆμα, καὶ εἶδος τυπούμενοι, ἐπιγινώσκομεν τὸ σημανθὲν, καὶ πάλιν ὁρῶντες τὸ σχῆμα, γνωρίζομεν καὶ διακρίνομεν τί τὸ ὁραθὲν, ἐκ μόνου τοῦ σχήματος· ὅτι ἀληθῶς τοῦτο καὶ ἀπλανῶς θεωροῦμεν, κἂν ἢ γραφῇ, ἢ πλάσει τυγχάνῃ, ἐκ τοῦ σχήματος γινώσκομεν, ὅπερ καλέσομεν· οὕτως ἀκούσαντες ἥλιον, γινώσκομεν, καὶ τὸ σχῆμα, καὶ τὴν ἐνέργειαν· καὶ οὐρανὸν δὲ ὁμοίως, καί τι τῶν ζώων, ἢ φυτῶν, ἢ σπερμάτων, ἔκ τε σχήματος, ἔκ τε χρώματος διαγινώσκομεν.

Οὕτως ἐκ τῶν σχημάτων πᾶσαν γραμμὴν διακρίνομεν, καὶ οὐκ ἄν ποτε ἀκούσαντες τρίγωνον, τετράγωνον ἔγνωμεν, ἐπεὶ οὐκ ἂν τρίγωνον ἔγνωμεν· οὐδὲ τὸ ἄλφα, βῆτα ὀνομάζομεν, ἢ ἕτερόν τι· ἐπεὶ οὐκ ἂν εἴη ἄλφα. Καὶ οὗτος καθόλου κανὼν παρὰ ἀνθρώποις ἀσάλευτος, μέχρις οὗ ἐν τῷ ἰδίῳ σχήματι μένει τι, ἐκεῖνο εἶναι λέγεται, ὅπερ σημαίνεται. Εἰ δὲ τὸ σχῆμα, καὶ μάλιστα μετὰ τῆς ἐνεργείας, ἀμείψει, οὐκ ἔτι ἂν εἴη ἐκεῖνο ὃ λέγεται, ἀλλ᾽ ἕτερον παρ᾽ ἐκεῖνο.

Οὕτω ποῦ καὶ ὁ ἄνθρωπος, μέχρι τότε ἄνθρωπος λέγεται κυρίως, ἕως ἐν τοῖς ἰδίοις ὅροις τοῦ σχήματος μένει· εἰ δὲ τὸ σχῆμα ὅπερ ἐξ ἀρχῆς εἴληφε, μεταβάλλει, ἄλλοτι, οὐκ ἄνθρωπος κυρίως λεχθήσεται. Ὅθεν θανάτῳ διαλυομένου τοῦ ζώου, εἴτε τὴν κόνιν, εἴτε τι θεασώμεθα τῶν ὀστῶν, ἢ καὶ περὶ ψυχῆς λαλῆσαί τι βουληθῶμεν, ἀνθρώπου ταῦτα καλοῦμεν, οὐκ ἄνθρωπον· ὡς τούτου οὐδὲ σχήματος ἀνθρώπου λεγομένου.

Οὐκοῦν πάλιν τῆς ἀναστάσεως ἀξιούμενος ἄνθρωπος, [ὁ] αὐτὸς πάλιν ἐγείρεται τῷ τεθνηκότι, περί τε φθορὰν καὶ πάθη διάφορα, ψυχικά τε καὶ σωματικὰ ἀλλοίως ἔχων, οὐ περὶ αὐτὸ οὗπερ εἶναι, καὶ λέγεται ἄνθρωπος, ὅπερ ἐστὶ τὸ τοιόνδε σχῆμα ἢ εἶδος. Εἰ γὰρ μετὰ τῶν παθῶν, καὶ αὐτὸ ἀπαλλάξει τὸ σχῆμα, οὐκέτι ἄνθρωπος ὁ ἐκ νεκρῶν ἐγερθεὶς, ἀλλ᾽ ἕτερόν τι, ἀνθρώπου τοῦ τοιοῦδε καὶ μόνου σχήματος ὀνομαζομένου.

Ὅθεν ἡ θεία Γραφὴ, κἂν θεία τις δύναμις ἐφανερώθη τισὶν ἐν τῷ τῶν ἀνθρώπων σχήματι, ἄνθρωπον ὀνομάζει, ὅτι ἁπλῶς τοῦτο τὸ ὁρώμενον σημαίνει, εἰ μή τι δ᾽ ἂν, ἢ ἐκ τῆς πράξεως, ἢ ἐκ τοῦ ἀποτελέσματος ἄλλο τι καλέσαι, διὰ τὸ ὑπὲρ ἄνθρωπον εἶναι τὰ γινόμενα. Οἷον λέγει· Ὤφθη ὁ Θεὸς τῷ Ἀβραάμ· εἶτα τὸν τρόπον τῆς ὀπτασίας ἐξηγούμενος, Καὶ ἀναβλέψας, φησὶν, εἶδε τοῖς ὀφθαλμοῖς, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἰστήκεισαν ἐπάνω αὐτοῦ, οὐκ ἄνδρας ὄντας τὴν φύσιν, ἀλλ᾽ ἐκ τοῦ σχήματος ἄνδρας καλέσας. Οὕτω πάλιν τὸν παλαίοντα τῷ Ἰακὼβ, ἐκ τοῦ σχήματος ἄνθρωπον ἐκάλεσεν, ὡς πᾶν τὸ τοιόνδε σχῆμα, κἂν μὴ τὴν φύσιν ἐστὶν ἄνθρωπος, ἄνθρωπον ὀνομάζομεν διὰ τὸν τοιόνδε σχῆμα. Τὸ οὖν μὴ τοιοῦτον σχῆμα, οὐκ ἄνθρωπος δηλονότι, ἀλλ᾽ ἕτερόν τι. Τοῦ οὖν Κυρίου καὶ μετὰ τὴν ἀνάστασιν ἐν τῷ τοιούτῳ φανέντος σχήματι, καὶ ἀνθρώπων ἀνάστασιν, καὶ αὐτοῦ εὐαγγελισαμένου, καὶ τῶν ἀποστόλων κηρυξάντων, καὶ τῆς ὑπ᾽ οὐρανὸν Ἐκκλησίας ἐπὶ τῇ τοιαύτῃ ἐλπίδι τὴν ἀνάστασιν ἀπεκδεχομένης, τίς ἡ καινὴ καὶ παράδοξος τερατολογία τῶν τεχνικαῖς ἀποδείξεσιν ἐπιχειρούντων τὸ ἁπλοῦν καὶ ἄδολον τῆς Ἐκκλησίας ἐπιθολοῦν κήρυγμα, καὶ ἀθετεῖν τὴν τοῦ ἀνθρώπου ἀνάστασιν; Ἡμεῖς γὰρ οὐκ ἄλλο τι καλέσομεν ἄνθρωπον, μὴ τοιόνδε σχῆμα τυγχάνον.

Ἀλλὰ πάλιν ἡμῖν ἐκ τῆς ἔξωθεν περιλαλοῦντες σοφίας, τεχνικαῖς ἐπιχειροῦσι μεθόδοις τὸν ἐκκλησιαστικὸν παραλογίσασθαι λόγον, καὶ ἐκ τῆς γραμματικῆς παρ᾽ αὐτοῖς ὀνομαζομένης, ἢ γεωμετρικῆς, ἢ ἑτέρας ποθέν. Οὐ γὰρ ἡμῖν σχολὴ τὰ τοιαῦτα ἐπιχειροῦσι.

Καὶ φασίν, Ἐν τοῖς σχήμασι τὸ τοιόνδε σχῆμα τοῦ τοιοῦδε εὐπρεπέστερον, καὶ πάλιν ἐκεῖνο τούτου κάλλιον· καὶ φανεροῦσιν ἡμῖν, καὶ συγκρίνουσι διαφορὰς παντοίας σχημάτων, ἕως οὗ συναγαγόντες ἐκ πάντων ἀποδείξωσι δῆθεν, ὅτι τὸ σφαιροειδὲς πάντων τῶν σχημάτων κάλλιόν τε, καὶ εὐθετώτερόν ἐστι· καὶ λοιπὸν, τούτων οὕτως παρ᾽ αὐτοῖς ἀποδεικνυμένων, ἀνάγκην ἐπάγουσι τῷ Δημιουργῷ, εἰ τάχα τὰ ἐκείνου βάθη, καὶ τὰς βουλὰς λογισμοῖς καταλαβόντες ἰδίοις ἀποφαίνονται, ὅτι πάντως πρέπον, καὶ ἀναγκαῖον, καὶ ὀφειλόμενον, ἐν τῷ τοιούτῳ σχήματι ἀναστῆναι, ἐν ᾧ παρ᾽ αὐτῶν ἐδοκιμάσθη κάλλιον εἶναι· τοσοῦτον προσοχθίσαντες τῷ τοῦ ἀνθρώπου σχήματι, ὡς οὐδὲ αὐτὸν τὸν ὀλίγον καιρὸν, ἕως οὗ φθάσωσι πᾶσαν ἀποβαλεῖν, καὶ ἀποδιαπομπήσασθαι σωματικὴν φύσιν, καὶ γενέσθαι καθαροὶ νόες, ἀνεχόμενοι, παρὰ τὸ φανὲν αὐτοῖς εὔμορφον σχῆμα λαβεῖν. Ἀλλ᾽ ἐπειδήπερ οὐ πάντα πᾶσιν ὁμοίως ἀρέσκει τὰ σχήματα, οὔτε τέρπεται τοῖς πᾶσιν, ὥσπερ οὔτε γεύσει, οὔτε ἀκοῇ, οὔτε ὀσφρήσει, ἀλλὰ ἄλλος ἄλλως ἀρέσκεται, ὁμοίως δὲ, καὶ ἐν τοῖς σχήμασιν ἄλλος ἄλλως θεραπεύεται, τί γενήσεται, ἡμῶν τε, καὶ τῶν καθ᾽ ἡμᾶς ἀρεσκομένων πλέον τοῦ σφαιροειδοῦς τῷ νυνὶ ἡμῶν σχήματι, ὑμῶν δὲ μᾶλλον ἀρεσκομένων, καὶ προτιμώντων τὸ σφαιροειδὲς, τοῦ παρὰ τοῦ Δημιουργοῦ κατ᾽ ἀρχὰς δοκιμασθέντος δοθῆναι ἡμῖν σχήματος;

Τί οὖν ἄρα ποιήσει καθ᾽ ὑμᾶς ὁ τῶν ὅλων Δεσπότης; ὀργισθεὶς τῇ διαφωνίᾳ ἀνελεῖ τὴν ἀνάστασιν; ἀλλὰ τοῦτο ἀδύνατον. Προειδὼς γὰρ ταῦτα, οὐκ ἐπέσχε τὴν χάριν, ἀλλ᾽ ἐδωρήσατο πάντα διὰ τοῦ Κυρίου καὶ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ παρασχεθέντα ἡμῖν. Ἀλλ᾽ ἑκάστῳ παράσχῃ τὸ ἀρέσκον αὐτῷ καὶ πληροφοροῦν σχῆμα; Ἀλλ᾽ ἀπρεπὲς ἐν τῇ ζωῇ ταύτῃ ἐν ἑνὶ σχήματι γενομένους, ἐν τῇ μελλούσῃ ζωῇ ἄλλον ἄλλο σχῆμα λαβεῖν. Εἰ γὰρ καὶ τῆς δόξης, καὶ τῶν ἀξιωμάτων πολλὴ διαφορὰ εὑρεθήσεται, ἀλλ᾽ οὐ τῶν σχημάτων.

Πῶς γὰρ γνωσθῇ ἡ περὶ ἀλλήλους δόξα, μὴ γνωριζομένων ἐκ τῶν σχημάτων, ὅτι ἄνθρωποι τυγχάνουσι; τί οὖν [οὐ?] συγχωροῦσι Θεῷ, καὶ στέργουσιν, ὅπερ εὐδοκήσει, μὴ ἐπιτασσόμενοι ὅτι τοιῶσδε καὶ τοιῶσδε ὀφείλει γενέσθαι, ἀρεσκόμενοι εἰς ὅπερ ἐξ ἀρχῆς ηὐδόκησεν ποιῆσαι, μηδὲν τούτου προτιμῶντες;

Ἐπειδὴ τούτῳ τῷ σχήματι ὁ πλάσας ηὐδόκησε καλῶς ἔχειν τοῦ ἀνθρώπου φανεροῦσθαι φύσιν, ἀλλ᾽ οἱ πάντα λόγῳ, καὶ σοφία καταλαβεῖν σπουδάζοντες, καὶ μηδὲν εἰς γνῶσιν πλέον τῷ Θεῷ παραχωρεῖν ἀνεχόμενοι, ἔτι τοιόνδε σχῆμα τοῦ βίου τούτου καταστάσει ἁρμόζειν φασί· πόδες γὰρ διὰ τὸν περίπατον, χεῖρες διὰ τὴν ἐργασίαν κατεσκευάσθησαν, ὀφθαλμοὶ διὰ τὸ βλέπειν ἐπλάσθησαν, ὦτα διὰ τὸ ἀκούειν ἐνεφυτεύθησαν, καὶ τὰ ἑξῆς· ἐν δὲ τῇ ἀθανάτῳ ζωῇ, μηδεμιᾶς τούτων χρείας ἔτι τυγχανούσης, περιττὴ τῶν τοιῶνδε μελῶν ἡ διαφορὰ καὶ τὸ σχῆμα· ὡς τάχα ἀποροῦντος τοῦ Θεοῦ καὶ ἐν τῇ παρούσῃ τοῦ βίου τούτου καταστάσει ἕτερον δοῦναι σχῆμα, καὶ ἀνενδεὲς πρὸς πᾶσαν χρείαν κατασκευάσαι, καὶ χωρὶς τῶν τοιῶνδε μελῶν τὰ νῦν δι᾽ αὐτῶν ἐνεργούμενά τε καὶ ἐπιτελούμενα, ἀπαρεμποδίστως ἐργάζεσθαι.

Ἢ οὐχ ὁρῶμεν ἐν τοῖς ζώοις, τὰ μὲν χωρὶς τοῦ τοιοῦδε μορίου, τὰ δὲ χωρὶς τοιοῦδε τυγχάνοντα; καὶ πάντα ζῇ καὶ αὔξει, καὶ πληθύνεται κατὰ γένος. Τί γὰρ συμβάλλονται πόδες πρὸς μετάβασιν τῷ τῶν ὀρνέων γένει, οἳ ὡς ὀξύτερον πάντων τῶν διὰ ποδῶν τὴν πορείαν ποιούντων δίεισι πρὸς οὓς ἂν βούλωνται τόπους; Τί δὲ πάλιν ἐζημίωσε τὰ τῶν ἐνύδρων γένη, ποδῶν καὶ χειρῶν στέρησις; Οὐ ζῇ καὶ αὔξει κατὰ γένη; τί δὲ ὁμοίως τὸ μὴ ἔχειν ἐντόσθια παρέβλαψε τῶν ὀστρέων τὰ γένη, καὶ ἀσπάλακα ἡ τῶν ὀφθαλμῶν ζημία; Καὶ οὐ λέγω ὅτι ταῦτα, ἢ ἠγνόει ποιῆσαι, ἢ ἠδυνάτει ὁ Θεός· μὴ οὕτως μανείην· ἀλλ᾽ εἰς τὸ ἀπειροπλάσιον, καὶ εἰδὼς, καὶ ποιῆσαι δυνάμενος ζώων τε καὶ φυτῶν, σπερμάτων διαφορὰς καὶ σχήματα, τοσαῦτα παρήγαγεν, ὅσα καλῶς ἔχειν ἡγήσατο περὶ τὴν τοῦ κόσμου σύστασιν.

Μὴ οὖν πτωχείαν [τις] ὑπονοοῖτο ἂν περὶ τοῦ Δημιουργοῦ, ὡς μὴ ἐγχωροῦντος ἑτέρως ποιῆσαι τὴν ἡμετέραν ζωήν τε καὶ σύστασιν, μυρίας δυναμένου, καὶ ἀπείρους ἰδέας ποιῆσαι σχημάτων, ἵνα καὶ τὰς λογικὰς ἐπιστάμενος ἐνεργείας, καὶ ἃ τῇ τοῦ βίου τούτου καταστάσει ἁρμόδια ὄντα ἐτύγχανε, καὶ ἐν τῇ μελλούσῃ, μήτε θνητόν τι τῶν μελῶν, μήτε ἀπρεπὲς τυγχάνοι. Ὥσπερ οὖν καὶ τὸ νῦν εὐδόκησε ποιῆσαι σχῆμα· ὅπερ, οὐκ οἶδα διὰ τί, ἐπαισχυνόμενοι, ἐπονειδίζονται τοῖς ἰδίοις μέλεσι, καὶ τὰ ἐν τῇ φθαρτῇ ζωῇ παθητὰ καὶ φθαρτὰ τυγχάνοντα μέλη, διὰ τὸ τούτου τοῦ βίου θνητὸν καὶ φθαρτὸν, ὡς μὴ δυνάμενα μεταποιηθῆναι εἰς ἀφθαρσίαν καὶ ἀτρεπτότητα, διασύρειν ἐπιχειροῦσι, καὶ γελῶντες ἐξονομάζουσιν, ὅτι Τί μοι χρεία κοιλίας, καὶ τῶν ἐντέρων, ἢ τοιῶνδε μορίων; μὴ σκοποῦντες, ὅτι τῶν πρὸς τὴν τοιάνδε χρείαν κατασκευασθέντων τῆς χρείας ἀναιρουμένης, συναναιρεῖται καὶ ἡ ἐργασία, πάντων μεταποιουμένων ἐκ τῆς φθαρτῆς καταστάσεως εἰς ἀφθαρσίαν, τῶν δὲ σχημάτων εὖ καὶ καλῶς παρὰ τοῦ Δημιουργοῦ κατασκευασθέντων καὶ διαμενόντων.

Ἔστι γὰρ ὡς ἐν εἰκόνι καὶ ἐν τῇ φθαρτῇ ταύτῃ ζωῇ συνιδεῖν, ὅτι τοῦ ὀμφαλοῦ τὸ μόριον ἐν καιρῷ χρησιμεῦσαν, καὶ ἐν τῇ μητρῴα γαστρὶ τὴν τοῦ σπέρματος χρείαν πληρῶσαν, μετὰ τὴν ἐκεῖθεν ἔξοδον, τῆς μὲν χρείας ἐπαύθη, τὸ δὲ τούτου σχῆμα ἐν ἡμῖν μένει μὴ ἀφανιζόμενον, καὶ οὔτε αἰσχύνην, οὔτε ἀκοσμίαν τοῦτο οἰόμεθα. Ὡς ἐν ὑποδείγματι δὲ εἰρήσθω· φθαρτὸν γὰρ φθαρτοῖς συνεκρίναμεν. Ἡ γὰρ τοῦ μέλλοντος βίου δόξα ἀσυγκρίτῳ ὑπερβολῇ πρὸς τὰ παρόντα ὑπερβάλλει τε καὶ ὑπέρκειται, παυσομένης μὲν τῆς χρείας, ἐπιδοξοτέρων δὲ τῶν μελῶν γινομένων.

Περὶ γάρτοι τοῦ παύεσθαι τῆς χρείας τὰ μέλη, καὶ ἑτέρως πῶς ἐνδοξοτέρως διαμένειν, καὶ ὁ θεῖος Ἀπόστολος Κορινθίοις γράφων ἐσήμανε· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ Θεὸς καὶ ταύτην, καὶ ταῦτα καταργήσει, τουτέστι, παύσει.

Οὐ γὰρ ἐπαρώμενος λέγει, ὥς τινες ὑπενόησαν, ἀλλὰ τὸ πάντως ἐσόμενον. Ἐπειδὴ γὰρ περὶ πορνείας διελέγετο, πάσῃ δυνάμει ἀπείργων, καὶ τῆς ἀκοῆς τοὺς πιστοὺς τῆς πορνείας, ἐκ προσώπου τοῦ ἐγκαλουμένου ἀντίθεσιν ποιησάμενος, ὡς δυναμένου λέγειν ἐκείνου, ὅτι Πάντα μοι ἔξεστιν, ἐπιστομίζων τὴν τοιαύτην ἀντίθεσιν, Ἀλλ᾽ οὐ πάντα συμφέρει [φησί.] Καὶ δεικνὺς ὡς οὐ πάντα ἔξεστι, φησί· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασι. Μηδὲν οὖν, φησὶ, τὸ διάφορον, ἐπειδὴ πρὸς τὴν τοῦ καιροῦ χρείαν γεγένηνται, μηδαμῶς δὲ πρὸς τὸν μέλλοντα αἰῶνα. Τὸ δὲ σῶμα, οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι. Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἡμῶν ἐξήγειρε, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ· τοῦτο λέγων, ὅτι τὸ σῶμα οὐ καταργεῖται. ὥσπερ τὰ βρώματα, καὶ ἡ κοιλία ἕως οὗ δοχεῖον βρωμάτων ἐστὶν, ἐπεὶ οὐκ ἂν εἴη κοιλία καὶ ταύτην λέγων τὴν τῶν βρωμάτων ὑποδοχὴν, μὴ τὴν τοιάνδε πληροῦσαν χρείαν· τούτων δὲ καταργουμένων, καὶ μηδαμῶς ἐν τῷ μέλλοντι ἐνεργούντων, οὐκέτι ἂν κυρίως λεχθείη κοιλία, μὴ δοχεῖον βρωμάτων ὑπάρχουσα. Τὸ δὲ σύμπαν, σῶμα καὶ πνεῦμα δικαίως ἂν ὀνομασθείη ἐγειρόμενον, ὥσπερ ἀμέλει τὸ τοῦ Κυρίου.

Ἵνα δὲ μὴ τοῖς ἔξωθεν χρωμένων συλλογισμοῖς ὕποπτος ὁ παρ᾽ αὐτῶν λόγος γένηται τοῖς πολλοῖς, ὅτιπερ οὐκ ἐκ τῶν ἡμετέρων τυγχάνει, ἐξονυχίσαντες τὴν θείαν Γραφὴν, καὶ μικρόν τι οἷον σπινθῆρα ἐξ ὅλου τοῦ σώματος ἀφελόντες, καὶ τὸ καλῶς κείμενον ἄγξαντες, καὶ πρὸς τὸν ἴδιον μεταθέντες σκοτὸν, ὥσπερ ὁρμητηρίῳ καταφυγόντες, ἀποστολικὴν ἡμῖν πειρῶνται ἀναγινώσκειν φωνήν· Ὅτι Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν· καί φασιν· Ἰδοὺ μετασχηματισμὸν προφανῶς ὁ Ἀπόστολος ἀπεφήνατο γενέσθαι· μὴ προσέχοντες τῷ ἀποστολικῷ σκοπῷ, ἢ ἑκόντες μᾶλλον παραλογιζόμενοι πρὸς τὸ ἄμαχον οἴεσθαι ἔχειν ἀπόδειξιν. Οὐ γὰρ τοῦ σώματος ἔφη μετασχηματισμὸν ὁ Ἀπόστολος, ἀλλὰ τῆς τοῦ σώματος ταπεινώσεως, τουτέστι θανάτου, καὶ φθορᾶς καὶ ἀσθενείας, καὶ τῆς λοιπῆς κατὰ τὸν βίον ταπεινώσεως. Περὶ ὧν σαφέστερον ἐν τῷ περὶ ἀναστάσεως Κορινθίοις γράφων φησί· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· φθορὰν, καὶ ἀτιμίαν, καὶ ἀσθένειαν, τόν τε θάνατον, καὶ τὴν μετὰ θάνατον λέγων φθοράν· ἀφθαρσίαν δὲ, καὶ δόξαν, καὶ δύναμιν, τήν τε ἀνάστασιν, καὶ τὰ μετ᾽ αὐτὴν ἀγαθά.

Καὶ μετ᾽ ὀλίγα· Ὅτι δὲ μεταποιεῖσθαι ἢ μετασχηματίζεσθαι ἡ θεία Γραφὴ, οὐ πάντως τοῦ τῆς φυσικῆς συνθέσεως λέγει σχήματος, ἀλλ᾽ ἀπὸ τῶν προσόντων, εἴτε ἐπὶ τὸ ἐνδοξότερον, εἴτε ἐπὶ τὸ ἀτιμότερον μεταποιουμένων, ἔνεστιν ἐκ τῶν πολλῶν κατανοῆσαι τῶν ἐν τῇ θείᾳ κινουμένων Γραφῇ, ὡς ὅταν ἐπὶ τοῦ Δεσπότου λέγῃ, ὅτι μετεμορφώθη ἔμπροσθεν αὐτῶν· ἀλλ᾽ ἀπὸ τοῦ εὐτελεστέρου ἐπὶ τὸ ἐνδοξότερον μεταμορφωθείς. Ἐδήλωσε γὰρ ἡμῖν ὁ εὐαγγελιστὴς εὐθὺς τὸν τρόπον τῆς μεταμορφώσεως, ὅτι ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο ὡς τὸ φῶς· τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον. Οὐ τοῦτο λέγει, ὅτι τὴν θέσιν αὐτοῦ ἠμείψατο τοῦ προσώπου, ἀλλὰ τὴν δόξαν. Καὶ ταύτην αὐτοῦ τὴν ἐπὶ τῇ δόξῃ μεταμόρφωσιν, ὁ Κύριος εἶπεν εἶναι τῆς μελλούσης αὐτοῦ ἐξ οὐρανοῦ παρουσίας ὁμοιότητα. Φησὶ γὰρ πρὸς τοὺς περὶ τῆς ὀπτασίας ταύτης λέγων, ὅτι Εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵ τινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ· ἢ κατὰ τὸν ἄλλον εὐαγγελιστὴν, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει· περὶ Πέτρου λέγων, καὶ Ἰακώβου, καὶ Ἰωάννου. Εὐθὺς γὰρ συνάπτουσιν.

ὁ μὲν, Ἐγένοντο, λέγων, ὡς ἡμέραι ὀκτὼ μετὰ τοὺς λόγους τούτους· τὰς πάσας ἀριθμήσας, ἐπήγαγε· Καὶ παραλαμβάνει τὸν Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, καὶ τὰ ἑξῆς, περὶ τῆς προκειμένης ἐξηγήσατο ὀπτασίας· ὁ δὲ, Μεθ᾽ ἡμέρας ἓξ, τὰς μέσας μόνας μνημονεύσας. Παυσάσθωσαν τοίνυν οἱ τῶν θείων παρεξηγεῖσθαι τὰς ἐννοίας ἐπιχειροῦντες, τῇ τῶν ἀποστόλων ἐμμένοντες παραδόσει, καὶ τῇ ἐξ ἀρχῆς παραδοθείσῃ, καὶ ἐμπολιτευομένῃ τῶν Ἐκκλησιῶν δόξῃ, ὅτι τὴν τῶν ἀνθρώπων παραλαβοῦσα καὶ κηρύττουσα ἀνάστασιν, καὶ οὐδὲν ἄλλο ἀνθρώπους γινώσκει, ἢ ὅπερ οἶδεν εἶναι ἀνθρώπους· τὸ δὲ μὴ τοιόνδε σχῆμα, οὔτε οἶδεν, οὔτε ἐδίδαξεν ἄνθρωπον ὄντα.

Τοῦ αὐτοῦ, ἐκ κεφαλαίων ιϛʹ. —Εἰ τοίνυν αἰώνιοι σκηναὶ καὶ ἀνέκλειπτοι θησαυροὶ, καὶ αἰώνιος τῶν ἁμαρτωλῶν ἡ ἀνταπόδοσις, ποῦ χώραν ἕξει μετὰ τὴν ἀνάστασιν πάλιν ἀποβολὴν σωμάτων λέγειν, καὶ πάλιν ἐκτρέπεσθαι, καὶ εἰς τὸν αὐτὸν καταπίπτειν κόσμον, τοῦ Ἀποστόλου σαφῶς λέγοντος, καὶ ἀποδεικνύντος τὴν ἀμετάπτωτον τάξιν τῶν μελλόντων;

Νυνὶ δὲ ἐπαγγέλλεται λέγων· Ἔτι ἅπαξ ἐγὼ σείω, οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανὸν, λέγει Κύριος. Τὸ δὲ, ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. Εἰ οὖν ἅπαξ καὶ μηκέτι σαλευθῆναι διδασκόμεθα, πῶς μαθηταὶ τοῦ Εὐαγγελίου, οἱ τὸ μέγα τῆς ἀναστάσεως ἡμῶν δῶρον, καὶ τῆς Ἐκκλησίας τὸ καύχημα διασύροντες, καὶ πάλιν ἔκπτωσιν τῶν σωμάτων ἡμῖν καταγγέλλοντες; Εἰ γὰρ κακὸν τὸ ταῦτα διαιωνίζειν, ὑπὲρ ὅτου καὶ ἐξανίστανται; Καὶ εὐαγγελισμὸς, καὶ χαρὰ ἡ τούτων ἀνάστασις καταγγέλλεται· καὶ ὁ μέγας Παῦλος ἁλύσεων ὑπὲρ τῆς ἐλπίδος ταύτης περικειμένων ἠνείχετο, περὶ δὲ ἐλπίδος καὶ ἀναστάσεως τῶν νεκρῶν κρινόμενος, ἐλπίδα ἔχων εἰς Θεὸν, ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν δικαίων τε, καὶ ἀδίκων, καὶ διδάσκει, μὴ ἄπιστον κρίνεσθαι τὸ κήρυγμα αὐτοῦ. Εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει, ὑπὲρ τίνος, εἴ γε καλὸν τὸ ἄνευ σώματος εἶναι τὰς ψυχὰς ἅπαξ ἀπαλλαγεῖσας αὐτῶν; Τί μὴ ἐξ εὐθείας μένουσιν ἐν τῇ μετὰ θάνατον ἀθανάτῳ καταστάσει, εἰ καὶ μὴ πάντων, ἀλλὰ κἂν τῶν δικαίων· ἀλλὰ τοὐναντίον πόρους ἡμῖν, καὶ φιλοτιμίαν αὐτὸς ὁ Κύριος εὐαγγελιζόμενος βοᾷ· Ἔρχεται ὥρα, ὅτε οἱ ἐν τοῖς μνημείοις ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ οἱ ἀκούσαντες ζήσονται.

Εἰ τοίνυν ἐν τῇ ἄκρᾳ τελειότητι περιττὰ, καὶ ἀποβολῆς ἄξια τὰ σώματα, τίς χρεία (πάλιν γὰρ ἐρῶ) ὡς μέγα τι δωρεῖσθαι, καὶ ἐπαγγέλλεσθαι τὸν Δεσπότην τῷ εἰς αὐτὸν ἠλπικότι, Ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρα, καὶ ὅτι Ἀνταποδοθήσεταί σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων, οὔσης πᾶσιν ἀποβολῆς τῶν ἀνισταμένων σωμάτων;

Καὶ μετ᾽ ὀλίγα· Εἰ δὲ ἡ ἀνάστασις ἀτελὴς, διὰ τὸ πάλιν ἔχειν τὰ σώματα, κατὰ τοὺς ταῦτα ἀποῤῥίπτεσθαι δογματίζοντας, ἄρα οὐχ ἡ ἀνάστασις, ἀλλ᾽ ἄρα ὁ θάνατος μεγάλη τυγχάνει δωρεὰ, διὰ τὸ ἀπαλλάττειν τοῦ σώματος τὴν ψυχὴν, καταδίκη δὲ ἡ ἀνάστασις, διὰ τὸ πάλιν δεσμεῖν αὐτὴν πρὸς τὸ σῶμα· καὶ διέφθαρται τὰ τῆς ἐλπίδος, ἐν τοῖς χείροσι πάλιν διὰ τῆς ἀναστάσεως γινομένων ἡμῶν. Κἂν γὰρ ἀθάνατος ἡ ψυχὴ, ἀλλὰ μὴ οὖσαν ἄνθρωπον, οὐδὲν ἀπωλείας διαφέρειν οἴεται ὁ Ἀπόστολος· μὴ γὰρ ἄλλως αὐτὴν ἀπολαύειν, ἢ κρατεῖν, ἢ πράττειν τι, ἢ πάσχειν, ἢ καθὼς ἐξ ἀρχῆς δεδημιούργηται μετὰ τοῦ σώματος, αὐτὴν οὖσαν καὶ τὴν ἰδίαν ἀπόλαυσιν ἔχουσαν, ἄνπερ τῷ θανάτῳ διὰ τὴν παρακοὴν τοῦ ἑνὸς ἀνθρώπου Ἀδὰμ λυθεῖσα, πάλιν διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς Χριστοῦ, διὰ τῆς ἐλπίδος ἀπέλαβεν πάλιν τὸ γενέσθαι ἄνθρωπος. Ἀλλὰ πάντως ἐροῦσι, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; ἀπορεῖν γὰρ αὐτοὺς παρασκευάζει τὰ γεγηρακότα καὶ ἀτελῆ τῶν σωμάτων ὑπεξερχόμενα τοῦ βίου, προσέτι δὲ καὶ ἠκροτηριασμένα. Ταῦτα γὰρ ἡμῖν οἱ τῆς ἀναστάσεως ἄπιστοι συνεχῶς ἐπιλέγουσι, καὶ ἀπαιτοῦσιν, ὅτι εἰ κοινὴ πάντων ἡ ἀνάστασις, κοινὴ πάντων καὶ ἡ δόξα, εἴπερ δόξα ἡ ἀνάστασις.

Ἀλλὰ δεχέσθωσαν δι᾽ ὑποδείγματος τὸν λόγον· οὐ γὰρ κύριοι ἡμεῖς ἐν τοῖς περὶ τῶν τηλικούντων λόγοις λογίσασθαι, ὡς ἐξ ἑαυτῶν, ἀλλὰ τοῦ ταῦτα παρὰ τοῦ Θεοῦ πιστευθέντος, καὶ κηρύξαι, καὶ μυσταγωγῆσαι τὴν Ἐκκλησίαν· ὅτι σῖτος, ἤ τι τῶν τοιούτων σπερμάτων, οὐ πᾶς σῶος, οὐδὲ ὑγιὴς, ἀλλὰ καὶ διαβεβρωμένος καὶ ἀτελής· ἀδύνατον γὰρ καὶ μὴ τοιούτους εἶναι ἐν τῷ σπόρῳ κόκκους· καὶ ὁ Θεὸς αὐτῷ δίδωσι σῶμα καθὼς ἐθέλησε· πρῶτον διὰ σηπεδόνος καὶ θανάτου διαλυθέντος τοῦ κόκκου· εἶθ᾽ οὕτως ἐπὶ τὸ σπαρὲν διὰ μέσου χωρούντων ῥίζης φύλλου καὶ καλάμου ἀστάχυος· καὶ τότε τὸ ἴδιον ἐπιγίνεται σπέρμα, ὅπερ ἐσπάρη, οὔτε τὴν θέσιν, οὔτε τὸ σχῆμα, οὔτε τὴν χρόαν, οὔτε τὸ μέγεθος ἀμεῖβον κατὰ τὴν ἑκάστου ἀπηρτισμένην φύσιν, μὴ παραβαλλόντων ὅσα ἐν τῷ σπείρεσθαι ἀτελέστατα, ἢ λελωβημένα, ἢ βεβλαμμένα ὑπῆρχεν.