Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἱερὰ Παράλληλα

Ἰωάννης ὁ Δαμασκηνός

Στοιχείο Α': Φύση των αγγέλων, Εκκλησία και αντιμετώπιση των αιρέσεων

Ολοκλήρωση του στοιχείου Άλφα με γραφικές και πατερικές μαρτυρίες για τη φύση των αγγέλων, την ενότητα της Εκκλησίας και τον κίνδυνο των σχισμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 10

Τοῦ ἁγίου Εἰρηναίου. Ἡμεῖς οὖν καὶ σώματα ἀνίστασθαι, κ. τ. ἑ. ΤΙΤΛ. ΟΕʹ. —Περὶ ἁγίων ἀγγέλων· καὶ ὅτι ἐν ἀοιδίμῳ εὐφροσύνῃ, καὶ ἀῤῥήτῳ μακαριότητι διάγουσι λειτουργοῦντες τῇ σεβασμίῳ Τριάδι. Ἀντιπάτρου ἐπισκόπου Βοστρῶν, ἐκ τῶν κατὰ τοῦ δυσωνύμου Ὠριγένους. Ποῖος, Μωϋσῆς, ἢ Παῦλος, ἢ ἕτερός τις τῶν προφητῶν, ἢ ἀποστόλων οὕτως ἀκριβῶς περὶ πάντων τῶν πρὸ κόσμου, καὶ ὑπὲρ οὐρανὸν μετὰ πάσης αὐθεντίας ἐκθέσθαι, ἢ διδάξαι ἠδύνατο; Οὐδεὶς οὐδαμῶς. Εἴτε γὰρ καὶ διδάξαι τις οὕτως κατ᾽ ἐξουσίαν εἶναι τὸν λόγον αὐτοῦ, ἀλλ᾽ ἑτέρῳ τὴν αὐθεντίαν τῶν λεγομένων ἀνέθηκεν.

Ἀλλ᾽ οὐχ οὕτως οἱ τῶν προκειμένων δογμάτων καταγγελταὶ, ἀλλ᾽ ἀντὶ πάσης ἀποδείξεως ἐξαρκεῖν ᾠήθησαν τὸ αὐτοῖς εἰρηκέναι. Καὶ περὶ Παύλου ἀμφιβάλλουσι, τὸ πόθεν λαβὼν διάφορα καταριθμεῖ τάγματα τῶν οὐρανίων δυνάμεων· εἶτα εἴ τις θερμότερος προσελθὼν εἴπῃ, ὅτι Ἡμεῖς μὲν πόθεν λαβὼν Παῦλος ἀποφαίνεται, οὐδαμῶς ἀγνοοῦμεν· ὑμεῖς δὲ πόθεν λαβόντες τοσαῦτα μυστήρια διηγεῖσθε, ὅπως τε πρὸ τούτου ἦσαν, καὶ πῶς ἤρξαντο κινεῖσθαι οἱ νόες, καὶ πῶς ἔπεσαν εἰς διάφορα σώματα, καὶ γεγόνασι διάφορα τάγματα, οὐρανίων τε καὶ ἐπιγείων; Τί ἐρεῖτε; Οὐ γὰρ ἔχετε λέγειν, ὅτι ἐκ τῆς Παλαιᾶς ἢ Καινῆς Διαθήκης τὰς ἀφορμὰς ἐλάβετε· προείρηται γὰρ μηδὲν τοιοῦτον τὸ Πνεῦμα τὸ ἅγιον εἰρηκέναι. Εἰ δὲ καὶ νῦν δοκεῖ ὑπομνησθῆναι ἐνίων τῶν ἡμετέρων λόγων ἀκούσατε. Ὑμῶν γάρ ἐστιν ἡ φωνὴ, ὅτι ὄνομα ἀσωμάτου οὐκ ἴσασιν, οὐ μόνον οἱ πολλοὶ, ἄλλ᾽ οὐδὲ ἡ Γραφή· καὶ πάλιν ὅτι ἐν τῷ κηρύγματι, καὶ τὸ εἶναί τινας ἀγγέλους, καὶ δυνάμεις κρείττονας λειτουργικὰς τῆς σωτηρίας τῶν ἀνθρώπων, παραδέδοται· πότε δὲ ἐκτίσθησαν οὗτοι, καὶ τίνα τὰ περὶ αὐτοὺς οὐδαμῶς τις ἐσαφήνισεν;

Καὶ μετ᾽ ὀλίγα· Ἐν τῷ οὖν ἐκκλησιαστικῷ κηρύγματι περιεχομένης τῆς ἀκριβοῦς ταύτης καταλήψεως, πῶς ἐρεῖτε, κατειληφέναι, ἀλλὰ μετὰ πάσης ἀκριβείας εἰδέναι, ὅτιπερ οὐκ ἤρξατο ὁ Θεὸς δημιουργεῖν, καὶ τοὺς νόας, πῶς τε τάξεως, καὶ γνώσεως μετέσχον, καὶ πῶς μετέπεσαν, καὶ εἰς πόσας διαφορὰς διῃρέθησαν, μετὰ πάσης αὐθεντίας δογματίζοντες; οὐδὲ τῇ, Τάδε λέγει Κύριος, συγκεχρημένοι φωνῇ, ἢ τῇ· Εἶπε Κύριος πρὸς ἡμᾶς, ἤ· Ἠκούσαμεν τῆς φωνῆς Κυρίου, καὶ ὅσα ἔθος τοῖς δογμάτων ἀπαρχομένοις τινῶν, εἰς τὴν τῶν ἰδίων σύστασιν λογισμῶν παρά τε τῇ θείᾳ Γραφῇ, καὶ τοῖς ἄλλοις αὐτῆς τροφίμοις. Ἀλλ᾽ ἔστι καὶ ἡμῖν θαυμάζειν, ὥσπερ ἐπὶ τοῦ Δεσπότου τοὺς ἀκούοντας ἐκπλήττεσθαι συνέβαινεν, ὅτι κατ᾽ ἐξουσίαν ἐστὶν ὁ λόγος ὑμῶν. Τοῦ δὲ κηρύγματος μὴ περιέχοντος ταῦτα, οὕτως ἀκριβῶς εἰδέναι φαίνεσθε, ὅτιπερ τῆς προτέρας μακαριότητος ἀποστάντες διὰ τὴν τοῦ πρώτου ἧτταν τὴν γενομένην ἐν αὐτοῖς, γεγόνασιν ἀπὸ νόων ἄγγελοι, ἀρχάγγελοι, καὶ τὰ ἑξῆς. Ἀποστάντες δὲ, κατὰ τὴν γενομένην νέαν Γραφὴν, τῆς τοῦ Θεοῦ ἑνώσεως, ἄρχειν τε καὶ κυριεύειν τῶν ἐπὶ πλείω σαλευθέντων λαχόντες, καὶ εἰς διακονίαν ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, αὐτοὶ ταύτης σαλευθέντες, καὶ δεόμενοι τοῦ ἐπανάξοντος.

Πρὸς οὓς δικαίως τις ἐρεῖ αὐτῶν προνοούμενος· Ἰατρὲ, θεράπευσον σεαυτόν· ἅπερ ἐμοὶ προξενεῖς, κτῆσαι πρῶτος αὐτός. Εἰ γὰρ καὶ πλέον ἀποῤῥεῦσαι συνέβη με, ἀλλ᾽ ἀμφότεροι ἐν τῷ αὐτῷ τυγχάνομεν κρίματι· ἀλλ᾽ ὅτι μὲν ἀλλότρια τὰ τοιαῦτα τυγχάνουσι τοῦ εὐαγγελικοῦ κηρύγματος, δέδεικται ἱκανῶς, καὶ ὡμολόγηται σὺν Θεῷ· ἴδωμεν δὲ λοιπὸν τί περὶ αὐτῶν τὸ Πνεῦμα ἡμῖν παραδέδωκεν, ὅπερ καὶ ἐν τῷ ἐκκλησιαστικῷ φέρεται λόγῳ, Εὐλογεῖτε, φησὶ, τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ. οἱ δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ. Εἰ τοίνυν δυνατοὶ ὑπάρχουσιν ἰσχύϊ τοῦ ποιεῖν τὸ θέλημα αὐτοῦ, καὶ δυνατῶς ἰσχύϊ ἔχουσιν τοῦ ἀκοῦσαι τὸν λόγον αὐτοῦ, πῶς ἔξω τοῦ ἰδίου μακαρισμοῦ καθεστηκέναι τούτους νομίσαι τις δυνηθείη; εἰ μή τις δ᾽ ἂν ἐρεῖ μὴ θέλειν ἐπιτάττειν αὐτοῖς, ὥστε ἐπανελθεῖν αὐτοὺς εἰς τὴν ἀρχῆθεν τελείαν μακαριότητα· Ἐπιταττόμενοι γὰρ, δυνατοὶ ἰσχύϊ τυγχάνουσι κατὰ τὸν προφήτην ποιεῖν τὸν λόγον αὐτοῦ, καὶ ἀκούειν τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Ἀψευδὴς γὰρ ἡ τοῦ Πνεύματος μαρτυρία.

Πῶς δὲ καὶ ἐζήλωσαν διὰ τοὺς ἀπολέσαντας τὸ καλὸν παρὰ τοῦ Κυρίου καταβληθὲν σπέρμα, καὶ τὴν αὐτῶν διόρθωσιν ἐπιτραπῆναι παρὰ τοῦ Κυρίου ἐζήτουν αὐτοὶ, τοῦ πρώτου σπέρματος τὴν καθαρότητα ἀποβαλόντες; Πρὸς οὓς ὁ Κύριος οὐκ ἔφη, ὅτι Διὰ τί καὶ ὑμεῖς ἀποβάλλετε τὴν πρώτην ὑμῶν πρὸς τὸν Θεὸν κινηθέντες ἕνωσιν, ἀλλ᾽ ἐνδοῦναι τέως αὐτοῖς, καὶ κατὰ καιρὸν τὸν προσήκοντα τοῦτο ποιεῖν ἐπιτρέπεσθαι αὐτούς; Ἀνθ᾽ ὅτου δὲ, καὶ ὁ Κύριος ἐλεύσεσθαι λέγει μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ, μὴ ἐχόντων τὴν ἐξαρχῆθεν ἁγιωσύνην;

Τοῦ Δεσπότου δὲ δικαιοῦντος, τίς ὁ κατακρινῶν; πῶς δὲ εἴπερ οὐχ ὑπάρχουσιν ἐν τῇ ἰδίᾳ μακαριότητι, ὁ μέγας γράφει Μωϋσῆς περὶ τοῦ τῶν ὅλων Θεοῦ, ὅτι ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ᾽ αὐτοῦ. Οὐ γάρ ἐστιν, ὡς οἶμαι, ἐπιδοξοτέραν περὶ αὐτῶν ἀφιέναι φωνὴν, τοῖς ἔθνεσι τοὺς τοῦ Θεοῦ ἀγγέλους ἐπιστατεῖν, καὶ γενέσθαι μερίδα Κυρίου τὸν ἐξ Ἰακὼβ λαὸν, εἰς τοσοῦτον ὕψος ἀνάγων αὐτοὺς, ὡς εἰς μερισμὸν ἐλθεῖν μετὰ Κυρίου. Εἰ γὰρ καὶ διὰ τὴν τοῦ λαοῦ δόξαν ὑπερβολικώτερον λέλεκται, ἀλλ᾽ ὅμως δόξαν οὐ τὴν τυχοῦσαν τοῖς ἀγγέλοις περιποιεῖται.

Καὶ ὅτι ἀποστέλλειν εἰς τὸν τόπον αὐτοῦ ὁ Θεὸς τὸν ἄγγελον αὐτοῦ ἐπαγγέλλεται, εἰς τὸ καταπαῦσαι τὸν λαὸν μεμαθήκατε· οὗ τί ἂν ἐντιμότερον γένοιτ᾽ ἄν; Καὶ ὁ μακάριος δὲ Μιχαίας ἐν ὀπτασίᾳ ἑωρακέναι τὸν Θεὸν λέγει, καὶ πᾶσαν τὴν δύναμιν τοῦ οὐρανοῦ παρίστασθαι ἔμπροσθεν αὐτοῦ, καὶ χιλίας χιλιάδας λειτουργοῦντας αὐτῷ ὁ Δανιὴλ θεάσασθαι λέγει, καὶ παρεμβολὴν Θεοῦ ὁ Ἰακὼβ τὴν τῶν ἀγγέλων ὑπάντησιν ὀνομάζει. Καὶ μυρία ἄν τις εὕροι τὴν ἀκροτάτην δόξαν μαρτυρούσης τῆς θείας Γραφῆς ταῖς οὐρανίοις δυνάμεσι. Τοῦ γὰρ Ἀποστόλου δεδοίκαμεν παραθέσθαι φωνὴν, μὴ πάλιν ἔγκλησιν ὑπομείνῃ, ὅτι Πόθεν ταῦτα λαβὼν λέγει; Εἰ δὲ μή γε καὶ αὐτὸς διαῤῥήδην βοᾷ· Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ, καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων. Καὶ ἐν φωνῇ ἀρχαγγέλου φησὶ σημαίνεσθαι τὴν τοῦ Κυρίου παρουσίαν. Περὶ μὲν γάρτοι τῶν Χερουβὶμ, ἢ τῶν Σεραφὶμ, οὐδὲν δυνάμεθα λέγειν, διὰ τὸ μαθεῖν τὸν συγγραφέα παρὰ τοῦ Ἑβραίου· ὅστις καὶ ἔστιν ὁ παρ᾽ αὐτοῦ σημαινόμενος Ἑβραῖος· ὅτι ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον τούτοις σεμνύνεται. Τίς οὖν ἄρα οὕτω τολμηρὸς, ἵνα τῆς ἰδίας ἀξίας ἀποστάντας, καὶ κατάπτωσιν ὑπομείναντας, ἐπὶ τοσαύτῃ δόξῃ μαρτυρεῖσθαι ὑπὸ τοῦ Πνεύματος ἁγίου;

Εἰ δὲ δυνατοὶ ἰσχύϊ τυγχάνουσι ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, καὶ ζητοῦσιν ἀπολέσθαι τοὺς ἀσεβεῖς διὰ τὴν πρὸς τὸ Θεῖον εὔνοιαν, καὶ ἔμπροσθεν παρίστασθαι, καὶ λειτουργεῖν, καὶ ἐκ δεξιῶν εἶναι Θεοῦ σημαίνονται, τίς ὁ ὑπὲρ ταῦτα φανταζόμενος, καὶ τῆς τοσαύτης ἀξιοπιστίας τὸ μεῖζον ἐννοῶν, μὴ σφόδρα παραπαίων, καὶ τῶν θείων Γραφῶν παρ᾽ οὐδὲν λογιζόμενος τὰς μαρτυρίας; οὐδὲν γὰρ ἡμεῖς ἐπιδοξότερον τούτων ἐννοεῖν δυνάμεθα, μήτιγε αὐτὸν τὸν Θεόν. Ἀλλὰ τὸ μὲν ἅγιον Πνεῦμα ταῦτα καὶ τὰ τοιαῦτα περὶ τῶν οὐρανίων ταγμάτων δεδήλωκεν.

Αὐτοὶ δὲ πόθεν μαθόντες, ὅτι τῆς πρώτης μακαριότητος ἀποστάντες εἰς διάφορα τάγματα σωματωθέντες ἀπεμερίσθησαν, λεγέτωσαν. Ἀλλ᾽ ὁ διάβολος, φησὶν, δέδεικται, ὅτι τοιοῦτος μὲν οὐκ ἐκτίσθη, ἐξ ἰδίας δὲ πονηρίας εἰς τοῦτο κατέπεσε. Δῆλον οὖν, ὅτι κἀκεῖνοι ἐξ ἰδίας ἀνδραγαθίας εἰς τοῦτο ἦλθον.

Ἀλλ᾽ ἀποκρινέσθωσαν, τί ὄντες ἐξ ἀνδραγαθημάτων ἰδίων πρὸς τοῦτο ἦλθον; κρείττους οὗπέρ εἰσιν, ἢ χείρους; ἀλλὰ πάντως ἐροῦσι, κρείττους, καὶ οὐχ ἁπλῶς κρείττους, ἀλλὰ πολὺ τὸ μέσον ὅσον ὁ προλαβὼν ἐδήλωσε λόγος. Ἀλλ᾽ οὐδεὶς πώποτε ἐπὶ τὸ χεῖρον ἐξ ἀνδραγαθημάτων ἔρχεται. ἀλλὰ πολλοὶ ἐπὶ τὸ κρεῖττον. Εἰ οὖν ἐπὶ τὸ χεῖρον ἦλθον, ὦ βέλτιστοι, ἐξ ἁμαρτιῶν, καὶ οὐκ ἐξ ἀνδραγαθημάτων.

Εἰ δὲ ἀνδραγαθίας ἔλαβον παρὰ τοῦ ἀγωνοθέτου γέρας, δῆλον ὅτι μείζους οὗπερ ἦσαν γεγόνασιν, οὐκ ἐλάττους. Φίλωνος, ἐκ τοῦ αʹ τῶν ἐν Γενέσει Ζητουμένων. —Πνευματικὴ δὲ ἡ τῶν ἀγγέλων οὐσία. Εἰκάζονται δὲ πολλάκις ἀνθρώπων ἰδέαις, πρὸς τὰς ὑποκειμένας χρείας μεταμορφούμενοι.

Ἐκ τοῦ βʹ τῶν αὐτῶν. —Αἱ τοῦ Θεοῦ πᾶσαι δυνάμεις πτεροφυοῦσι τὴν ἄνω πρὸς τὸν Πατέρα ὁδὸν γλιχόμεναί τε καὶ ἐφιέμεναι. ΤΙΤΛ. Οϛʹ. —Περὶ αἱρετικῶν, καὶ τῶν περὶ τὴν πίστιν λογομαχούντων· καὶ ὅτι οὐ χρὴ τὰς συλλαβὰς καὶ τὰ ὀνόματα περισκοπεῖν, ἀλλὰ τὸν νοῦν καὶ τὴν διάνοιαν τῶν δογμάτων, καὶ μὴ ταράττειν τὰ τῆς Ἐκκλησίας θεοπαράδοτα λόγια.

Ἐκ τῆς πρὸς Ἐφεσίους ἐπιστολῆς τοῦ ἁγίου Ἰγνατίου τοῦ θεοφόρου. —Τοὺς μερισμοὺς φεύγετε, ὡς ἀρχὴν κακῶν. Εἰώθασί τινες δόλῳ πονηρῷ τὸ ὄνομα Χριστοῦ περιφέρειν, ἄλλα τινὰ πράσσοντες ἀνάξια Θεοῦ, οὓς δεῖ ὑμᾶς ὡς θηρία ἐκκλίνειν.

Εἰσὶ γὰρ κύνες λυσσῶντες λαθροδῆκται· οὓς δεῖ ὑμᾶς φυλάσσεσθαι ὄντας δυσθεραπεύτους. Μηδεὶς πλανάσθω. Ἐὰν μή τις ᾖ ἐντὸς τοῦ θυσιαστηρίου, ὑστερεῖται τοῦ ἄρτου τοῦ Θεοῦ. Εἰ γὰρ ἑνὸς καὶ δευτέρου προσευχὴ τοσαύτην ἰσχὺν ἔχει, πόσῳ μᾶλλον ἥ τε τοῦ ἐπισκόπου, καὶ πάσης τῆς Ἐκκλησίας; Ὁ οὖν μὴ ἐρχόμενος ἐπὶ τὸ αὐτὸ, οὗτος ἤδη ὑπερηφανεῖ, καὶ ἑαυτὸν διακρίνει.

Γέγραπται δέ· Ὑπερηφάνοις ὁ Θεὸς ἀντιτάσσεται. Μὴ πλανᾶσθε, ἀδελφοί μου· οἰκοφθόροι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Εἰ οὖν οἱ κατὰ σάρκα ταῦτα πάσχοντες ἀπέθνησκον, πόσῳ μᾶλλον ἐὰν πίστιν ἐν κακοδιδασκαλίᾳ φθερεῖ, ὑπὲρ ἧς Ἰησοῦς Χριστὸς ἐσταυρώθη; Ὅτι οὗτος ῥυπαρὸς γενόμενος, εἰς τὸ πῦρ τὸ ἄσβεστον χωρήσει, ὁμοίως καὶ ὁ ἀκούων αὐτοῦ.

Ἐκ τῆς πρὸς Τραλλαεῖς ἐπιστολῆς. —Παρακαλῶ ὑμᾶς, οὐκ ἐγὼ, ἀλλ᾽ ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μόνῃ τῇ Χριστιανικῇ τροφῇ χρῆσθαι· ἀλλοτρίας δὲ βοτάνης ἀπέχεσθαι, ἥτις ἐστὶν αἵρεσις. Καὶ παρεμπλέκουσιν Ἰησοῦν Χριστὸν καταξιοπιστευόμενοι, ὥσπερ θανάσιμον φάρμακον διδόντες μετ᾽ οἰνομέλιτος, ὅπερ ὁ ἀγνοῶν, ἡδέως λαμβάνει, ἐν ἡδονῇ κακῇ τὸ ἀποθανεῖν. Φυλάσσεσθε οὖν τοὺς τοιούτους.

Ἐκ τῆς αὐτῆς. —Φεύγετε τὰς κακὰς παραφυάδας, τὰς γεννώσας καρπὸν θανατηφόρον, οὗ ἐὰν γεύσηταί τις παραυτίκα ἀποθνήσκει. Οὗτοι γὰρ οὐκ εἰσὶ φυτεία τοῦ πνεύματος. Ἐκ τῆς πρὸς Φιλαδελφίους ἐπιστολῆς. — Ἀπέχεσθε τῶν κακῶν βοτανῶν, ὧν Χριστὸς Ἰησοῦς γεωργεῖ, διὰ τὸ μὴ εἶναι αὐτοὺς φυτείαν τοῦ Πατρός. Μὴ πλανᾶσθε, ἀδελφοί μου· εἴ τις σχίζοντι ἀκολουθεῖ, βασιλείαν Θεοῦ οὐ κληρονομεῖ.

Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. —Ἀνακρινεῖ δὲ τὸ Θεῖον τοὺς τὰ σχίσματα, κ. τ. ἑ. Τοῦ αὐτοῦ, ἐκ τοῦ δευτέρου. —Ἄμεινον καὶ συμφερέστερον, κ. τ. ἑ. Τοῦ ἁγίου Ἰουλίου ἐπισκόπου Ῥώμης, ἐκ τῆς πρὸς Διονύσιον ἐπιστολῆς. —Τὸ μὲν γὰρ τοῖς δόγμασι διαφωνοῦντας τοῖς ῥήμασι προσποιεῖσθαι συμφωνεῖν, ἀσεβές· τὸ δὲ τοῖς δόγμασι συμφωνοῦντας ἐν τοῖς ῥήμασι διαφέρεσθαι, μάταιον καὶ μωρόν. Τοῦτο οὖν συμφωνούμενον ἔχοντες, ὅτι Θεὸς ἔνσαρκος ὁ Κύριος, καὶ ἐξ οὐρανοῦ, καὶ ἐκ γῆς, ὁ αὐτὸς τῇ μορφῇ δοῦλος, καὶ τῇ δυνάμει Θεὸς, μενέτωσαν ἐν ὁμονοίᾳ, καὶ μὴ μάτην διαφερέσθωσαν, μηδὲ εἰς τὴν τῶν αἱρετικῶν λογομαχίαν ἐκπιπτέτωσαν. Ταῦτα δὲ οὕτως φρονοῦντες, μενέτωσαν ἐν ἡσυχίᾳ, τὰς περιττὰς ζητήσεις ἐκκλίνοντες, καὶ ῥήματος ἕνεκεν, μὴ διαιρούμενοι, ὁπότε τὰ δόγματα συμφωνεῖται.

Τοῦ ἁγίου Ἀμβροσίου τοῦ θαυματουργοῦ, ἐκ τοῦ περὶ σαρκώσεως καὶ πίστεως. —Σιγάτωσαν τοιγαροῦν αἱ περὶ τῶν λόγων μάταιαι ζητήσεις, Ἡ γὰρ τοῦ Θεοῦ βασιλεία οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν ἀποκαλύψει δυνάμεως.

Τοῦ αὐτοῦ (Γρηγορίου τοῦ Νύσσης) ἐκ τοῦ περὶ τῆς ἐν Κωνσταντινουπόλει καταστάσεως τοῦ ἁγίου Γρηγορίου. —Ἀφέντες οἱ ἄνθρωποι τὸ κατατρυφᾷν τοῦ Κυρίου, κ. τ. ἑ. Τοῦ αὐτοῦ εἰς τό· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. —Τί τὸ πιστεύειν ἀφέντες, τεχνολογοῦμεν τὴν πίστιν, καὶ πληροῦμεν τὴν ἐπιθυμίαν τοῦ κοινοῦ δυσμενοῦς; Λογισάμενος γὰρ ὁ διάβολος ὁ κοινὸς τῆς ἀθρωπότητος λυμεὼν, ὅτι γαλήνης ἐν ἡμῖν πολιτευομένης, τὰ τῆς εὐσεβείας ἀνθεῖ, τῆς πίστεως δὲ κρατούσης, εὐζωΐα κρατεῖ, φίλοι τε τοῦ Δημιουργοῦ γινόμεθα, ἵνα μὴ ἐπέλθωμεν, ὅθεν ἐκεῖνος ἐξέπεσεν, ὁρᾶτε τί πεποίηκε, καὶ πῶς πανούργως τὸν καθ᾽ ἡμᾶς ἐῤῥαψώδηκε πόλεμον ὁ μηχανοῤῥάφος τῶν κακῶν, καὶ σοφὸς ἐν ἀπάταις, καὶ ποικίλος ἐν ἐπιβουλαῖς, καὶ πλούσιος ἐν τοῖς κακοῖς μηχανήμασι. Παρασκευάζει τινὰς ἐν προσχήματι τῆς εὐσεβείας στρατεύσασθαι κατὰ τῆς πίστεως, καὶ πᾶσι τοῖς εὐσεβέσι δι᾽ αὐτῶν ἄκαιρον φιλονεικίαν, καὶ ψυχοφθόρον ἐνέβαλε πόλεμον, καὶ τῆς Ἐκκλησίας τὰ μέλη κατ᾽ ἀλλήλων ἐστράτευσε. Στρέψωμεν τοίνυν κατὰ τῆς αὐτοῦ κεφαλῆς τοῦτο δὴ τὸ σοφὸν, καὶ τὴν εὐφροσύνην αὐτοῦ μεταβάλωμεν εἰς ὀδύνην, καὶ πένθος ἀπαρηγόρητον. Πενθήσωμεν τὴν εἰρήνην, ἣν ἐκεῖνος μισεῖ. Καταλείψωμεν τὸ ζυγομαχεῖν, καὶ σταθμίζειν τὰς λέξεις τοῦ δόγματος.

Παυσώμεθα τοῦ θέλειν εἶναι τῶν διδασκάλων διδάσκαλοι. Μισήσωμεν τὸ λογομαχεῖν ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Πιστεύσωμεν ὡς οἱ πατέρες ἡμῶν παραδέδωκαν. Οὐκ ἐσμὲν τῶν πατέρων σοφώτεροι. Οὐκ ἐσμὲν τῶν διδασκάλων ἀκριβέστεροι.

Ἐν εἰρήνῃ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς, οὐκ ἐν μάχῃ. Ὡς ἐκλήθημεν, οὕτως προσμείνωμεν τῇ μυστικῇ τραπέζῃ, ἐν ᾗ τῶν οὐρανίων μεταλαμβάνομεν. Μὴ γενώμεθα κατὰ ταυτὸν ὁμοτράπεζοι, καὶ ἀλλήλων ἐπίβουλοι· μὴ ἐνταῦθα κοινωνικοὶ, καὶ ἔξω ἐπίβουλοι.

Τοῦ ἁγίου Σεραπίωνος, ἐκ τῆς κγʹ ἐπιστολῆς. —Οὐδέποτε αἵρεσις τὴν Ἐκκλησίαν ἐνίκησεν, καὶ κατ᾽ ὀλίγον προελθοῦσα εὐθέως λύεται. Κλήμεντος ἐκ τοῦ ηʹ τῶν Στρωμάτων. —Ἐκδέχεται ἄλλος τόπος καὶ ὄχλος τοὺς ταραχώδεις, κ. τ. ἑ.

Φίλωνος, ἐκ τοῦ αʹ τῶν ἐν Ἐξόδῳ Ζητημάτων. —Ὥσπερ οἱ προσπταίσαντες, ἀρτίοις βαίνειν ποσὶν ἀδυνατοῦντες, μακρὰν τοῦ κατὰ τὴν ὁδὸν τέλους ὑστερίζουσι προσκάμνοντες· οὕτω καὶ ἡ ψυχὴ τὴν πρὸς εὐσέβειαν ἄγουσαν ὁδὸν ἀνύειν κωλύεται, προεντυγχάνουσα ταῖς ἀσεβέσιν ἀνοδίαις.

Αὗται γάρ εἰσιν ἐμπόδιοι, καὶ προσπταισμάτων αἰτίαι, δι᾽ ὧν χωλαίνων ὁ νοῦς ὑστερίζει τῆς κατὰ φύσιν ὁδοῦ. Ἡ δὲ ὁδός ἐστιν, ἡ ἐπὶ τὸν Πατέρα τῶν ὅλων τελευτῶσα. Τοῦ αὐτοῦ. —Αἱ περὶ τῶν τοῦ Θεοῦ ἀρετῶν ἐναγώνιοι ζητήσεις βελτιοῦσι τὴν διάνοιαν, καὶ ἄθλους ἀθλοῦσιν ἡδίστους ἅμα καὶ ὠφελιμωτάτους, καὶ μάλιστα ὅταν, μὴ ὡς οἱ νῦν τὴν ψευδώνυμον κλῆσιν ὑποδυόμενοι, μέχρι τοῦ δοκεῖν ὑπερμαχοῦσι τῶν δογμάτων, ἀλλὰ πάθει γνησίῳ μετ᾽ ἐπιστήμης ἰχνηλατοῦσιν ἀλήθειαν.

Ἐκ τοῦ βʹ τῶν αὐτῶν. —Τὸ ἐμμελὲς, καὶ εὔρυθμον, οὐκ ἐν φωνῇ μᾶλλον ἢ διανοίᾳ ἐπιδείκνυσθαι πειρωμένους, ὁ τοῦ Σοφοῦ λόγος, οὐκ ἐν ῥήμασι, ἀλλ᾽ ἐν τοῖς δηλουμένοις πράγμασιν ἐπιδείκνυσι τὸ κάλλος. Ἐκ τοῦ τελευταίου τῶν ἐν Ἐξόδῳ Ζητημάτων. —Τοὺς ἐντυγχάνοντας τοῖς ἱεροῖς Γράμμασιν οὐ δεῖ συλλαβομαχεῖν, ἀλλὰ πρὸ τῶν ὀνομάτων καὶ ῥημάτων τὴν διάνοιαν σκοπεῖν, καὶ τοὺς καιροὺς, καὶ τόπους, καὶ τρόπους, καθ᾽ οὓς ἕκαστα λέγεται. Πολλάκις γὰρ αἱ αὐταὶ λέξεις ἑτέροις καὶ ἑτέροις πράγμασιν ἐφαρμόζουσιν, καὶ κατὰ τοὐναντίον διαφέρουσαι λέξεις ἐπὶ τοῦ αὐτοῦ τιθέμεναι πράγματος συνᾴδουσιν.

Ἐκ τῶν ἐν Γενέσει Ζητημάτων. —Ἀτόπως δρῶσιν, ὅσοι ἐκ μέρους τινὸς κρίνουσι τὸ ὅλον, ἀλλὰ τοὐναντίον ἐκ τοῦ ὅλου τὸ μέρος. Οὕτω γὰρ ἄμεινον καὶ σῶμα καὶ πρᾶγμα δογματίζοιτο ἄν. Ἔστιν οὖν ἡ θεία νομοθεσία τρόπον τινὰ ζῶον ἡνωμένον, ἣν ὅλην δι᾽ ὅλου χρὴ μεγάλοις ὄμμασι περισκοπεῖν, καὶ τὴν βουλὴν τῆς συμπάσης Γραφῆς ἀκριβῶς καὶ τηλαυγῶς περιαθρεῖν, μὴ κατακόπτοντας τὴν ἁρμονίαν, μηδὲ τὴν ἕνωσιν διαρτῶντας, Ἑτερόμορφα γὰρ καὶ ἑτεροειδῆ φανεῖται, τῆς κοινωνίας στερούμενα.