Καὶ μετ᾽ ὀλίγα· Ἐν τῷ οὖν ἐκκλησιαστικῷ κηρύγματι περιεχομένης τῆς ἀκριβοῦς ταύτης καταλήψεως, πῶς ἐρεῖτε, κατειληφέναι, ἀλλὰ μετὰ πάσης ἀκριβείας εἰδέναι, ὅτιπερ οὐκ ἤρξατο ὁ Θεὸς δημιουργεῖν, καὶ τοὺς νόας, πῶς τε τάξεως, καὶ γνώσεως μετέσχον, καὶ πῶς μετέπεσαν, καὶ εἰς πόσας διαφορὰς διῃρέθησαν, μετὰ πάσης αὐθεντίας δογματίζοντες; οὐδὲ τῇ, Τάδε λέγει Κύριος, συγκεχρημένοι φωνῇ, ἢ τῇ· Εἶπε Κύριος πρὸς ἡμᾶς, ἤ· Ἠκούσαμεν τῆς φωνῆς Κυρίου, καὶ ὅσα ἔθος τοῖς δογμάτων ἀπαρχομένοις τινῶν, εἰς τὴν τῶν ἰδίων σύστασιν λογισμῶν παρά τε τῇ θείᾳ Γραφῇ, καὶ τοῖς ἄλλοις αὐτῆς τροφίμοις. Ἀλλ᾽ ἔστι καὶ ἡμῖν θαυμάζειν, ὥσπερ ἐπὶ τοῦ Δεσπότου τοὺς ἀκούοντας ἐκπλήττεσθαι συνέβαινεν, ὅτι κατ᾽ ἐξουσίαν ἐστὶν ὁ λόγος ὑμῶν. Τοῦ δὲ κηρύγματος μὴ περιέχοντος ταῦτα, οὕτως ἀκριβῶς εἰδέναι φαίνεσθε, ὅτιπερ τῆς προτέρας μακαριότητος ἀποστάντες διὰ τὴν τοῦ πρώτου ἧτταν τὴν γενομένην ἐν αὐτοῖς, γεγόνασιν ἀπὸ νόων ἄγγελοι, ἀρχάγγελοι, καὶ τὰ ἑξῆς. Ἀποστάντες δὲ, κατὰ τὴν γενομένην νέαν Γραφὴν, τῆς τοῦ Θεοῦ ἑνώσεως, ἄρχειν τε καὶ κυριεύειν τῶν ἐπὶ πλείω σαλευθέντων λαχόντες, καὶ εἰς διακονίαν ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, αὐτοὶ ταύτης σαλευθέντες, καὶ δεόμενοι τοῦ ἐπανάξοντος.