Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἱερὰ Παράλληλα

Ἰωάννης ὁ Δαμασκηνός

Στοιχεία Ζ' έως Κ': Θεία αναζήτηση, έσχατα, θείος λόγος και θεία πρόνοια

Θεματικά κεφάλαια των γραμμάτων Ζήτα έως Κάππα, που πραγματεύονται τη λατρεία του Θεού, την έλευση του Αντιχρίστου, τη μελέτη των Γραφών και την ακατάληπτη θεία πρόνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 7 από 10

ΣΤΟΙΧΕΙΟΝ Ζ. ΤΙΤΛ. Αʹ. —Περὶ τοῦ ζητεῖν τὸν Θεόν. Θεοτίμου ἐπισκόπου Σκυθοπόλεως, ἐκ τοῦ Ἐὰν προσφέρῃς τὸ δῶρόν σου. —Παρὰ Θεὸν οὐδὲν ἐπίστασθαι δεῖ. Τοῦ αὐτοῦ. —Δεόντως οὕτω τις πρόσεισι τῷ Θεῷ, εἰ τὸ πᾶν αὐτῷ νέμει, παρ᾽ οὗπερ ἔχει τὸ πᾶν λαβὼν, καὶ αὐτὰς τὰς φροντίδας, καὶ ὑπὲρ ὧν αὐταὶ τυγχάνουσιν.

Τοῦ αὐτοῦ [ἁγίου Κυρίλλου] ἐκ τοῦ Εἰς παρθενίαν. —Δεῖ ἐξ ὅλης καρδίας ἐπιζητεῖν τὸν Θεόν· τὸ δὲ ἐπιζητεῖν ἐστι τὸ αὐτῷ λατρεύειν, καὶ τὰ αὐτῷ δοκοῦντα κατορθοῦν ἐπιζητεῖσθαι. Τοῖς οὕτω ζητοῦσι τὸν Θεὸν πολλοὶ γίνονται τῆς εὐσεβείας καρποὶ, καὶ τὸ ἐκ τοῦ ἁγίου Πνεύματος ἀνατέλλει φῶς.

ΣΤΟΙΧΕΙΟΝ Η. ΤΙΤΛ. Δʹ. —Περὶ ἡμέρας ἐσχάτης, καὶ τοῦ Ἀντιχρίστου. Τοῦ ἁγίου Εἰρηναίου, εἰς τὸ θηρίον τὸ ἐρχόμενον. —Ἀνακεφαλαίωσις γίνεται πάσης ἀδικίας, κ. τ. ἑ. Ἱππολύτου ἐπισκόπου Ῥώμης περὶ Χριστοῦ, καὶ τοῦ Ἀντιχρίστου. —Ἀλλὰ τούτων ἐν προοιμίᾳ εἰς δόξαν Θεοῦ εἰρημένων, κ. τ. ἑ. πομπεύειν τῷ Διονύσῳ.

ΣΤΟΙΧΕΙΟΝ Θ. ΤΙΤΛ. Ζʹ. —Περὶ θείων λογίων. Θεοφίλου ἐπισκόπου Ἀλεξανδρείας. —Σφόδρα ὀλίγων τυγχάνει τῶν πάντα τὸν ἑαυτῶν βίον ἀνατεθεικότων τῇ περὶ τὰς θείας Γραφὰς ἐξετάσει, τὸ δύνασθαι λογικώτερον παρακολουθεῖν τοῖς περιεχομένοις δόγμασι, καὶ τῇ βαθυτέρᾳ τῶν Γραφῶν διανοίᾳ.

ΤΙΤΛ. Ηʹ. —Περὶ θείων καὶ κατὰ Χριστὸν μυστηρίων. Εἰρηναίου, ἐκ τοῦ κατὰ αἱρέσεων βιβλίου εʹ. — Τὸ ἀπὸ τῆς κτίσεως ποτήριον, αἷμα ἰδικὸν ὡμολόγησεν, κ. τ. ἑ. Φίλωνος, ἐκ τοῦ δευτέρου τῶν ἐν Γενέσει Ζητημάτων. —Οὐ θέμις τὰ ἱερὰ μυστήρια ἐκλαλεῖν ἀμυήτοις, ἄχρις ἂν καθαρθῶσι τελείᾳ καθάρσει. Ὁ γὰρ ἀνοργίαστος καὶ εὐχερὴς, ἀσώματον καὶ νοητὴν φύσιν ἀκούειν ἢ βλέπειν ἀδυνατῶν, ὑπὸ τῆς φανερᾶς ὄψεως ἀπατηθεὶς μωμηθήσεται. Τὰ ἀμώμητα τοῖς ἀμυήτοις ἐκλαλεῖν μυστήρια, καταλύοντός ἐστι τοὺς θεσμοὺς τῆς ἱερατικῆς τελετῆς.

Τοῦ αὐτοῦ. —Ἄτοπον, ἐν μὲν ταῖς πόλεσιν νόμον εἶναι, τοῦ μυστικὰ μυστήρια μὴ ἐξαγγεῖλαι τοῖς ἀμυήτοις, τὰς δὲ ἀληθεῖς τελετὰς, αἳ πρὸς εὐσέβειαν ἄγουσι καὶ ὁσιότητα, εἰς ὦτα μετὰ φλυαρίας ἐκρίπτειν. Οὐ πάντων κοινωνητέον πᾶσιν, οὔτε λόγων, οὔτε πραγμάτων, καὶ μάλιστα ἱερῶν. Δεῖ τοῖς ἐφιεμένοις τῆς μετουσίας τούτων, πρῶτον μὲν, καὶ μέγιστον, καὶ ἀναγκαιότατον πρὸς τὸν ἕνα, καὶ ὄντως ὄντα Θεὸν εὐσέβειαν καὶ ὁσιότητα ἔχειν τὴν ἐπὶ τοῖς ἀγάλμασι, καὶ ξοάνοις, καὶ συνόλως ἀφιδρύμασι, τελεταῖς τε ἀτελέστοις, καὶ μυστηρίοις ἀνοργιάστοις ἀνήνυτον πλάνην ἀπωσαμένοις. Δεύτερον δὲ, καθαρθῆναι τὰς ἁγνευούσας καθάρσεις, κατά τε σῶμα καὶ ψυχὴν, διὰ νόμων πατρίων καὶ ἠθῶν. Τρίτον, ἀξιόπιστον τοῦ συνασμενισμοῦ παρασχεῖν ἐνέχυρον, ἵνα μὴ τροφῆς μεταλαβόντες τῆς ἱερᾶς, ἀσώτων μειρακίων τρόπον ὑπὸ κόρου καὶ πλησμονῆς ἐναλλοιωθῶσιν, ἐμπαροινοῦντες οἷς οὐ θέμις.

ΣΤΟΙΧΕΙΟΝ Κ. ΤΙΤΛ. Θʹ. —Περὶ κακοποιῶν. Φίλωνος, ἐκ τῶν ἐν Ἐξόδῳ ζητουμένων. — Ἐντὸς φέρει τὸν ὄλεθρον ὁ τῇ κακίᾳ συζῶν, ἐπεὶ σύνοικον ἔχει τὴν ἐπίβουλον καὶ πολέμιον. Ἱκανὸς γὰρ πρὸς τιμωρίαν ἡ τοῦ φαύλου συνείδησις, οἴκοθεν ὡς ἐκ πληγῆς δειλίαν προτείνουσα τῇ ψυχῇ.

Τοῦ αὐτοῦ. —Τοῦ φαύλου ὁ βίος ἐπίλυπος καὶ περιδεὴς, καὶ ὅσα κατὰ τὰς αἰσθήσεις ἐνεργεῖ, φόβοις καὶ ὀδύναις ἀνακέκραται. ΤΙΤΛ. Ιϛʹ. —Περὶ καρδίας πονηρᾶς, καὶ τῶν λογισμὸν ἄδικον ἐχόντων. Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ ιζʹ κατὰ Ἰουλιανοῦ. —Ἀρχὴ, καὶ ῥίζα, καὶ οἷον πηγὴ, καὶ γέννησις τῶν ἐν ἡμῖν ἐστι παθῶν ἡ πρὸς κακίαν ὄρεξις, ἐπ᾽ αὐτοῖς καλοῦσα τὸν νοῦν, καὶ καταγοητεύουσα μὲν ἐν ἀρχαῖς, βιαζομένη δὲ καὶ μετὰ τοῦτο, καὶ κατασείουσα, ἀβουλήτως ἔσθ᾽ ὅτε. Καπνοῦ γὰρ δίκην, ἢ ὥσπερ τινὲς ἀτμοὶ τῶν ἐμφύτων ἡδονῶν ἀνίσχουσιν ἐν ὑμῖν τὰς ὀρέξεις· ἀλλ᾽ ὁ μὲν σώφρων νεανίσκος ἐπιτιμᾷ τοῖς κινήμασι, καὶ περαιτέρω προελθεῖν οὐκ ἐᾷ. Ὃ καὶ ἀδρανὲς ὂν ἔτι, τὸ πάθος ἥττηται ῥᾳδίως.

Ὁ δέ γε ῥᾴθυμος καὶ κατημελημένος εἰσδέχεται τὰς τῶν ἡδονῶν ἀρχὰς, ὡς ἐννοίας ἔτι ψιλάς· ἐπιτρέψας δὲ προελθεῖν εἰς πλάτος, δυσχερεστάτην εὑρήσει τὴν ἀντίστασιν. Ὁ γὰρ προαλοὺς καὶ προηττημένος, οὐ τῶν ἰδίων ἐστι θελημάτων ἔτι κύριος· ὑποκείσεται δὲ μᾶλλον καθάπερ βαρβάρῳ τῷ νικήσαντι πάθει. Ἐγκρατείας οὖν ὁ πανάριστος τρόπος, πρῶτός τε καὶ εὐκλεέστατος, τὸ μήτε προήκασθαι τὰς τοῦ πάθους ἀρχὰς, μήτε μὴν ἁλῶναι ταῖς ἐπιθυμίαις.

Δευτέρα δὲ μετ᾽ ἐκείνην ἐγκράτεια, καὶ ῥύπου μεστὴ, τὸ ἀπέχεσθαι θέλειν τῶν ἀποτελεσμάτων, προηρωτηκότος τοῦ νοῦ τῆς ἐπιθυμίας, καὶ τοῖς ἐντεῦθεν ἐνομιλήσαντος λογισμοῖς. Ἐπειδὴ καὶ κρεῖττον παρὰ πολὺ τὸ μηδὲ ὅλως ἐν ἀγγείῳ καθεῖναι βόρβορον, ἤγουν πειρᾶσθαι καθαίρειν τὸ ἤδη μεμολυσμένον.

ΤΙΤΛ. ΚΓʹ. —Περὶ τῶν τοῦ Θεοῦ κριμάτων. Τοῦ ἁγίου Κλήμεντος ἐπισκόπου Ῥώμης, ἐκ τῆς βʹ πρὸς Κορινθίους ἐπιστολῆς. —Μὴ ταρασσέτω τὴν καρδίαν ὑμῶν, ὅτι βλέπομεν τοὺς ἀδίκους πλουτοῦντας, καὶ στενοχωρουμένους τοὺς τοῦ Θεοῦ δούλους. Οὐδεὶς γὰρ τῶν δικαίων ταχὺν καρπὸν ἔλαβεν, ἀλλ᾽ ἐκδέχεται αὐτόν. Εἰ γὰρ τὸν μισθὸν τῶν δικαίων ὁ Θεὸς εὐθέως ἀπεδίδου, ἐμπορίαν ἠσκοῦμεν, καὶ οὐκ εὐσέβειαν. Ἐδοκοῦμεν γὰρ εἶναι δίκαιοι, οὐ διὰ τὸ εὐσεβὲς, ἀλλὰ τὸ κερδάλεον διώκοντες.

Τοῦ ἁγίου Τίτου, ἐκ τοῦ περὶ Προνοίας. —Οὐκ ἐχρῆν, ὡς ἔοικεν, βατὰ τοῖς πᾶσιν ὑπάρχειν τοῦ Θεοῦ τὰ τεκμήρια, καὶ τὸν ἄῤῥητον καὶ ἀκατάληπτον νοῦν πάντη γνώριμον εἶναι ἀνθρώποις· ὅπου γε καὶ βασιλέως ἀνθρώπου καὶ ἄρχοντός ἐστιν, ὅτι τὰ πλεῖστα τῶν βουλευμάτων κρύπτεται, ὡς καὶ τὸ πραττόμενον ἄδηλον εἶναι, ὅτῳ λόγῳ πράττεται. Οὐ τοίνυν θαῦμα, εἰ ἄνθρωποι μὴ χωροῦσιν ὅλως τῆς διοικησίας τοῦ Θεοῦ τὸν λόγον, οἷς ἁρμόττει καὶ δίχα τοῦ πολυπραγμονεῖν ὑπείκειν τε καὶ ἡσυχάζειν, καὶ ἥκιστα ἀνταίρειν κατὰ τῆς ἀῤῥήτου διοικήσεως.

Πολλάκις γὰρ οὐδὲ τεχνίτην, εἴτουν οἰκοδομίας, ἢ ναυπηγίας, ἢ χαλκευτικῆς ἔμπειρον, αἰδούμενοι περιεργαζόμεθα, ποιοῦντά γε τὸ οἰκεῖον ἕκαστον· ἀλλὰ τῇ πείρᾳ καταπιστεύσαντες, ἐκδεχόμεθα τὸ ἔργον ἰδεῖν. Ἔστι δὲ καὶ ὅτε σφαλλομένῳ οὐκ ἐπαισθανόμεθα.

Τί δ᾽ ἂν εἴποιμι περὶ τῆς ὑπὲρ πάντα νοῦν σοφίας τοῦ Θεοῦ; ὃ προσῆκε, καὶ νοοῦντάς τε καὶ μὴ νοοῦντας ἐκπλήττεσθαί τε καὶ τιμᾷν. Εἰ δέ τις διὰ τὸ μὴ καταλαμβάνειν τὸν λόγον τῶν πλειόνων τῶν πρὸς τοῦ Θεοῦ γινομένων, ἐκπέσοι πρὸς ἀτοπίαν τῆς τοῦ Θεοῦ δόξης, ἀθλιώτατος, καὶ πάλιν ἀνόητος ὁ τοιοῦτος, ὡς αὐτῇ γε τῇ τυφλώσει τῆς ἰδίας διανοίας ὁδηγῷ χρώμενος.