Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἱερὰ Παράλληλα

Ἰωάννης ὁ Δαμασκηνός

Στοιχείο Π': Πίστη, ευσέβεια, πνευματική προκοπή και κακία

Εκτενής αναφορά στο στοιχείο Πι, με έμφαση στη χριστιανική πίστη έναντι της κοσμικής πολυπραγμοσύνης, την επιδίωξη των αιώνιων αγαθών και την αποφυγή της κακίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 9 από 10

Θεὸς οὐκ ὄνομα, ἀλλὰ δόξα περὶ Θεοῦ. ΣΤΟΙΧΕΙΟΝ Π. ΤΙΤΛ. ΚΕʹ. —Περὶ πίστεως καὶ εὐσεβείας εἰς Θεόν. Τοῦ ἁγίου ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου, ἐκ τῆς πρὸς Ἐφεσίους αὐτοῦ ἐπιστολῆς. —Οὐδὲν λανθάνει ὑμᾶς, ἐὰν εἰς Χριστὸν Ἰησοῦν ἔχητε τὴν πίστιν, καὶ τὴν ἀγάπην, ἥτις ἐστὶν ἀρχὴ ζωῆς καὶ τέλος. Ἀρχὴ μὲν ἡ πίστις· τέλος δὲ ἡ ἀγάπη. Τὰ δὲ δύο ἐν ἑνότητι γινόμενα, Θεός ἐστι· τὰ δὲ ἄλλα πάντα εἰς καλοκαγαθίαν ἀκόλουθά εἰσιν. Οὐδεὶς πίστιν ἐπαγγελλόμενος ἔχειν, ἁμαρτάνει. Οὐδεὶς ἀγάπην κεκτημένος μισεῖ. Φανερὸν τὸ δένδρον ἀπὸ τοῦ καρποῦ αὐτοῦ. Οὕτως οἱ ἐπαγγελλόμενοι Χριστοῦ εἶναι, δι᾽ ὧν πράσσουσιν ὀφθήσονται. Οὐ γὰρ νῦν ἐπαγγελίας τὸ ἔργον, ἀλλὰ δυνάμει πίστεως, ἐάν τις εὑρεθῇ εἰς τέλος.

Τοῦ αὐτοῦ. —Ἡ πίστις ἡμῶν ἀναγωγεὺς ἡμῶν· ἡ δὲ ἀγάπη, ὁδὸς ἡ ἄνω φέρουσα πρὸς Θεόν. Ἐκ τῆς πρὸς Μαγνησίους τοῦ αὐτοῦ ἐπιστολῆς. —Μάθωμεν κατὰ Χριστιανισμὸν ζῇν. Ὅστις γὰρ ἄλλῳ ὀνόματι καλεῖται πλεῖον τούτου, οὐκ ἔστι τοῦ Θεοῦ.

Τοῦ Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. —Ὥσπερ οἱ βλέποντες τὸ φῶς, ἐντός εἰσι τοῦ φωτός, κ. τ. ἑ. Τοῦ ἁγίου Τίτου ἐπισκόπου Βοστρῶν. —Ῥητέον τοίνυν ὅτι παρήχθη πρὸς τοῦ δημιουργήσαντος ὁ ἄνθρωπος εἰς βίον, ἐμπορευόμενος ἕτερον οὐδὲν, ἢ μόνον εὐσέβειάν τε καὶ ἀρετήν. Ταῦτα γὰρ κτησάμενος, καλῶς ἂν διανήξαιτο τόνδε τὸν βίον. Ἀμελήσας δὲ τούτων, χαλεπῶς ἂν διαβαπτισθείη πλανώμενος.

Τοῦ αὐτοῦ, ἐκ τοῦ δʹ λόγου. —Ἔστιν ἡ κατὰ Θεὸν πίστις γνῶσις Θεοῦ, διά τε τῆς ὁρωμένης δημιουργίας, καὶ τῶν φυσικῶν ἐννοιῶν μετ᾽ εὐνοίας καὶ ἀγάπης τῆς πρὸς αὐτὸν κατ᾽ ἐπιστήμην ἀρετῆς καὶ κακίας εὐαρεστοῦσα Θεῷ.

Ἀντιπάτρου ἐπισκόπου. —Πίστις, ᾗ μόνῃ δέδοται Θεὸν εἰδέναι. Μεθοδίου, ἐκ τοῦ κατὰ Πορφυρίου. —Ἡμέτερον μὲν ὄντως ἐστὶ κακὸν, κ. τ. ἑ. Θεοτίμου. —Παρὰ τὸν Θεὸν οὐδὲν ἐπίστασθαι δεῖ. Σευηριανοῦ ἐπισκόπου Γαβάλων, ἐκ τοῦ κατὰ τῶν αἱρετικῶν. —Οὐχ ὁ παντὶ πιστεύων πιστὸς λέγεται, ἀλλ᾽ ὁ Θεῷ πιστεύων, μόνος πιστὸς καὶ ἔστι, καὶ λέγεται. Κατάλιπε ζητήσεις, καὶ ἄσπασαι πίστιν· πίστις τὰ πάντα φωτίζει. Πάντα πίστις ἁγιάζει· πίστις Πνεύματος ἁγίου καταξιοῖ τὸν ἔχοντα· Στέφανος γὰρ πλήρης πίστεως. Εἰ μὴ προέδραμεν ἡ πίστις, δύναμις οὐκ ἠκολούθει τῷ ἁγίῳ. Ὅπου πίστις, ἐκεῖ ἀκολουθεῖ δύναμις, ἐκεῖ τὸ Πνεῦμα τὸ ἅγιον κατοικεῖ· ὅπου ἀπιστία, ἐκεῖ ἀσθένεια, ἐκεῖ τὸ πονηρὸν πνεῦμα. Ἀρχὴ τῶν ἀγαθῶν, πίστις· πηγὴ τῶν ἀγαθῶν, ἡ ἐπὶ Θεὸν πίστις. Λάβωμεν τὸ ὅπλον τῆς σωτηρίας. Λέγουσι γὰρ οἱ τῇ ἀληθείᾳ καὶ πίστει ἀντιπίπτοντες, ὅτι τὸ ἀλόγιστον αὐτῆς βλαβερὸν, κἂν μὴ ἐξητασμένος ᾖ λογισμὸς συνημμένος, ἡ πίστις οὐδαμῶς κέρδος φέρει τῷ πιστεύοντι. Ὅρα μοι τὰ σκολιὰ ῥήματα. Ὅρα μοι τῶν πικρῶν ὄφεων τὰς ποικιλίας. Ἀλλ᾽ οὐ δεῖ ταράττεσθαι. Ἐκεῖνο γὰρ, ἀδελφοὶ, εἰδέναι χρὴ, ὅτι οὐκ εἰδέναι πολλοὶ τρόποι.

Δύναταί τις εἰδέναι, ὅτι ἔστι Θεός· τὸ πῶς δέ ἐστιν, οὐκ οἶδεν· ἐπεὶ καὶ ἐφ᾽ ἡμῶν τῶν ἀνθρώπων πολλαὶ τῆς γνώσεως ὁδοί. Οἶδα τόνδε τὸν ἄνθρωπον ἐν τῇδε τῇ πόλει διάγοντα. Οὐ μὲν οἶδα καὶ ποίαν ἐργασίαν μετέρχεται. Οἶδα ἕτερον τήνδε μετιόντα τὴν ἐργασίαν.

Οὐ μὲν οἶδα καὶ πόθεν φέρει τὸ γένος· καὶ μέρει μὲν γινώσκω, μέρει δὲ ἀγνοῶ, καὶ οὐ πάντως, οὔτε μερικὴ γνῶσις ὁλόκληρον εἰσάγει γνῶσιν· οὔτε τὸ μὴ κατὰ πάντα γινώσκειν, τὴν μερικὴν ἀναιρεῖ. Τί οὖν; Οἶδα τὸν Θεὸν ὅτι ἀγαθός ἐστιν, ὅτι ἔστιν, ὅτι ἀθάνατός ἐστιν, ὅτι ἄφθαρτός ἐστιν, ὅτι ἀπερινόητος, ὅτι ἀκατάληπτος, ὅτι ἀναλλοίωτος. Ταῦτα πάντα οἶδα καὶ εἰδὼς προσκυνῶ. Τὸ δὲ πῶς ἐστιν οὐκ οἶδα, οὐδὲ ἐδιδάχθην πολυπραγμονεῖν. Ἀλλ᾽ ὅρα τί φησι πάλιν ὁ ἐχθρὸς τῆς ἀληθείας. Μὴ γὰρ ἀργῶς ἡμῖν ἔδωκεν ὁ Θεὸς λογισμούς· μὴ ἁπλῶς εἰλήφαμεν τοῦ νοῦ τὸ κριτήριον· δεῖ καὶ λογισμοῖς ἐρευνᾷν τὴν πίστιν, καὶ μὴ ἀνεξέταστον εἶναι τὴν εὐσέβειαν.

Ἀπάγγειλον οὖν μοι λογισμῶν ἀκολουθίᾳ χρησάμενος, πῶς ἕστηκεν ὁ οὐρανὸς εἰς τοσοῦτον ὕψος κοιλαινόμενον ἄπειρον, καὶ μηδὲν ἐν τοσαύτῃ περιγραφῇ τὸ ὑπερεῖδον ἔχων ἐν τίνι βαστάζεται; Τίνες αἱ κρηπίδες ἐφ᾽ ὧν ἐστήρικται; πῶς ἐν τοσούτῳ χρόνῳ οὐ λύεται τῷ κάλλει, οὐδὲ ἀφανίζεται ἡ ἁρμονία; Δεῖξον τοὺς βαστάζοντας κίονας. Τί δὲ ἐρῶ περὶ οὐρανοῦ, καὶ οὐ περὶ γῆς τὴν κατάστασιν;

Ὅτι μὲν γὰρ ἐπὶ ὑδάτων τεθεμελίωται, τοῦτο κἀγὼ παρέλαβον, καὶ αὐτὸς ὁμολογεῖς· πῶς δὲ καὶ ἐπὶ τῶν ὑδάτων ἐστηρίχθη, τοῦτο ἑρμήνευσον, καὶ μὴ ἁπλῶς ἀκολουθήσῃς τῷ λόγῳ, ἀλλὰ λογισμὸν ἀπόδος τῶν ζητουμένων. Ἀλλ᾽ ὅταν περὶ ταῦτα ἀπορήσωμεν, ἔχομεν ἀληθῆ καὶ εὐσεβῆ τῶν ἀπορουμένων λύσιν, ἣν ὁ μακάριος Δαβὶδ ἐμελῴδησε, λέγων, ὅτι Εὐθὴς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Τὰ ἔργα ἄνευ πίστεως οὐκ ἔστι καταλαβεῖν, καὶ Θεὸν ἄνευ πίστεως θέλεις εὑρεῖν;

Ἀλλὰ τοὺς ἐχθροὺς τῆς ἀληθείας ἀφέντες ἡμεῖς, τὴν ὑγιῆ καὶ ἀσφαλῆ τῆς πίστεως ὁδὸν ὁδεύσωμεν, πειθόμενοι τῷ λέγοντι Θεῷ· Οὐ δυνήσεται ἄνθρωπος ἰδεῖν τὸ πρόσωπόν μου, καὶ ζήσεται. Οὐ χωρεῖ τὸν ποθούμενον ἡ τῶν ποθούντων δύναμις, οὐδὲ φέρει ἡ θνητὴ φύσις τὴν ἀθάνατον δύναμιν τοῦ πάντων Δημιουργοῦ καὶ προνοητοῦ.

ΤΙΤΛ. Κϛʹ. —Περὶ τῶν παραβεβηκότων τὴν εὐσέβειαν καὶ πίστιν, καὶ εἰς Θεὸν ἀσεβούντων. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ εʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. —Ὅσα ἀφίστανται κατὰ τὴν γνώμην αὐτῶν τοῦ Θεοῦ, κ. τ. ἕ.

Θεοφίλου Ἀλεξανδρείας. —Εἶτα βασιλεὺς μὲν ἐπίγειος πιστεύεται εἶναι, καίπερ μὴ πᾶσι βλεπόμενος, διὰ δὲ νόμων καὶ διατάξεων αὐτοῦ, καὶ ἐξουσιῶν, καὶ δυνάμεων, καὶ εἰκόνων νοεῖται· τὸν δὲ Θεὸν οὐ βούλει σὺ νοῆσαι δι᾽ ἔργων καὶ δυνάμεων;

ΤΙΤΛ. ΚΗʹ. —Περὶ πονηρίας, καὶ κακίας, καὶ ἁμαρτίας. Τοῦ ἁγίου Ἰουστίνου τοῦ φιλοσόφου καὶ μάρτυρος, ἐκ τοῦ βʹ μέρους τῆς Ἀπολογίας αὐτοῦ. — Ἡ κακία πρόβλημα ἑαυτῆς τῶν πράξεων, κ. τ. ἑ. Φίλωνος, ἐκ τοῦ βʹ τῶν ἐν Γενέσει Ζητουμένων. —Οὐδὲν ἐναντίον καὶ μαχόμενον ταῖς ὁσιωτάταις τοῦ Θεοῦ δυνάμεσίν ἐστιν οὕτως, ὡς ἀδικία.

ΤΙΤΛ. Λʹ. —Περὶ πνευματικῆς προκοπῆς. Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου. —Διὰ ταύτης τῆς τάξεως καὶ τῶν τοιούτων ῥυθμῶν, κ. τ. ἑ. ΤΙΤΛ. ΛΑʹ. —Περὶ προσκαίρων καὶ αἰωνίων ἀγαθῶν· καὶ ὅτι χρὴ τῶν παρόντων τὰ μέλλοντα προτιμᾷν.

Τοῦ ἁγίου Κλήμεντος, ἐκ τῆς πρὸς Κορινθίους ἐπιστολῆς βʹ. —Ὁ τῶν παρόντων αἰσθητικὸς συνίησιν, ὡς οὔτε ἃ λογίζονταί τινες εἶναι τερπνὰ, ξενὰ καὶ μακράν ἐστι τῶν ἀπεχθῶν. Ἀλλὰ καὶ πλοῦτος πολλάκις μᾶλλον πενίας ἔθλιψε, καὶ ὑγεία πλέον ἠνίασε νόσου· καὶ καθόλου τῶν λυπηρῶν καὶ φευκτῶν πάντων ὑπόθεσις καὶ ὕλη ἡ τῶν ἀσπαστῶν καὶ κατ᾽ εὐχὴν περιβολὴ γίνεται.

Τοῦ ἁγίου Ἱππολύτου Ῥώμης. —Ταῦτα δὲ κατ᾽ ἀνάγκην ἔχομεν διηγήσασθαι, ὅπως τὴν ὑπόνοιαν τὴν τῶν πολλῶν ἀνέλωμεν. Τινὲς γὰρ βούλονται λέγειν, εἰς τὸν οὐρανὸν εἶναι τὸν παράδεισον, καὶ μὴ εἶναι ἐκ τῆς κτίσεως. Ὁπότε τοίνυν ὁρῶνται οἱ ποταμοὶ ὑπὸ τῶν ὀφθαλμῶν ἡμῶν ἐκπορευόμενοι ἐξ αὐτοῦ, ἐν οἷς καὶ σήμερον ἔστι πάντας ἱστορεῖν τοὺς θέλοντας, ἄρα λογιζέσθω πᾶς, ὅτι οὐκ εἰς οὐρανὸν, ἀλλ᾽ ὄντως ἐν τῇ κτίσει πεφύτευται. Ἔστι δὲ καὶ τόπος τῆς ἀνατολῆς, καὶ χωρίον ἐκλογῆς.