Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Ἰακωβιτῶν

Ἰωάννης ὁ Δαμασκηνός

Πατερικό απάνθισμα περί των δύο φύσεων του Χριστού

Εκτενής συλλογή πατερικών μαρτυριών και χωρίων (Ειρηναίου, Ιουστίνου, Αθανασίου, Βασιλείου, Γρηγορίου του Θεολόγου, Αμβροσίου, Κυρίλλου Αλεξανδρείας και Ιωάννου Χρυσοστόμου) που επικυρώνουν το ορθόδοξο χριστολογικό δόγμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 7 από 7

Χρήσεις ἁγίων πατέρων ἀποδεικνύουσαι, ὡς εἷς ἐστιν ὁ Χριστὸς ἐκ δύο φύσεων καὶ δύο φύσεις καὶ ἐν δυσὶ φύσεσι καὶ μετὰ τὴν σωτηριώδη καὶ ὑπεράγαθον αὐτοῦ σάρκωσιν. Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνων ἐκ τοῦ κατὰ Οὐαλεντίνου· Ὥσπερ γὰρ ἡ κιβωτὸς κεχρυσωμένη ἦν ἔσωθεν καὶ ἔξωθεν χρυσίῳ καθαρῷ, οὕτως καὶ τὸ τοῦ Χριστοῦ σῶμα καθαρὸν ἦν διαυγές, ἔσωθεν μὲν τῷ λόγῳ κοσμούμενον, ἔξωθεν δὲ τῷ πνεύματι φρουρούμενον, ἵν᾽ ἐξ ἀμφοτέρων τὸ περιφανὲς τῶν φύσεων ἀναδειχθῇ.

Τοῦ ἁγίου Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ τρίτου βιβλίου τοῦ περὶ τῆς ἁγίας τριάδος κεφαλαίου τρίτου· Καὶ ταύτης τὴν νηδὺν εἰσδὺς οἱονεὶ θεῖος σπόρος πλάττει ναὸν ἑαυτῷ τέλειον ἄνθρωπον, μέρος τι λαβὼν τῆς ἐκείνης φύσεως καὶ εἰς τὴν τοῦ ναοῦ διάπλασιν οὐσιώσας ἐνδύς τε τοῦτον κατ᾽ ἄκραν ἕνωσιν υἱὸς θεοῦ ἄμφω προῆλθεν.

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ συντάγματος κεφαλαίου ἑπτακαιδεκάτου· Ὥσπερ εἷς μέν ἐστιν ὁ ἄνθρωπος, ἔχει δὲ φύσεις διαφόρους δύο, καὶ κατ᾽ ἄλλο μὲν λογίζεται, κατ᾽ ἄλλο δὲ τὸ λογισθὲν ἐνεργεῖ—ψυχῇ μὲν γὰρ νοερᾷ λογισάμενος, εἰ τύχοι, τοῦ πλοίου τὴν σύμπηξιν χερσὶ τὸ νοηθὲν εἰς πέρας ἄγει—, οὕτως ὁ υἱὸς εἷς ὢν καὶ δύο φύσεις κατ᾽ ἄλλην μὲν τὰς θεοσημείας εἰργάζετο, κατ᾽ ἄλλην δὲ τὰ ταπεινὰ παρεδέχετο.

Τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τοῦ κατὰ αἱρέσεων· «Ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Δύο ἔχεις μορφάς. Κράτει ταύτας, μηδετέραν παραχαράξῃς· οὔτε γὰρ ἄνθρωπος ὢν ὁ υἱὸς τοῦ θεοῦ καὶ θεὸς ἠφάνισε τὴν θεϊκὴν μορφήν, οὔτε θεὸς ὢν παρῃτήσατο τὴν ἀνθρωπίνην μορφήν. Ἐπεὶ οὖν δύο ἔχομεν μορφάς, τὴν δεσποτικήν φημι καὶ τὴν δουλικήν, τὴν μὲν φύσει θεοῦ, τὴν δὲ φύσει ἀνθρωπείαν, τὴν μὲν πρὸ αἰώνων, τὴν δὲ ἐξ ὑστέρων καιρῶν, τὴν μὲν ἐκ τοῦ πατρός, τὴν δὲ ἐκ παρθένου, τὴν μὲν ἐκ μόνου, τὴν δὲ ἐκ μόνης, ἐπειδὴ δύο ταῦτα ὑφέστηκε πράγματα δύο ἐν ἑνί—οὔτε γὰρ διαιροῦμεν τὸν θεὸν λόγον ἀπὸ τοῦ σώματος οὔτε δύο οἴδαμεν υἱοὺς καὶ Χριστούς, ἀλλὰ τὸν πρὸ αἰώνων υἱὸν τοῦ θεοῦ ἐν ὑστέροις καιροῖς ἄνθρωπον ἐξ αὐτῆς μήτρας τῆς παρθένου γενόμενον τέλειον.

Ὡς γὰρ ὁ γεννήσας πατὴρ τέλειον ἐγέννησεν υἱόν, οὕτως ὁ αὐτὸς καὶ εἷς υἱὸς καὶ λόγος τοῦ πατρὸς τὸν τελείως ἀπολλύμενον ἄνθρωπον σῶσαι βουλόμενος τέλειος ἐγένετο ἄνθρωπος, ἵνα μὴ τὸ ἔξωθεν σώσας τὸ ἔσωθεν προδεδομένον ἐάσῃ, οὐδὲ γὰρ σῶμα ἀναλαβὼν εἴασε τὴν ψυχήν, ἀλλὰ καὶ ψυχὴν καὶ νοῦν ἀνέλαβεν 〈...〉 Τοῦ ἁγίου Μεθοδίου ἐπισκόπου Πατάρων καὶ μάρτυρος ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ὑπαπάντην· Τὸν ἐν ὁράσει ἀόρατον, τὸν ἐν περιλήψει ἀπερίληπτον, τὸν ἐν σμικρότητι ὑπερμεγέθη, τὸν ἐν ναῷ καὶ ἐν ὑψίστοις, τὸν ἐπὶ θρόνου παρθενικοῦ καὶ ἐπὶ ὀχήματος χερουβικοῦ, τὸν κάτω καὶ ἄνω ἀδιαστάτως, τὸν ἐν μορφῇ δούλου καὶ ἐν μορφῇ θεοῦ πατρός, τὸν ὑπήκοον καὶ βασιλέα τῶν ἁπάντων.

Τοῦ ἁγίου Βασιλείου, ἐπισκόπου Καισαρείας Καππαδοκίας, ἐκ τοῦ κατ᾽ Εὐνομίου λόγου· Ἐγὼ γὰρ καὶ τὸ ἐν μορφῇ θεοῦ ὑπάρχειν ἴσον δύνασθαι τῷ ἐν οὐσίᾳ θεοῦ φημι· ὡς γὰρ τὸ μορφὴν ἀνειληφέναι δούλου ἐν τῇ οὐσίᾳ τῆς ἀνθρωπότητος τὸν κύριον γεγενῆσθαι σημαίνει, οὕτω τὸ λέγειν ἐν μορφῇ θεοῦ ὑπάρχειν τῆς θείας οὐσίας παρίστησι τὴν ἰδιότητα.

Τοῦ αὐτοῦ ἐκ τῆς διαλέξεως τῆς πρὸς Ἀέτιον τὸν Ἀρειανόν· Οὐ γὰρ ἂν δυνήσῃ ποτὲ σὺ ἢ ἄλλος τις παραστῆσαι ἢ ἀποδεῖξαι ἐν ἀληθείᾳ τοὺς προειρημένους ἁγίους πατέρας ἡμῶν καὶ διδασκάλους ἢ ἡμᾶς ἤ τινα τῶν ἐκκρίτων πατέρων καὶ διδασκάλων τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἢ εἰπόντας ἢ διδάξαντας ἐγγράφως ἢ ἀγράφως, ὡς σὺ λέγεις, ἐπὶ Χριστοῦ τοῦ θεοῦ ἡμῶν μίαν φύσιν σύνθετον ἢ ἁπλῆν ἢ μονοειδῆ ἢ ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἤ τι τῶν ἀπηγορευμένων δογμάτων καὶ ἀποβεβλημένων ἐκ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας.

Εἰ γάρ, ἃ κατελύσαμεν, ταῦτα πάλιν οἰκοδομοῦμεν, κατὰ τὸν θεῖον ἀπόστολον παραβάτας ἑαυτοὺς συνιστάνομεν. Τοὐναντίον δὲ μᾶλλον διπλοῦν ἐκηρύξαμεν ὑπάρχειν κατὰ πάντα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν μιᾷ ὑποστάσει καὶ ἐν ἑνὶ προσώπῳ χωρὶς οἱασδηποτοῦν διαιρέσεως ἢ συγχύσεως· τὸ γὰρ λέγειν μίαν φύσιν καὶ θέλησιν καὶ ἐνέργειαν ἐπὶ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ οὐ δύο, τῶν κακοδόξων καὶ βλασφήμων καὶ ὁμοφρόνων σου ἀνδρῶν ὑπάρχει δίδαγμά τε καὶ φρόνημα.

Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς· Εἰ δὲ ὁμοούσιος ὁ λόγος τῷ σώματι ἐκ γῆς ἔχοντι τὴν φύσιν, ὁμοούσιος δὲ ὁ λόγος τῷ πατρὶ κατὰ τὴν τῶν πατέρων ὁμολογίαν, ὁμοούσιος ἔσται καὶ αὐτὸς ὁ πατὴρ τῷ σώματι τῷ ἐκ γῆς γενομένῳ. Καὶ τί ἔτι μέμφονται τοῖς Ἀρειανοῖς λέγουσι τὸν υἱὸν κτίσμα λέγοντες αὐτοὶ καὶ τὸν πατέρα ὁμοούσιον τοῖς κτίσμασιν;

Καὶ μετὰ βραχέα· Ποῖος ᾅδης ἐξηρεύξατο, ὁμοούσιον εἰπεῖν τὸ ἐκ Μαρίας σῶμα τῇ τοῦ λόγου θεότητι; Τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου ἐκ τῆς πρὸς Κληδόνιον ἐπιστολῆς δευτέρας· Φύσεις μὲν γὰρ δύο θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ δύο οὐδὲ θεοί. Οὐ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὁ Παῦλος τὸ ἐντὸς τοῦ ἀνθρώπου καὶ τὸ ἐκτὸς προσηγόρευσεν.

Τοῦ αὐτοῦ ἐκ τοῦ Ἀπολογητικοῦ· Τοῦτο ἡμῖν ὁ παιδαγωγὸς βούλεται νόμος, τοῦτο οἱ μέσοι Χριστοῦ καὶ νόμου προφῆται, τοῦτο ὁ τοῦ πνευματικοῦ νόμου τελειωτὴς καὶ τὸ τέλος Χριστός, τοῦτο ἡ κενωθεῖσα θεότης, τοῦτο ἡ προσληφθεῖσα σάρξ, τοῦτο ἡ καινὴ μίξις θεὸς καὶ ἄνθρωπος, ἓν ἐξ ἀμφοῖν καὶ δι᾽ ἑνὸς ἀμφότερα.

Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ δευτέρου λόγου· Σημεῖον δέ, ἡνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα. Παύλου λέγοντος ἄκουσον· «Ἵνα ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης.» Χριστοῦ μὲν θεός, τῆς δὲ δόξης πατήρ· εἰ γὰρ τὸ συναμφότερον ἕν, ἀλλ᾽ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ.

Τοῦ αὐτοῦ ἀναπλήρωσις τῆς πρὸ μικροῦ χρήσεως ἐκ τῆς πρὸς Κληδόνιον πρώτης ἐπιστολῆς· Εἰ δὲ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ σωτήρ, εἴπερ μὴ ταὐτὸν τὸ ἀόρατον τῷ ὁρατῷ καὶ τὸ ἄχρονον τῷ ὑπὸ χρόνον· οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γένοιτο. Τὰ γὰρ ἀμφότερα ἓν τῇ συγκράσει, θεοῦ μὲν ἐνανθρωπήσαντος, ἀνθρώπου δὲ θεωθέντος ἢ ὅπως ἄν τις ὀνομάσειε.

Λέγω δὲ ἄλλο καὶ ἄλλο ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος ἔχει. Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν, οὐκ ἄλλο δὲ καὶ ἄλλο· ἓν γὰρ τὰ τρία καὶ ταὐτὸν τῇ θεότητι. Σχόλιον. Εἰ «οὐκ ἄλλο καὶ ἄλλο» διὰ τὸ μίαν εἶναι τὴν φύσιν, τὸ ἄλλο ἄρα καὶ ἄλλο οὐ μία φύσις. Καὶ εἰ «ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος ἔχει, ἐκεῖ δὲ τρεῖς ὑποστάσεις διὰ τὸ ἄλλος καὶ ἄλλος, μία δὲ φύσις διὰ τὸ μὴ ἄλλο καὶ ἄλλο», ἐνταῦθα δύο μὲν φύσεις διὰ τὸ «ἄλλο καὶ ἄλλο», μία δὲ ὑπόστασις διὰ τὸ «οὐκ ἄλλος καὶ ἄλλος».

Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ δευτέρου λόγου· Τοῦτό ἐστιν, ὃ ποιεῖ τοῖς αἱρετικοῖς τὴν πλάνην, ἡ τῶν ὀνομάτων ἐπίζευξις ἐπαλλαττομένων τῶν ὀνομάτων διὰ τὴν σύγκρασιν. Σημεῖον δέ, ὡς ἡνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα.

Παύλου λέγοντος ἄκουσον· «Ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ πατὴρ τῆς δόξης» Χριστοῦ μὲν θεός, τῆς δὲ δόξης πατήρ. Εἰ γὰρ τὸ συναμφότερον ἕν, ἀλλ᾽ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ· τούτων τί ἂν γένοιτο γνωριμώτερον;

Σχόλιον. Τὰ μὴ φύσει ἓν πάντως δύο· εἰ δὲ ἡ σύνοδος, καθ᾽ ὑπόστασιν. Ἄρα ἡ θεότης τοῦ Χριστοῦ καὶ ἡ ἀνθρωπότης αὐτοῦ δύο μὲν τῇ φύσει, ἓν δὲ τῇ ὑποστάσει. Τοῦ αὐτοῦ ἐκ τῶν ἐπῶν· Ἦλθε θεὸς θνητός τε φύσεις δύο εἰς ἓν ἀγείρας, τὴν μὲν κευθομένην, τὴν δ᾽ ἀμφαδίην μερόπεσσιν.

Τοῦ ἁγίου Ἀμβροσίου Μεδιολάνων ἐκ τοῦ περὶ ἐνανθρωπήσεως ἤτοι κατὰ Ἀπολιναρίου λόγου· Ἀλλ᾽ ἐν ὅσῳ τούτους ἐλέγχομεν, ἀνεφύησαν ἕτεροι λέγοντες, τὸ σῶμα τοῦ κυρίου καὶ τὴν θεότητα μιᾶς εἶναι φύσεως. Ποῖος ᾅδης τὴν τοσαύτην βλασφημίαν ἠρεύξατο; Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσι φορητότεροι, οἷς ἐκ τούτων αὔξεται τῆς φιλονεικίας καὶ ἀπιστίας τὸ στέλεχος φιλονεικότερον διαβεβαιουμένοις λέγειν, τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον μιᾶς οὐσίας μὴ εἶναι, ἐπειδὴ οὗτοι τὴν θεότητα τοῦ κυρίου καὶ τὴν σάρκα μιᾶς φασιν ὑπάρχειν οὐσίας.

Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Γρατιανὸν τὸν βασιλέα· ταύτην δὲ τὴν χρῆσιν προήγαγεν ὁ ἅγιος Κύριλλος ἐν τῇ κατ᾽ Ἔφεσον συνόδῳ· Φυλάξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκός· εἷς γὰρ ἐν ἑκατέρᾳ λαλεῖ ὁ τοῦ θεοῦ υἱός, ἐπειδήπερ ἐν αὐτῷ ἑκατέρα φύσις ἐστίν.

Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τοῦ θείου συμβόλου· Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστὸν ἢ παθητὸν τὸν θεὸν λόγον ἢ εἰς σάρκα τραπέντα ἢ συνουσιωμένον ἐσχηκέναι τὸ σῶμα ἢ οὐρανόθεν αὐτὸ κεκομικέναι ἢ φάντασμα εἶναι, ἢ θνητὸν λέγοντας τὸν θεὸν λόγον ἢ δεδεῆσθαι τῆς παρὰ τοῦ πατρὸς ἀναστάσεως ἢ ἄψυχον σῶμα ἢ ἄνουν ἄνθρωπον ἀνειληφέναι ἢ τὰς δύο οὐσίας τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγχυθείσας μίαν γεγενῆσθαι οὐσίαν, καὶ μὴ ὁμολογοῦντας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι οὐσίας ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθ᾽ ὃ εἷς Χριστός, εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τῆς πρὸς Σέλευκον ἐπιστολῆς· Οὕτω θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν ὁμολογῶ, τὸν υἱὸν τοῦ θεοῦ, ἕνα υἱὸν δύο φύσεων, παθητῆς τε καὶ ἀπαθοῦς, θνητῆς τε καὶ ἀθανάτου.

Καὶ μετ᾽ ὀλίγα· Ἕνα οὖν υἱὸν δύο φύσεών φημι ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως. Πάσχει τοίνυν ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, οὐ θεότητι, ἀλλ᾽ ἀνθρωπότητι. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς· Ἡ ληφθεῖσα πάσχει φύσις, ἡ δὲ λαβοῦσα ἀπαθὴς μένει. Οἰκειοῦται δὲ ὁ θεὸς λόγος ἀπαθῶς τὰ τοῦ ἰδίου ναοῦ ἀνθρώπινα πάθη, σταυρόν φημι καὶ θάνατον καὶ τὰ ἄλλα, ὅσα περὶ αὐτὸν οἰκονομικῶς θεωρεῖται, οἰκειοῦται, αὐτὸς πάσχων οὐδέν. Ἐπειδὴ εἰς ἓν πρόσωπον συντελοῦσιν αἱ διτταὶ φύσεις 〈...〉 Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης ἐκ τῆς πρὸς Φίλιππον μονάζοντα ἐπιστολῆς· Τὰ μὲν ὁμοούσια ταυτότητα κέκτηται, τὰ δὲ ἑτεροούσια τὸ ἀνάπαλιν.

Κἂν γὰρ ἀρρήτῳ ἑνώσει τὰ συναμφότερα ἕν, ἀλλ᾽ οὐ τῇ φύσει διὰ τὸ ἀσύγχυτον. Ὁ τοίνυν Χριστὸς δύο ὑπάρχων φύσεις καὶ ἐν αὐταῖς ἀληθῶς γνωριζόμενος μοναδικὸν ἔχει τῆς υἱότητος τὸ πρόσωπον. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀπολιναρίου· Εἰ οὖν ἐν τοῖς ἐναντίοις ἰδιώμασιν ἡ θατέρου τούτων θεωρεῖται φύσις, τῆς σαρκὸς λέγω καὶ τῆς θεότητος, πῶς μία αἱ δύο φύσεις εἰσίν;

Τοῦ ἁγίου Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἐκ τοῦ προσφωνητικοῦ τοῦ πρὸς Ἀλεξανδρεῖς· Ἐγὼ τὸ συγκεκραμένον οὐ καταδέχομαι· ἀλλότριον γάρ ἐστι τῆς ἀποστολικῆς πίστεως καὶ τῆς τοῦ Χριστοῦ ὀρθῆς παραδόσεως. Ἡ γὰρ σύγκρασις ἀφανισμὸν τῶν φύσεων ἐργάζεται, ἡ δὲ ἄρρητος ἕνωσις παρὰ τῶν ὀρθῶς φρονούντων ὁμολογουμένη ἀμφοτέρας σῴζει ἀσυγχύτως τὰς φύσεις καὶ ἕνα ἀποτελεῖ ἐξ ἀμφοῖν τὸν ὀφθέντα Χριστόν, θεόν τε ὁμοῦ καὶ ἄνθρωπον γενόμενον τὸν αὐτόν, καὶ οὐ δύο Χριστούς, ἕνα δὲ μᾶλλον ἑνωθέντα καὶ οὐ κεκραμένον. Εἰ γὰρ κέκρανται αἱ δύο φύσεις εἰς μίξιν μίαν ἑτεροούσιοι τυγχάνουσαι, οὐδ᾽ ὁποτέρα σῴζεται, ἀλλ᾽ ἀμφότεραι συγχυθεῖσαι ἠφανίσθησαν.

Καὶ μετ᾽ ὀλίγα· Καὶ λύεται μὲν ὁ ναὸς ἐν τῷ καιρῷ τῆς τριημέρου ταφῆς βουλομένου αὐτοῦ· καὶ πάλιν ἀνέστησεν αὐτόν, καὶ ἡνώθη αὐτῷ ἀρρήτῳ καὶ ἀφράστῳ λόγῳ, οὐ κεκραμένος ἐν αὐτῷ ἢ ἀποσεσαρκωμένος, ἀλλ᾽ ἀποσῴζων ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσυγχύτους τὰς ἰδιότητας. Οὐ γὰρ δήπου ἐκράθησαν αἱ φύσεις ἐν τῇ ἀρρήτῳ καὶ ἀσυγχύτῳ ἑνώσει, ἀλλ᾽ ἡνώθησαν ἀρρήτῳ καὶ ἀφράστῳ λόγῳ καὶ ὑπερέκεινα παντὸς νοῦ τυγχάνουσι κατὰ τὸν τρισμακάριον καὶ ἀληθῶς οἰκουμενικὸν τῆς ὀρθοδόξου πίστεως διδάσκαλον καὶ ἀρχιεπίσκοπον ἡμῶν Ἀθανάσιον τὸν ἐν τῇ μεγάλῃ ἐν Νικαίᾳ συνόδῳ διαπρέψαντα μεταξὺ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων εἰπόντα· Δύο πραγμάτων ἀνομοίων καὶ ἀνίσων κατὰ τὴν φύσιν σύνοδος γέγονεν οὐ σύγκρασις θεοῦ ἀφράστου καὶ θνητοῦ σώματος οὐ κατὰ ἀφανισμὸν ἢ ἀποσάρκωσιν, ἀλλὰ καθ᾽ ἕνωσιν ἄρρητον καὶ ἀνέκφραστον καὶ ἀνεκδιήγητον· δύο φύσεων τῶν ἑτεροουσίων ἐν ἑνὶ Χριστῷ, υἱῷ δὲ τοῦ θεοῦ, σῳζομένων καὶ μήτε συγχεομένων μήτε ἀπολλυμένων ἢ διαιρεθεισῶν.

Σχόλιον. Ὁρᾶτε, ὡς οἱ ἅγιοι πατέρες ἐξ ἴσης τὴν σύγχυσιν καὶ τὴν διαίρεσιν φεύγοντες σῴζεσθαι τὰς δύο φύσεις φασὶν ἐν ἑνὶ Χριστῷ ἤτοι μιᾷ ὑποστάσει. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου· Οὐδέποτε γὰρ ἀπέστη τῆς ἰδίας θεότητος, εἰ καὶ κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν δι᾽ ἡμᾶς οὐκ ἀπολέσας τὴν θεϊκὴν μορφήν, ἵνα κατὰ σὲ ἑτοίμως θεοποιηθῇ ὡς ἄνθρωπος—μὴ γένοιτο—, ἀλλὰ γὰρ ναὸν ἑαυτῷ ἔμψυχον καὶ τέλειον κατασκευάσας ἐν τῇ ἁγίᾳ παρθενικῇ μήτρᾳ καὶ ἐνδυσάμενος αὐτὸν καὶ ἑνωθεὶς αὐτῷ ἀρρήτῳ λόγῳ σῳζομένων ἀμφοτέρων τῶν φύσεων καὶ οὐ κεκραμένων προῆλθε, φαινόμενος μὲν ἄνθρωπος, νοούμενος δὲ θεὸς Ἰησοῦς Χριστός.

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἰωάννην τὸν Ἀντιοχείας ἐπιστολῆς· Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ κυρίου φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ᾽ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα.

Σχόλιον. Εἰ ἀληθῶς ἓν πρόσωπον ἐπὶ Χριστοῦ μετὰ τὴν ἕνωσιν, πάντως ἀληθῶς καὶ δύο φύσεις. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἀκάκιον ἐπίσκοπον Μελιτηνῆς ἐπιστολῆς· Ἀλλὰ γὰρ ἴσως ἐκεῖνο φαῖεν ἂν οἱ δι᾽ ἐναντίας· Ἰδοὺ δὴ σαφῶς οἱ τῆς ὀρθῆς πίστεως τὴν ὁμολογίαν ποιούμενοι δύο μὲν ὀνομάζουσι φύσεις, διαιρεῖσθαι δὲ τὰς τῶν θεηγόρων φωνὰς διατείνονται κατά γε τὴν διαφορὰν αὐτῶν. Εἶτα πῶς οὐκ ἐναντία ταῦτα τοῖς σοῖς; Οὐ γὰρ ἂν ἔχοις προσώποις δυσὶν ἤγουν ὑποστάσεσι τὰς φωνὰς διανέμειν. Ἀλλ᾽, ὦ βέλτιστοι, φαίην ἄν, γεγράφαμεν ἐν τοῖς κεφαλαίοις· «Εἴ τις προσώποις δυσὶν ἤγουν ὑποστάσεσι διανέμει τὰς φωνὰς καὶ τὰς μὲν ὡς ἀνθρώπῳ παρὰ τὸν ἐκ θεοῦ λόγον ἰδικῶς νοουμένῳ προσάπτει, τὰς δὲ ὡς θεοπρεπεῖς μόνῳ τῷ ἐκ θεοῦ πατρὸς λόγῳ, οὗτος ἔστω κατάκριτος.» Φωνῶν δὲ διαφορὰν κατ᾽ οὐδένα τρόπον ἀνῃρήκαμεν.

Σχόλιον. Ὁρᾷς, ὡς οὐ τὸ δύο φύσεις λέγειν παραιτεῖται, ἀλλὰ τὸ ἰδίᾳ καὶ ἀναμέρος αὐτὰς ὁμολογεῖν. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ Λευϊτικόν· Δύο μὲν γὰρ ὀρνίθια ληφθῆναι κελεύει ζῶντα καὶ καθαρά, ἵνα νοήσῃς διὰ τῶν πετεινῶν τὸν οὐράνιον ἄνθρωπον ὁμοῦ καὶ θεόν, εἰς δύο μὲν φύσεις ὅσον ἧκεν, εἰς τὸν ἑκάστῃ πρέποντα λόγον διαιρούμενον. Λόγος γὰρ ἦν ὁ ἐκ θεοῦ πατρὸς ἀναλάμψας ἐν σαρκὶ τῇ ἐκ γυναικὸς πλὴν οὐ μεριζόμενον· εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χριστός.

Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τριάδος λόγου· Μεθόριον δὲ ὥσπερ τι θεότητος καὶ ἀνθρωπότητος τὴν ἐν ἀμφοῖν ἔχων ὡς ἐν ἑνὶ σύνοδον καὶ τῶν τῇ φύσει διεστηκότων τὴν εἰς ταυτότητα συνδρομὴν καθ᾽ ἕνωσιν καὶ ἀναπλοκήν.

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς· Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τῆς οἰκονομίας τὸν τρόπον ὁρῶμεν, ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ᾽ ἕνωσιν ἀδιάσπαστον ἀτρέπτως τε καὶ ἀμεταβλήτως· ἡ γὰρ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, εἰ καὶ γέγονε θεοῦ σάρξ· ὁμοίως δὲ καὶ ὁ λόγος θεός ἐστι καὶ οὐ σάρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς· Ὅταν δὲ ἐννοῶμεν τοῦτο, οὐδὲν ἀδικοῦμεν τὴν εἰς ἑνότητα συνδρομήν· τὸ ἐκ δύο φύσεων γεγενῆσθαι λέγοντες μετὰ μέντοι τὴν ἕνωσιν οὐ διαιροῦμεν τὰς φύσεις ἀπ᾽ ἀλλήλων οὐδὲ εἰς δύο τέμνομεν υἱοὺς τὸν ἕνα καὶ ἀμέριστον, ἀλλ᾽ ἕνα φαμὲν υἱὸν καί, ὡς οἱ πατέρες εἰρήκασι, μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην.

Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἔννοιαν καὶ εἰς μόνον τὸ ὁρᾶν τοῖς τῆς ψυχῆς ὄμμασι, τίνα τρόπον ἐνηνθρώπησεν ὁ μονογενής, δύο τὰς φύσεις εἶναί φαμεν, ἕνα δὲ υἱὸν καὶ Χριστὸν καὶ κύριον ὁμολογοῦμεν τὸν τοῦ θεοῦ λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον.

Σχόλιον. Σκοπείτω πᾶς τις μὴ τυφλώττων τὸν νοῦν τοῦ πατρὸς τὴν ἔννοιαν. Οὐκ εἶπε γάρ, «μετὰ μέντοι τὴν ἕνωσιν» οὐχ ὁμολογοῦμεν τὰς φύσεις, ἀλλ᾽ «οὐ διαιροῦμεν»· δύο γὰρ τὰς φύσεις εἶναί φησιν· «Ἕνα δὲ υἱὸν καὶ Χριστὸν καὶ κύριον», καὶ εἰπὼν «ἕνα φαμὲν υἱὸν» ἐπήγαγε «καὶ μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην», φύσιν ἐνταῦθα τὴν ὑπόστασιν ὀνομάσας. Οὐ γὰρ φύσις ἤτοι οὐσία ὁ υἱός, ἀλλ᾽ ὑπόστασις. Εἰ γὰρ φύσις ὁ υἱός, οὐκ ἔστι δὲ ὁ πατὴρ υἱός, οὐδὲ τῆς αὐτῆς ἔσται τῷ υἱῷ φύσεως· ὅμως καὶ τῆς σαρκὸς ἐνδείκνυται τὴν φύσιν πρὸς τὸν αὐτὸν Σούκενσον γράφων· ὥστε, εἰ καὶ καθ᾽ ὑμᾶς οὐσίαν ἐνταῦθα τὴν φύσιν φησίν, εἰσκομίζει καὶ τὴν τῆς σαρκὸς φύσιν διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην». Γράφει γοῦν οὕτως· Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον δευτέρας ἐπιστολῆς· Εἰ μὲν γὰρ «μίαν» εἰπόντες «τοῦ λόγου φύσιν» σεσιγήκαμεν οὐκ ἐπενεγκόντες τὸ «σεσαρκωμένην», ἀλλ᾽ οἷον ἔξω τιθέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν· Εἰ μία φύσις τὸ ὅλον, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι ἢ πῶς ὑφέστηκεν ἡ καθ᾽ ἡμᾶς οὐσία; Ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ᾽ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην», παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες.

Σχόλιον. Παύσασθε τοιγαροῦν, ὦ οὗτοι, «καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες» τῷ διδασκάλῳ πειθόμενοι. Ἴδε γάρ, σαφῶς εἴρηκε «διὰ τοῦ σεσαρκωμένην εἰπεῖν» «τὴν ἐν ἀνθρωπότητι τελειότητα καὶ τῆς καθ᾽ ἡμᾶς οὐσίας τὴν δήλωσιν εἰσκεκομίσθαι» καὶ ὡς οὐ «μία φύσις τὸ ὅλον» ἐστίν· εἰ δὲ οὐ μία, παντί που δῆλον ὡς δύο.

Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς τὸν Λάζαρον λόγου· Ὁ κασσίτερος μολίβδου καὶ ἀργύρου μετέχει, ἀργύρου τὴν ὄψιν, μολίβδου τὴν φύσιν· οὕτω καὶ ὁ Χριστὸς θεὸς ὢν καὶ ἄνθρωπος τὰς δύο φύσεις ἐν ἑαυτῷ ἀποσῴζει καὶ ὥσπερ ἐν ἑαυτῷ ἀποσῴζει τὰς φύσεις, οὕτω καὶ αὐτὸς ἐν αὐταῖς ἐστιν οὐχ ὑπάρχων ἕτερος παρ᾽ αὐτάς.

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Καισάριον μονάζοντα ἐπιστολῆς· Οὕτω κἀνταῦθα τῆς θείας αὐτῷ φύσεως ἐνιδρυσάσης ἕνα υἱόν, ἓν πρόσωπον τὸ συναμφότερον ἀπετέλεσε, γνωριζόμενον μέντοι ἀδιαιρέτῳ καὶ ἀσυγχύτῳ λόγῳ οὐκ ἐν μιᾷ μόνῃ τῇ φύσει, ἀλλ᾽ ἐν δυσὶ τελείαις. Ἐπὶ γὰρ μιᾶς ποῦ τὸ ἀσύγχυτον; Ποῦ τὸ ἀδιαίρετον; Ποῦ ἡ ἕνωσις λεχθείη;

Ἑαυτῇ γὰρ ἑνοῦσθαι ἢ διαιρεῖσθαι ἀδύνατον. Ποῖος ᾅδης ἠρεύξατο μίαν ἐπὶ Χριστοῦ φύσιν λέγειν μετὰ τὴν ἕνωσιν; Ἢ γὰρ τὴν θείαν κρατοῦντες τὴν ἀνθρωπίνην ἀρνοῦνται, φημὶ τὴν ἡμετέραν σωτηρίαν, ἢ τὴν ἀνθρωπίνην κατέχοντες τῆς θείας φύσεως τὴν ἄρνησιν ποιοῦνται· ἐπεὶ λεγέτωσαν, ποῖα ἀπολώλεκε τὸ ἴδιον; Εἰ γὰρ ἔτι ἔρρωται ἡ ἕνωσις, πάντως καὶ τὰ τῆς ἑνώσεως ἰδιώματα ἀποσῴζεσθαι ἀνάγκη· ἐπεὶ οὐχ ἕνωσις τοῦτο, ἀλλὰ σύγχυσις καὶ ἀφανισμὸς τῶν φύσεων.