Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Ἰακωβιτῶν

Ἰωάννης ὁ Δαμασκηνός

Εισαγωγή, σκοπός του έργου και ιστορική αναδρομή στις αιρέσεις

Εισαγωγική προσφώνηση του Ιωάννου Δαμασκηνού, που εκθέτει τον ποιμαντικό σκοπό της συγγραφής και αναφέρεται στις τριαδολογικές και χριστολογικές αιρέσεις οι οποίες προέκυψαν από τη σύγχυση φύσεως και υποστάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 7

Ἰωάννου ταπεινοῦ μοναχοῦ Δαμασκηνοῦ τόμος ὡς ἐκ προσώπου Πέτρου τοῦ ἁγιωτάτου ἐπισκόπου Δαμασκοῦ πρὸς τὸν ἐπίσκοπον δῆθεν τοῦ Δαραίας τὸν Ἰακωβίτην. «Οὐδὲ τὸ καλὸν καλόν, ὅτε μὴ καλῶς γένηται», σοφῶν ῥῆσις σοφή τίς ἐστιν. Μαρτυρεῖ δὲ καὶ τοῖς Ἑβραίων παισὶν ὁ θεῖος ἀπόστολος ὡς ζῆλον μὲν θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν, οὐκ ἐν ἐπαίνῳ τὴν μαρτυρίαν τιθείς, ἀλλὰ δήπου μεμφόμενος. Καλὸν ὁ ζῆλος τῆς εὐσεβείας, ἀλλ᾽ ἀγάπῃ συγκεκραμένος· στυγητὸν ἡ κακία, ἀλλ᾽ ἐλέους ὁ ταύτην δεχόμενος ἄξιος. Μισῶ τὴν σηπεδόνα, τὸ μέλος δὲ περιέπω, ἕως οὔπω τέλεον ἄχρηστον, καὶ «πάντα μὲν δὴ κάλων κινῶ», τὸ δὴ λεγόμενον, καὶ τέχνην ἀνιχνεύω ἅπασαν καὶ ἀλεξίκακον μηχανῶμαι φάρμακον καὶ θεὸν ἐπιβοῶμαι συνέριθον αἰδοῖ καὶ πόθῳ τοῦ ὁμοφύλου καὶ τῆς ὁμωνυμίας βαλλόμενος καὶ τὸν θύραθεν μῶμον ἀποσειόμενος. Εἰ μὲν οὖν πείσω, τὴν ὑγίειαν τῷ δεδωκότι χάρις τῆς ὑγιείας· εἰ δὲ μὴ πείσω, «ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ» τομῇ τὸ ποθούμενον παραδίδωμι, ἀλγῶν μέν, ἀλλ᾽ ὅμως ἐκδίδωμι φεύγων τὴν συνουσίαν, ὡς ἂν μὴ διανεμηθείη τὸ κακόν, ὡς πλείονα γενέσθαι τὰ ἀχρειούμενα, καὶ μετὰ τοῦ προφήτου οὐκ ἐπιτωθάζων, ἀλλ᾽ ὀδυρόμενος φθέγγομαι· «Ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη.» Καὶ τὴν αἰτίαν προστίθημι· «Διότι οὐκ ἠθέλησεν.» Αὐθαίρετος γὰρ ἥ τε νόσος καὶ τῆς θεραπείας ἡ εἰσδοχή.

Ταῦτά με πρὸς τὸ γράφειν παρώρμησεν· οὐκ ἔρις, οὐ ζῆλος, οὐκ ἔλεγχος, οὐ νίκης ἔφεσις, οὐκ ἐπιδείξεως τρόπος, οὐ μῖσος, ἀλλ᾽ ἔλεος ἐκ πόθου θείου καὶ τοῦ πλησίον ὁρμώμενος. «Ἐὰν γὰρ ὑποστείλῃ», φησίν, «οὐκ εὐδοκεῖ ἐν σοὶ ἡ ψυχή μου.» Εἰς τοῦτο γὰρ ἡμᾶς ὁ θεὸς ἔθετο· παρακαλεῖν, νουθετεῖν, ἐπιστρέφειν, φιλοκαλεῖν, σκάπτειν, κόπρον περιτιθέναι, θεραπεύειν τὴν ἀκαρπίαν. Ἀκαρπίαν δὲ καὶ τὴν κακοκαρπίαν φαμὲν ὥσπερ ἄφωνον τραγῳδὸν τὸν κακόφωνον· «οὐαὶ γάρ μοι, ἐὰν μὴ εὐαγγελίζωμαι», καὶ εἰ κατορύξω τὸ τάλαντον, ἀχρεῖος καὶ πονηρὸς διὰ τὸν ὄκνον γινόμενος ἀποπεμφθήσομαι τῆς χαρᾶς τοῦ κυρίου μου. Δέξασθε τοίνυν λόγον ἰάσεως τῇ τοῦ πνεύματος κροτούμενον χάριτι, ὡς ἂν ἡσθῇ μὲν θεός, κοινωνὸν δὲ τῆς εὐφροσύνης τὴν ἐκκλησίαν ποιήσητε. Μίαν δὲ ταύτην ἐπουρανίων καὶ ἐπιγείων ὁ σταυρὸς τοῦ κυρίου εἰργάσατο.

Ἐπειδὴ περὶ φύσεως ὁ σύμπας ἡμῖν λόγος κεκρότηται, τοῦτό φαμεν, ὡς ἐπὶ μὲν τῆς ἁγίας καὶ ὑπερουσίου θεότητος ἤτοι τῆς μοναρχικῆς καὶ ὁμοουσίου τριάδος, Ἄρειος μὲν καὶ Εὐνόμιος καὶ ἡ τούτων πολύθεος καὶ οὐδὲν ἧττον ἄθεος συμμορία τρεῖς οὐσίας ἀναφανδὸν ἐφληνάφησαν, ταῖς ὑποστάσεσι τὴν φύσιν συνδιατέμνοντες, κακῶς εἰδότες, καὶ τῇ ὑποστάσει ταὐτὸν τὴν φύσιν νοήσαντες, Σαβέλλιος δὲ ὁ Λίβυς μίαν ἀφρόνως ὑπόστασιν ἐξηρεύξατο συναιρῶν κακῶς τὰς τρεῖς καὶ συναλείφων διὰ τὸ μοναδικὸν τῆς οὐσίας εἰς μίαν ὑπόστασιν ἴσον τῇ φύσει νομίσας καὶ τὴν ὑπόστασιν, —ἐπὶ δέ γε τῆς ὑπεραγάθου καὶ σωτηρίου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ λόγου τοῦ μονογενοῦς υἱοῦ τοῦ πατρός, κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ μὲν κακὸς κακῶς ἀπολόμενος ὁ ἀνθρωπολάτρης Νεστόριος καὶ ὁ Διόδωρός τε καὶ ὁ Μομψουεστίας Θεόδωρος δύο τὰς φύσεις εἰδότες διαιροῦσι καὶ τὴν ὑπόστασιν καὶ συναριθμίους ταῖς φύσεσι δύο καὶ τὰς ὑποστάσεις φασὶ καὶ τὸν ἕνα υἱὸν καὶ Χριστὸν καὶ κύριον εἰς δύο υἱοὺς καὶ δύο κατατέμνουσι πρόσωπα διὰ τὸ ταὐτὸν ὑποτοπάσαι τῇ φύσει καὶ τὴν ὑπόστασιν, Διόσκορός τε καὶ Σεύηρος καὶ ἡ τούτων πολυκέφαλος καὶ διὰ τοῦτο ἀκέφαλος ὕδρα μίαν ὑπόστασιν θέμενοι μίαν καὶ τὴν φύσιν ὡρίσαντο μὴ εἰδότες «μηδὲ ἃ λέγουσι μηδὲ περὶ τίνων διαβεβαιοῦνται»· μίαν γὰρ καὶ οὗτοι περὶ τὴν φύσιν καὶ τὴν ὑπόστασιν τὴν δόξαν ἐνόησαν καὶ οὐ μέχρι τούτου τὴν ἀσέβειαν ἔστησαν, ἀλλὰ καὶ ἐπὶ τῆς ἁγίας καὶ ὑπερθέου τριάδος τρεῖς μὲν μερικὰς οὐσίας καὶ φύσεις ἐδόξασαν, μίαν δὲ κοινὴν θεωρίᾳ, οὐκ οἶδ᾽ ὅπως, εἶναι δοκοῦσαν καὶ ἀνυπόστατον, οὐκ εἰδότες οἱ γεννάδαι καὶ δῆθεν σοφοί, ὡς οὐ παντάπασι χρὴ τοὺς εὐσεβείας ἀντεχομένους τῶν ἔξω σοφῶν τοῖς δόγμασιν ἕπεσθαι, δοκίμους δὲ τραπεζίτας γίνεσθαι ἐπιγινώσκειν τε τῆς ἀληθείας τὸ χάραγμα καὶ διακρίνειν τοῦ κιβδήλου τὸ δόκιμον.

Ἀλλ᾽ οὐχ οὕτω τῆς εὐσεβείας οἱ τρόφιμοι, τῆς ἀληθείας οἱ κήρυκες, ἀλλὰ τῷ θείῳ νόμῳ ἑπόμενοι καὶ τῷ τῆς θείας γνώσεως φωτὶ ὁδηγούμενοι οὐκ ἐσοφίσαντο περιττὰ οὐδὲ πέρα τοῦ πρέποντος γεγόνασι δίκαιοι, μέσην δὲ καὶ βασιλικὴν διανύσαντες τρίβον οὐ πρὸς τὸ εὐώνυμον ἐνέκλιναν, οὐ πρὸς τὸ δοκοῦν δεξιὸν ἀπηνέχθησαν, οὐ διαστροφῇ τὴν διαστροφὴν διωρθώσαντο, ἀλλ᾽ ἐν μεταιχμίῳ τῶν κακιῶν ἐν τοῖς ὅροις τῆς ἀληθείας ἱστάμενοι καὶ τὴν ἐφ᾽ ἑκάτερα ῥοπὴν ἀποκλίναντες μίαν μὲν οὐσίαν ἐπὶ τῆς ἁγίας τριάδος, τρεῖς δὲ τὰς ὑποστάσεις πρὸς αὐτῆς μυηθέντες ἐμυσταγώγησαν. «Ἔμπαλιν» δέ, ὥς φησιν ὁ θεορρήμων Γρηγόριος, ἐπὶ τῆς σωτηρίου οἰκονομίας δύο μὲν τὰς οὐσίας εἴτ᾽ οὖν φύσεις, μίαν δὲ τὴν ὑπόστασιν εἴτ᾽ οὖν πρόσωπον, καὶ ταὐτὸν μὲν οὐσίαν καὶ φύσιν ὡρίσαντο, ταὐτὸν δὲ πάλιν ὑπόστασίν τε καὶ πρόσωπον, πλείστην δὲ ὅσην τὴν διαφορὰν οὐσίας καὶ φύσεως πρὸς πρόσωπον καὶ ὑπόστασιν, ὅσην τὸ κοινὸν ἔχει πρὸς τὸ καθ᾽ ἕκαστον.