Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Ἰακωβιτῶν

Ἰωάννης ὁ Δαμασκηνός

Ανασκευή της διδασκαλίας περί σύνθετης φύσεως και απόρριψη των δοξασιών των Ιακωβιτών

Θεολογικά επιχειρήματα που αποδεικνύουν το άτοπο της ταύτισης φύσεως και υποστάσεως. Αναίρεση των αντιλήψεων περί σύνθετης ή ανώνυμης φύσης, περί υπάρξεως των φύσεων μόνο «κατ' επίνοιαν» και ανάδειξη των λογικών αδιεξόδων της σύγχυσης των ιδιωμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 7

Εἰ ὁμοούσιος ἡ τοῦ θεοῦ λόγου σὰρξ τῇ ἀκτίστῳ αὐτοῦ θεότητι καθ᾽ ὑμᾶς, συνουσίωσιν νοσεῖτε· καὶ τί μὴ τὸ πάλαι ὑμῖν ὠδινόμενον ἀπορρήγνυτε; Εἰ δὲ οὐχ ὁμοούσιος, πῶς τὰ μὴ ὁμοούσια μιᾶς ἂν εἴη φύσεως ἢ πῶς τὰ μιᾶς φύσεως οὐχὶ καὶ ὁμοούσια; Εἰ μὴ γὰρ μεθύομεν, ὁμοουσιότητος ὅρος ἐστὶ τὰ τὴν αὐτὴν οὐσίαν ἔχοντα.

Εἰ ὁμοούσιος τῷ πατρὶ καὶ ὁμοούσιος ἡμῖν κατὰ τὴν αὐτὴν φύσιν ἐστὶν ὁ Χριστός, καὶ ἡμεῖς ἐκ παντὸς τῷ πατρὶ ὁμοούσιοι· τὰ γὰρ τῷ αὐτῷ κατὰ τὴν αὐτὴν φύσιν ὁμοούσια καὶ ἀλλήλοις ἐστὶν ὁμοούσια. Εἰ δὲ κατὰ τὴν θεότητα τῷ πατρί ἐστιν ὁμοούσιος, ἡμῖν δὲ κατὰ τὴν ἀνθρωπότητα, θεότης, εἴπατε, καὶ ἀνθρωπότης μία φύσις ἐστίν; Ἀλλ᾽ εἰ μὲν οὐ μία, δύο πάντως καὶ δύο φύσεις ἐστὶν ὁ Χριστὸς καὶ ἐν δύο φύσεσιν· εἰ δὲ μία, πῶς διαφέρουσιν; Τὰ γὰρ διαφέροντα ἢ οὐσιωδῶς διαφέρει ἢ ἐπουσιωδῶς· ἀλλ᾽ εἰ μὲν ἐπουσιωδῶς, ὑποστάσεις ἂν εἶεν καὶ οὐ φύσεις· εἰ δὲ οὐσιωδῶς, φύσεις. Τὰ γὰρ διαφέροντα τοὐλάχιστον δύο· τὸ γὰρ ἕν, καθὸ ἕν, οὐ διαφέρει. Συνεισφέρειν γὰρ οἶδεν ἐξ ἀνάγκης τὸν ἀριθμὸν ἡ διαφορά.

Τὰ ὁμοούσια τὸν αὐτὸν ἐπιδέχεται λόγον. Εἰ οὖν ὁ Χριστὸς μία φύσις ἐστὶ σεσαρκωμένη καὶ οὗτος, ὥς φατε, τῆς αὐτοῦ οὐσίας ὁ ὅρος ἐστίν, ὁμοούσιος δέ ἐστιν τῷ πατρὶ καὶ ἡμῖν ὁμοούσιος, ἄρα ἔσται καὶ ὁ πατὴρ καὶ ἡμεῖς μία φύσις θεότητος σεσαρκωμένη.

Ἡ διαφορὰ τοὐλάχιστον δύο εἰσάγει τὰ διαφέροντα, ἢ φύσεις ἢ ὑποστάσεις, ἢ μίαν ὑπόστασιν ἑαυτῆς διαφέρουσαν. Καὶ εἰ μὲν φύσεις, οὐσιωδῶς· εἰ δὲ ὑποστάσεις, ἐπουσιωδῶς· εἰ δὲ μίαν ὑπόστασιν, ἀλλοιουμένην καὶ μεταβαλλομένην κατὰ τὸ χωριστὸν συμβεβηκός. Ἕλεσθε τοιγαροῦν τούτων θάτερον· ἢ δύο ὑποστάσεις μετὰ τὴν ἕνωσιν τὸν Χριστὸν εἴπατε ἢ κατὰ τὸ χωριστὸν συμβεβηκὸς διαφέρειν τὴν θεότητα αὐτοῦ τῆς αὐτοῦ ἀνθρωπότητος, καὶ ἔσται τὸ ἄκτιστον καὶ ἄναρχον καὶ ἀπαθὲς καὶ παντοδύναμον καὶ τὰ τοιαῦτα, ὁμοίως δὲ καὶ τὸ κτιστὸν καὶ ἠργμένον καὶ παθητὸν καὶ τὰ τοιαῦτα συμβεβηκότα καὶ ταῦτα χωριστὰ καὶ τρεπτὰ καὶ ἀλλοιωτὰ τὰ ἐξ ὧν ὁ Χριστός, ἢ δύο φύσεις τὸν Χριστὸν μεθ᾽ ἡμῶν καὶ τῆς ἀληθείας κηρύξατε, ὧν καὶ τὴν διαφορὰν ὁμολογεῖτε.

Οὐσιῶν γὰρ διαφορὰν λέγοντες οὐσῶν λέγειν καὶ σῳζομένων ἀναγκασθήσεσθε· τοῦ γὰρ μὴ ὄντος οὔτε διαφορὰ ἂν εἴη. Πῶς γὰρ διαφέρουσι τὰ μὴ σῳζόμενα· εἰ δὲ ὄντως σῴζονται, καὶ ἀριθμείσθωσαν. Εἰ δέ φατε, ὡς ἐκ δύο φύσεων μία φύσις ἐχρημάτισε σύνθετος, εἴπατε ἡμῖν· Πῶς συντίθεσθαι τὰ συντιθέμενα πέφυκε; Μία γὰρ φύσις σύνθετος ἐκ διαφόρων συνίσταται φύσεων, ὅταν ἑνουμένων φύσεων ἕτερόν τι παρὰ τὰ ἑνωθέντα τὸ ἀποτελούμενον γίνηται καὶ μήτε τοῦτο κυρίως μήτε ἐκεῖνο, ἀλλ᾽ ἕτερον νοῆται καὶ λέγηται, ὡς ἀπὸ τῶν τεσσάρων στοιχείων, πυρός φημι καὶ ἀέρος γῆς τε καὶ ὕδατος, συσταίη σῶμα, ἑνουμένων δηλαδὴ τῶν τεσσάρων καὶ συγκιρναμένων, καὶ τὸ ἀποτελούμενον οὔτε πῦρ ἐστιν οὔτε λέγεται οὔτε ἀὴρ οὔτε ὕδωρ οὔτε γῆ, ἀλλ᾽ ἐκ τούτων παρὰ ταῦτα ἕτερον· ὁμοίως ἀπὸ ἵππου καὶ ὄνου ἡμίονος οὐδὲ ἵππος οὐδ᾽ ὄνος ἐστὶν οὐδὲ λέγεται, ἀλλ᾽ ἐκ τούτων παρὰ ταῦτα ἕτερον.

Ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐκ θεότητος ὢν καὶ ἀνθρωπότητος ἐν θεότητί τέ ἐστι καὶ ἐν ἀνθρωπότητι τέλειος, καὶ θεὸς καὶ ἄνθρωπος ἔστι τε καὶ λέγεται, καὶ ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, ὅπερ ἐπὶ τῆς συνθέτου φύσεως οὐκ ἔστιν εὑρεῖν· οὐ γὰρ ὅλον τὸ σῶμα πῦρ οὐδ᾽ ὅλος ὁ ἄνθρωπος ψυχὴ ἢ ἵππος ὅλη ἐστὶν ἡ ἡμίονος. Διὸ οὐ μία σύνθετος φύσις ἐστὶν ὁ Χριστός, ἀλλὰ μία ὑπόστασις σύνθετος, οὐκ ἐξ ἑτέρων ἕτερον, ἀλλ᾽ ἐξ ἑτέρων τὰ αὐτά· ἐκ θεότητος γὰρ καὶ ἀνθρωπότητος θεός τέ ἐστι καὶ ἄνθρωπος τέλειος, δύο μέντοι φύσεις ἐν μιᾷ συνθέτῳ ὑποστάσει καὶ ἐν δυσὶ φύσεσι μία ὑπόστασις σύνθετος.

Εἰ ὁμοφυὴς ὁ Χριστὸς καὶ ὁμοούσιος τῷ πατρὶ ἁπλῆς ὄντι φύσεως, ἔχει δὲ καὶ σύνθετον φύσιν, δύο ἕξει φύσεις, μίαν ἁπλῆν καὶ μίαν σύνθετον. Εἰ ἄκτιστος καὶ ἄναρχος ἡ τοῦ Χριστοῦ θεότης, κτιστὴ δὲ καὶ ἠργμένη ἡ ἀνθρωπότης αὐτοῦ, πῶς τὸ ἄναρχον καὶ τὸ ἠργμένον μιᾶς ἔσται φύσεως;

Εἰ μία φύσις σύνθετός ἐστιν ὁ Χριστός, τὸ δὲ ἁπλοῦν καὶ τὸ σύνθετον οὐχ ὁμοούσια, ἁπλῆς δὲ φύσεως ὁ πατήρ, οὐχ ὁμοούσιος τῷ πατρὶ ὁ Χριστός. Εἰ ἐκ θεότητος καὶ ἀνθρωπότητος μία φύσις σύνθετός ἐστιν ὁ Χριστός, οὐκ ἐκ θεότητος δὲ καὶ ἀνθρωπότητος ἡ τούτου μήτηρ ἐστίν, οὐδὲ τῇ μητρί ἐστιν ὁμοούσιος· καὶ μετηνέγκατε ὅρια αἰώνια, ἃ οἱ πατέρες ἡμῶν ἔθεντο, ὁμοούσιον τὸν Χριστὸν εἰπόντες τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα.

Εἰ δὲ κατ᾽ ἐπίνοιαν τοῦ Χριστοῦ τὰς φύσεις λέγετε καὶ θεωρίαν, εἴπατε ἡμῖν, οἱ τῶν φύσεων ἐπινοηταὶ καὶ θεωρηταί· Ἡ ἐπίνοια ἀληθῶν καὶ ὄντων πραγμάτων ἐστίν, οἱονεὶ τὰ τῇ αἰσθήσει δοκοῦντα ἁπλᾶ τῇ νοήσει διαρθροῦσα καὶ διακρίνουσα, ὡς ἐπὶ ἀνθρώπου σὺν τῷ φαινομένῳ σώματι καὶ τὴν ψυχὴν ἐπιγινώσκουσα τὴν ἀόρατον ἢ διανοίας ἀνάπλασμα κατὰ συμπλοκὴν αἰσθήσεώς τε καὶ φαντασίας ἐκ τῶν ὄντων τὰ μηδαμῶς ὄντα συντιθεῖσα καὶ ἀναπλάττουσα ὡς ἡ τῶν ἱπποκενταύρων καὶ τραγελάφων μυθοπλαστία—πρᾶγμα οὖν σημαίνει—, ἢ ψιλὴ φωνὴ καὶ ἄσημός ἐστιν ὡς σκινδαψὸς καὶ τὸ βλίτυρι; Εἰ μὲν οὖν τὸ δεύτερον, φαντασία καὶ φενακισμὸς τὸ τῆς οἰκονομίας μυστήριον· εἰ δὲ τὸ πρότερον, δύο δὲ κατ᾽ ἐπίνοιαν τὰς φύσεις θεωρεῖτε—ὄντων δὲ ἡ θεωρία—, τί τὰ ὄντα μὴ ἀριθμεῖτε, ὅπου γε οἱ πατέρες οἱ ἅγιοι οὐ τὰς φύσεις, τὴν δὲ τούτων διάστασιν κατ᾽ ἐπίνοιαν εἶπον; «Ἡνίκα γὰρ αἱ φύσεις», φησί, «διίστανται ταῖς ἐπινοίαις.» Εἰ οὖν τῇ ἐπινοίᾳ αἱ φύσεις διίστανται, δῆλον, ὡς οὐκ ἐνεργείᾳ οὐδὲ ὑπάρξει τὸ ἐπινοίᾳ· εἰ γὰρ τὸ ἐπινοίᾳ ὑπάρξει, ἐπινοίᾳ δὲ ὁ πατὴρ τὴν διάστασιν ἔφη, ἐνεργείᾳ καὶ ὑπάρξει φησὶν τὴν διάστασιν, ὅπερ ἀμήχανον. Ὑμεῖς τοιγαροῦν ἐπινοίᾳ τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν λέγοντες, οὐκ ἐνεργείᾳ οὐδὲ πράγματι ταύτας ὁμολογεῖτε.

Οὐκοῦν οὔτε θεὸς ἔσται καθ᾽ ὑμᾶς ἀληθείᾳ καὶ ὑπάρξει οὐδὲ ἄνθρωπος, ἀλλά τι παρὰ ταῦτα ἕτερον.

Καὶ πάλιν, εἰ θεωρίᾳ φατὲ δύο τοῦ Χριστοῦ τὰς φύσεις, περὶ τὰ ὄντα δὲ ἡ θεωρία, ὡς οἱ ταῦτα δεινοὶ διειλήφασιν, εἰσὶ πάντως καὶ αἱ Χριστοῦ φύσεις· καὶ εἰ εἰσί, τί τὸν ἀριθμὸν ὥσπερ τι μορμολύκειον φεύγετε;

Εἰ δέ φατε, ὡς ὁ λέγων δύο φύσεις διαιρεῖ τὴν οἰκονομίαν καὶ δύο λέγει Χριστούς, ἄρα καὶ ὁ ἐκ δύο φύσεων τὴν ἕνωσιν λέγων ἐκ δύο Χριστῶν φήσει καὶ τὴν ἕνωσιν. Εἰ τὸ λέγειν δύο φύσεις διαιρεῖ τὸν Χριστόν, ἐν δὲ τῇ ἑνώσει δύο φύσεις φατέ, ἐν τῇ ἑνώσει διαιρεῖτε τὴν ἕνωσιν καὶ ἔσται ἡ ἕνωσις καθ᾽ ὑμᾶς διαίρεσις.

Φύσις καὶ φύσις μιᾶς φύσεως οὐ λεχθήσεται πώποτε, ἀλλὰ μιᾶς τυχὸν ὑποστάσεως, οὐδ᾽ ὑπόστασις καὶ ὑπόστασις μιᾶς ὑποστάσεως, ἀλλὰ μιᾶς φύσεως. Μιᾶς οὖν φύσεως τὰ ἐξ ὧν ὁ Χριστὸς λέγοντες ὑποστάσεις ταύτας καὶ οὐ φύσεις ὁμολογήσοιτε. Εἰ δὲ τἀληθὲς τοῦ ψεύδους προαιρούμενοι μιᾶς ὑποστάσεως τὰ ἐξ ὧν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν εἴπετε, φύσεις ταῦτα ὁμολογήσοιτε.

Εἰ τὴν διαφορὰν τῶν φύσεων καὶ μετὰ τὴν ἕνωσιν ὁμολογεῖτε, πῶς τῶν φύσεων πληθυντικῶς λέγοντες οὐ δύο φύσεις ὁμολογεῖτε; Εἰ γὰρ μία καθ᾽ ὑμᾶς φύσις σύνθετός ἐστι μετὰ τὴν ἕνωσιν, ἔδει ὑμᾶς λέγειν οὐ φύσεων διαφοράν, ἀλλὰ μιᾶς φύσεως πρὸς ἑαυτὴν διαφοράν, ὅπερ ὑμῶν, οὐχ ἡμῶν ἔστιν εἰπεῖν καὶ φρονῆσαι· ἡ αὐτὴ γὰρ φύσις οὐσιώδη διαφορὰν πρὸς ἑαυτὴν οὐχ ἕξει ποτέ.

Εἰ μία φύσις ἐστὶ τοῦ Χριστοῦ, εἴπατε ἡμῖν τὸ ταύτης ὄνομα· χρὴ γὰρ τὸ ὂν καὶ ὀνομάζεσθαι καὶ οἰκείως ὀνομάζεσθαι ὥσπερ θεοῦ φύσις θεότης καὶ ἀνθρώπου ἀνθρωπότης. Πῶς οὖν τὴν Χριστοῦ φύσιν ὀνομάσομεν; Χριστότητα; Ἀλλ᾽ οὐδεὶς τῶν θεοπνεύστων εἴρηκε τοῦτο.

Ἀλλὰ θεοτητοανθρωπότητα; Ἀλλ᾽ οὐδὲ τοῦτο. Τί οὖν ἡμῖν φύσιν ἀνώνυμον εἰσκομίζετε; Εἰ δέ φατε, ὅτι καινοτομοῦνται φύσεις καὶ τῷ ξένῳ τοῦ μυστηρίου ξένον τι γίνεται, ἀλλ᾽ οὐδὲν τῆς τοῦ θεοῦ φύσεως ἀληπτότερον ἢ ὑψηλότερον καὶ ὅμως τὸ μόνον ἄληπτον ἠνέσχετο πρὸς ἡμῶν ὀνομάζεσθαι. Ἢ τοίνυν ὑψηλοτέραν καὶ κρείττονα τῆς θεότητος τὴν πρὸς ὑμῶν σχεδιασθεῖσαν φύσιν εἴπατε, καὶ ἀρκεῖ ἡμῖν, ἢ τὸ ταύτης ὄνομα ἐμφανίσατε ἢ μετὰ τῶν κηρύκων τῆς ἀληθείας θεότητα καὶ ἀνθρωπότητα τὰς φύσεις Χριστοῦ εἴπατε καὶ οὐ τὴν φύσιν· θεότης γὰρ καὶ ἀνθρωπότης μία φύσις οὐκ ἔστιν.

Εἰ ἐκ θεότητος καὶ ἀνθρωπότητος μία φύσις ἐστὶ τοῦ Χριστοῦ, μέρος φύσεως καὶ οὐ τελεία φύσις ἡ θεότητος ἐν τῷ Χριστῷ, ὁμοίως καὶ ἡ ἀνθρωπότης. Εἰ ἡ σύνθετος ὑμῶν φύσις οὐδὲ τῷ πατρὶ καθόλου ἐστὶν ὁμοούσιος οὐδὲ τῇ μητρί, τὸ δὲ ὅλον ἐστὶν ὁ Χριστός, ὁ Χριστός, ᾗ Χριστός, οὐδενί ἐστιν ὁμοούσιος. Καὶ εἰ τοῦτο, ὅτε ἐστί τινι ὁμοούσιος, οὐκ ἔστι Χριστός.

Ὁμοούσιος οὖν ὢν τῷ πατρὶ οὐκ ἔστι Χριστός. Ἀνάγκη τοίνυν δυοῖν θάτερον ἢ ὁμοούσιον ὄντα τῷ πατρὶ μὴ εἶναι Χριστόν, ἢ Χριστὸν ὄντα μὴ εἶναι τῷ πατρὶ ὁμοούσιον. Τὰ συντιθέμενα ἐξ ἐναντίων συντίθεται, οὐσίᾳ δὲ κατὰ τοὺς φυσικοὺς οὐδέν ἐστιν ἐναντίον. Ἀδύνατον οὖν εἶναι οὐσίαν ἐξ οὐσιῶν σύνθετον.

Τὰς φύσεις ἤτοι οὐσίας αἱ οὐσιώδεις συνιστῶσι διαφοραί. Εἰ οὖν ἐκ θεότητος καὶ ἀνθρωπότητος μία φύσις συνέστηκεν, ἔσονται θεότης καὶ ἀνθρωπότης οὐ φύσεις, ἀλλ᾽ οὐσιώδεις διαφοραί. Τὰ μιᾶς ὄντα οὐσίας ἑτεροϋπόστατα πάντως, τὰ δὲ μιᾶς ὑποστάσεως ἑτεροούσια. Τὴν θεότητα τοιγαροῦν καὶ τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ ἢ μιᾶς οὐσίας λέγοντες ἑτέρας καὶ ἑτέρας ὑποστάσεως εἴπατε ἢ μιᾶς ὑποστάσεως λέγοντες δύο φύσεις οὐ μίαν ὁμολογήσατε. Ἔνθα τὸ ἑτεροούσιον μία φύσις οὐκ ἔστιν. Ἢ οὖν ὁμοούσιον εἴπατε τὴν σάρκα τῇ τοῦ λόγου θεότητι ἢ ἑτεροούσια λέγοντες δύο φύσεις ὁμολογήσατε.

Οἱ μίαν φύσιν τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς σαρκὸς αὐτοῦ λέγοντες εἴπατε ἡμῖν, ποίᾳ φύσει ὁ Χριστὸς πέπονθε; Τῇ συνθέτῳ δῆλον, ἐρεῖτε· μίαν γὰρ λέγοντες ἐξ ἀνάγκης αὐτῇ καὶ τὸ πάθος προσάψετε, καὶ ἔσται καθ᾽ ὑμᾶς καὶ ἡ θεότης καὶ ἡ ἀνθρωπότης τοῦ Χριστοῦ παθητή.

Προτάττειν σύνηθες τῷ φιλοσόφῳ λόγῳ τὸν περὶ ποσότητος λόγον τοῦ περὶ ποιότητος, καὶ τὴν αἰτίαν προστίθησιν, ὡς ἔνθα ποιότης, καὶ ποσότης πάντως θεωρηθήσεται· «ἡ γὰρ διαφορὰ διαφερόντων ἐστὶ διαφορά.» Πῶς οὖν ποιοτήτων οὐσιωδῶν διαφορὰν λέγοντες τῶν οὐσιωδῶς διαφερόντων τὸν ἀριθμὸν οὐχ ὁμολογεῖτε;

Εἰ μία φύσις σύνθετός ἐστι τοῦ Χριστοῦ, ἢ παθητὴ ἔσται μόνον ἢ ἀπαθὴς ἢ παθητοαπαθὴς καὶ κατὰ ταὐτὸν ἀμφότερα ἢ τρεπτὴ καὶ ποτὲ μὲν παθητή, ποτὲ δὲ ἀπαθής, ἢ μέρος αὐτῆς παθητὸν καὶ μέρος αὐτῆς ἀπαθές. Οἵαν οὖν βούλεσθε τῶν ἀσεβειῶν, ἕλεσθε. Εἰ γὰρ παθητὴ μόνον, οὐ θεὸς ὁ Χριστός. Εἰ δὲ ἀπαθὴς μόνον, οὐκ ἄνθρωπος. Εἰ δὲ ποτὲ μὲν παθητή, ποτὲ δὲ ἀπαθής, οὐδ᾽ ὁπότερον φύσει, κατὰ συμβεβηκὸς δὲ μᾶλλόν ἐστι· τὸ γὰρ φύσει πεφυκὸς οὐ μεθίσταται. Εἰ δὲ μέρος αὐτῆς παθητὸν καὶ μέρος ἀπαθές, φύσει δὲ ἑκάτερόν ἐστι τοῦθ᾽ ὅπερ ἐστί, οὐ τῆς αὐτῆς ἔσται τὰ μέρη φύσεως καὶ οὕτω δύο φύσεις ἔσται ὁ Χριστός, ὃς οὐ φύσις μία ἐστίν, ἀλλ᾽ ὑπόστασις μία σύνθετος ἐκ δύο φύσεων καὶ ἐν δυσὶ φύσεσι καὶ δύο φύσεις. Τὴν γὰρ αὐτὴν φύσιν παθητὴν ἅμα καὶ ἀπαθῆ εἶναι, ἀμήχανον· τῶν ἐναντίων γὰρ οὐσιωδῶν διαφορῶν δεκτικὴ εἶναι μία καὶ ἡ αὐτὴ φύσις οὐ δύναται.

Ἐπὶ πάσης ἑνώσεως τὰ ἑνούμενα, κἂν συγχέηται, κἂν συγκιρνᾶται, μένει τῆς οἰκείας μὴ ἐξιστάμενα φύσεως. Κἄν τε γὰρ οἶνος ὕδατι κραθῇ, αἱ δύο φύσεις εἰσὶν ἐν τῷ κράματι· καὶ κηρὸς καὶ πίσσα, εἰ καὶ συγκέχυνται, ἀλλ᾽ οὐδέτερον τῆς οἰκείας ἐξέστη φύσεως, ἀλλ᾽ ἐν τῷ μίγματι αἱ δύο διαμένουσι φύσεις. Εἰ γὰρ καὶ ἥνωνται καὶ τὴν οἰκείαν ἕκαστον οὐκ ἐνδείκνυται ἰδιότητα καθαρὰν καὶ ἀλώβητον διὰ τὴν πρὸς τὸ ἑνωθὲν σύγχυσίν τε καὶ σύγκρασιν, ἀλλ᾽ ὅμως κατὰ φύσιν ἕκαστον, ὅπερ ἦν, τοῦτό ἐστι καὶ δύο φύσεις, οὐ μία τοῖς εἰδόσι κρίνειν τὰ τοιάδε λογίζονται· τίς γὰρ οὐκ οἶδεν, ὡς ἐν τῷ ἐξ οἴνου καὶ ὕδατος κράματι δύο φύσεις εἰσίν;

Εἰ οὖν ταῦτα οὕτως ἔχει, πῶς ὑμεῖς καὶ τὴν διαφορὰν εἰδότες καὶ τὰς ἰδιότητας ὁμολογοῦντες τῶν φύσεων μίαν ταύτας καὶ οὐ δύο κηρύττετε καὶ οὐδὲ τὰ τῆς συγχύσεως ταῖς ἀσυγχύτοις δίδοτε; Ἀλλὰ δῆλον, ὡς τροπὴν καὶ ἀφανισμὸν καὶ συνουσίωσιν ὠδίνετε μέν, εἰς τοὐμφανὲς δὲ προσαγαγεῖν ἐν τροπῇ τῆς ἀσεβείας οὐ βούλεσθε.

Τὰ ἑνούμενα τῇ ἑνώσει γίνεται ἓν οὐ μετὰ τὴν ἕνωσιν, καὶ ὅσον μένει ἐν τῇ ἑνώσει καὶ ἡ ἕνωσις σῴζεται, ἕν εἰσι, καθὸ ἥνωνται. Πῶς οὖν ὑμεῖς ἐν μὲν τῇ ἑνώσει δύο φατέ, μετὰ δέ γε τὴν ἕνωσιν μίαν γεγενῆσθαι φύσιν αὐθαδιάζεσθε τοῦ μακαρίου Κυρίλλου τὸ μετὰ τὴν ἕνωσιν ἀντὶ τοῦ ἐν τῇ ἑνώσει ἐξειληφότος; Πότε γὰρ ἡ ἕνωσις γενομένη πέπαυται ἢ τί τὸ ταύτην παῦσαν, ὡς ἂν ἕτερον τὸ ταύτης ἀποτέλεσμα μετ᾽ αὐτὴν καὶ οὐκ ἐν αὐτῇ παρὰ τὰ ἐξ ὧν ἐστιν ὑποπτεύηται; Οὐ γάρ ἐστιν ἡ ἕνωσις ὡς ἡ τῶν γενομένων καὶ μηκέτι ὄντων φύσις, οἷον ὁ χρόνος καὶ ἡ ὄρχησις καὶ τὰ τοιαῦτα.

Εἰ ἕτερόν τι μετὰ τὴν ἕνωσιν γέγονε παρὰ τὴν ἕνωσιν, σύγχυσις δηλαδὴ καὶ οὐχ ἕνωσις. Εἰ ἡ σύγχυσις τὰς δύο φύσεις μίαν ποιεῖ, τὸ δ᾽ αὐτὸ ποιεῖ παρ᾽ ὑμῖν καὶ τὸ ἀσύγχυτον, τίς ἡ διαφορὰ παρ᾽ ὑμῖν τοῦ ἀσυγχύτου καὶ τῆς συγχύσεως, εἴπατε.

Εἰ κατ᾽ ἄλλο καὶ ἄλλο λέγεται ὁ Χριστὸς ὁρατὸς καὶ ἀόρατος, θνητὸς καὶ ἀθάνατος, ψηλαφητὸς καὶ ἀνέπαφος, καὶ οὐ κατ᾽ ἄλλον καὶ ἄλλον· τὸ δὲ ἄλλο οὐσίαν σημαίνει. Τί μὴ δύο οὐσίας φατέ; Τὸ ἄλλο οὐσίας ἐστὶ σημαντικὸν κατὰ τὴν λογικήν, ἄλλος δὲ ὑποστάσεως· εἰ οὖν ἄλλο καὶ ἄλλο λέγοντες τὸν Χριστὸν οὐκ ἀναγκασθήσεσθε δύο φύσεις λέγειν, εἴπατε καὶ ἄλλον καὶ ἄλλον· οὐ γὰρ σημανεῖτε δύο ὑποστάσεις.