Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας τουθ᾽, ὅπερ ἴδιον ἔσχηκε»· διὸ δὴ καὶ ὁ κύριος τῆς δόξης ἐσταυρῶσθαι λέγεται δηλαδὴ ὡς οὐ θεότητι, ἀλλὰ τῇ συνυφεστηκυίᾳ σαρκί, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀνεληλυθέναι, ὅπου ἦν τὸ πρότερον, γέγραπται, οὐχ ᾗ τὸ πρότερον ὡς ἄνθρωπος ἦν, ἀλλ᾽ ἔνθα ὡς θεὸς ὑπῆρχε καὶ τοῦ πατρὸς ἀδιαίρετος. Οὔτε γὰρ τὴν θεότητα παθητὴν ἢ πάσχειν σαρκὶ καταγγέλλομεν οὔτε τὴν σάρκα ἤτοι τὴν ἀνθρωπότητα προαιώνιον ὁμολογοῦμεν, ἀλλὰ τὸν ἀμφοτέρας ταύτην τε κἀκείνην ἔχοντα, ὅτε μὲν ἐκ τοῦ συναμφοτέρου Χριστὸν ὀνομάζομεν, ὅτε δὲ ἐξ ἑνὸς τῶν μερῶν ἐκ μὲν θεότητος θεόν, ἄνθρωπον δὲ πάλιν ἐξ ἀνθρωπότητος φάσκομεν. Καὶ θεὸν μὲν παθητόν, οὐχ ὡς θεὸν δέ, ἀλλ᾽ ὡς καὶ ἄνθρωπον λέγομεν, παιδίον δὲ προαιώνιον οὐχ ᾗ παιδίον, ἀλλ᾽ ὡς καὶ θεὸν καταγγέλλομεν· εἷς γάρ ἐστι τοῦτο κἀκεῖνο, θεός τε καὶ ἄνθρωπος, θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, πάντα φέρων τὰ τῆς θεότητος ἰδιώματα, τὴν θεότητα, τὸ ἄναρχον, τὸ ἀθάνατον, τὴν κυριότητα, τὴν παντοδύναμον θέλησιν καὶ ἐνέργειαν, καὶ πᾶσαν φέρων τὴν τῆς σαρκὸς οὐσίαν ἀνελλιπῶς, ψυχήν, σῶμα, νοῦν καὶ τὰ τούτων φυσικὰ καὶ ἀδιάβλητα πάθη καὶ ἰδιώματα, τὴν αὐτεξούσιον θέλησιν καὶ ἐνέργειαν, τὴν πεῖναν, τὴν δίψαν, τὸ δάκρυον, τὴν λύπην, τὴν ἀδημονίαν, τὴν ἀγωνίαν, τὸν θάνατον. «