Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Μανιχαίων

Ἰωάννης ὁ Δαμασκηνός

Η αγαθότητα της δημιουργίας και η παρυπόσταση του κακού

Επιχειρηματολογία υπέρ της αγαθότητας της δημιουργικής τάξης και της ύλης, και απόρριψη της ταύτισης του κακού με τη φθορά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 9

Πλέον ἀπέχει τὰ σεραφὶμ ἀπὸ θεοῦ ἤπερ ὁ πονηρὸς ἀπὸ τῶν σεραφίμ. Εἰ οὖν μὴ ἐγένετο ὁ διάβολος, ὁ πρὸ αὐτοῦ ἀνεφαίνετο χείρων πάντων καὶ κακὸν ἐν συγκρίσει τῇ πρὸς τοὺς πρὸ αὐτοῦ καὶ ἐλέγομεν· Διὰ τί προειδὼς ὁ θεός, ὅτι τοιοῦτος μέλλει ἔσεσθαι, ἐποίησεν αὐτόν;

Ὁμοίως καὶ ἐπὶ τοῦ πρὸ ἐκείνου, ἕως ἂν ἔλθωμεν καὶ εἰς αὐτὰ τὰ σεραφίμ. Καὶ γὰρ πολλάκις θεωροῦμεν πρᾶγμα ἐλεεινότατον καὶ δοκοῦμεν μὴ εἶναι ἐλεεινότερον αὐτοῦ ἕτερον καὶ μετὰ ταῦτα ὁρῶμεν ἕτερον χεῖρον.

Ὅπερ γὰρ ἂν ἔσχατον κακόν, ὧν εἴδομεν, λογισώμεθα, ὑπονοοῦμεν μὴ εἶναι αὐτοῦ χεῖρον. Ἐποίησεν οὖν ὁ θεὸς τὰ πάντα καλὰ λίαν ἕκαστον κατὰ τὴν ἰδίαν φύσιν, καθὼς ἠθέλησεν· οὐ γὰρ ὑπόκειται νόμῳ, ἀλλ᾽, ὅπερ θέλει, τοῦτό ἐστιν ἀγαθόν, οὐχ ὅπερ ἡμεῖς κρίνομεν. Οὐ γάρ ἐσμεν ἡμεῖς κριταὶ τοῦ θεοῦ, ἀλλ᾽, ὥσπερ ἐκ τοῦ ἡλίου ἤτοι τοῦ πυρὸς πᾶν φῶς φωτίζεται, οὕτως ἐκ τοῦ θελήματος τοῦ θεοῦ πᾶν ἀγαθὸν ὁρίζεται. Εἰ γὰρ λέγεις, ὅτι καλῶς ἐποίησεν ὁ θεὸς ἐν τούτῳ καὶ κακῶς ἐν τούτῳ καί, διὰ τί ἐποίησε τοῦτο καὶ διὰ τί οὐκ ἐποίησε τοῦτο, σὺ κριτὴς εἶ τοῦ θεοῦ καὶ μείζων αὐτοῦ καὶ σοφώτερος. Ἐξουσίαν οὖν ἔχει ὡς θεὸς ποιῆσαι, ὅπερ θέλει, καὶ τοῦτό ἐστιν ἀγαθόν, καὶ ἐξουσίαν ἔχει, ὧν ποιεῖ, ἃς θέλει, αἰτίας ἀποκαλύψαι ἡμῖν καί, ἃς θέλει, ἀποκρύψαι. Ἕκαστον δὲ τῶν γενομένων λογικῶν ἀγαθῶν ἑκουσίως ἢ ἐνέμεινεν τῷ ἀγαθῷ, ὡς ἐκτίσθη, ἢ ἑκουσίως ἐτράπη καὶ ἀπεφοίτησε τοῦ ἀγαθοῦ καὶ ἀπώλεσεν αὐτό. Ἀγαθὸν μὲν γάρ ἐστι τάξις ἀρίστη ἑκάστῳ τὸ κατὰ φύσιν οἰκεῖον διασῴζουσα—ταυτὸν δέ ἐστι καὶ ἀρετή—, κακία δὲ ἡ τῆς τάξεως λύσις εἴτουν ἀταξία. Τὰ ὄντα πάντα, καθόσον ἔστι, καὶ ἀγαθά ἐστι καὶ ἐκ τοῦ ἀγαθοῦ, καθόσον δὲ ἐστέρηται τοῦ ἀγαθοῦ, οὔτε ἀγαθὰ οὔτε ὄντα ἐστί.

Τὰ μὲν γὰρ ἄζωα, καθόσον οὐκ ἔσχεν ἐκ τοῦ ἀγαθοῦ ζωήν, ἄζωά ἐστιν ὡς ἐστερημένα ζωῆς, ὁμοίως καὶ τὰ ἀναίσθητα καὶ τὰ ἄλογα, καθόσον ἔσχεν, ἀγαθά ἐστιν.

Οἶδεν ὁ θεὸς τὸ κακὸν ὡς ἀγαθόν, ὥσπερ τὴν πορνείαν οἶδεν ὡς ἔφεσιν καὶ φιλίαν καὶ ἕνωσιν. Καὶ παρ᾽ αὐτῷ καὶ αἱ αἰτίαι τῶν κακῶν δυνάμεις ἀγαθοποιοί· πολλάκις ἐκ πορνείας γεγένηνται σκεύη ἐκλογῆς. Εἰ κακὸν ἡ κακία, καλὸν ἡ κόλασις τοῦτο ἐξορίζουσα. Κακὸν γὰρ ἡ πορνεία, οὐχ ὁ σωφρονισμός· οὐ γὰρ ἡ κόλασις κακή, ἀλλὰ τὸ ἄξιον ἑαυτὸν ποιῆσαι κολάσεως.

Εἰ τὸ κακὸν ἀίδιον καὶ δημιουργεῖ καὶ δύναται καὶ ἔστι καὶ δρᾷ, πόθεν αὐτῷ ταῦτα; Ἢ ἐκ τοῦ ἀγαθοῦ ἢ τῷ ἀγαθῷ ἐκ τοῦ κακοῦ ἢ ἀμφοῖν ἐξ ἄλλης αἰτίας, ὅτι καὶ τὸ κακὸν ἐν τῷ ἀγαθῷ παρυφίσταται καὶ ὅτι ἀγαθύνει καὶ τὰ κακὰ καὶ τὴν ἑαυτοῦ στέρησιν. Ἡ γὰρ φιλία ἀγαθὴ οὖσα ἀγαθὸν ποιεῖ φανῆναι τὴν πορνείαν, ὅτι ἐν τῷ ἀγαθῷ φιλονεικεῖ πως καὶ τὸ μὴ ὂν εἶναι. Μὴ εἶναι γὰρ λέγεται ὁ θεὸς κατὰ τὴν πάντων ὑπεροχικὴν ἀφαίρεσιν.

Ὅτι δὲ ἡ φύσις αὐτὴ τὴν ἀρχὴν μίαν προβάλλεται, δηλοῖ αὐτὸς ὁ ἀριθμὸς οὐκ ἀπὸ δύο ἀρχόμενος, ἀλλ᾽ ἀπὸ μιᾶς. Εἰ οὖν ἀρχὴ ἀριθμοῦ μονάς, καὶ ἀρχὴ τῶν ὄντων μία. Εἰ μὴ πάντη ἀκοινώνητον τῷ ἀγαθῷ τὸ κακόν, τὸ δὲ ἀγαθὸν ὄν, τὸ κακὸν οὐκ ὄν· δύο γὰρ ὄντα κατὰ τὸ εἶναι κοινωνοῦσιν. Εἰ οὐσία τὸ ἀγαθόν, ἀνούσιον τὸ κακόν· δύο γὰρ οὐσίαι κατὰ τὸ εἶναι οὐσίας κοινωνοῦσιν.

Εἰ ἀκίνητον ἐξ ἀρχῆς τὸ κακόν, καλὸν ἡ κίνησις καὶ ἡ ἀκινησία κακόν. Πόθεν οὖν ἔσχε τὸ κακὸν τὴν κίνησιν; Ἡ ζωὴ ἀγαθὸν καὶ κίνησις καὶ ἦν ἀεὶ καὶ ἔστιν ἐν τῷ ἀγαθῷ, καὶ ζῶν ἐστι καὶ ἦν ὁ ἀγαθός. Ὁ θάνατος, ὥς φατε, κακὸν καὶ ἀκινησία καὶ φθορὰ καὶ νέκρωσις καὶ οὐδὲν ἧττον ἀνυπαρξία.

Θάνατος δὲ ἦν ἡ κακία, ὡς ὑμεῖς λέγετε. Ὥσπερ οὖν ζωὴ καὶ ζῶν ὁ ἀγαθός, θάνατος καὶ νέκρωσις καὶ νενεκρωμένον τὸ κακόν. Πόθεν οὖν ἀνέζησε καὶ ἐκινήθη; Εἰ μὲν ἐξ ἑαυτοῦ, ἐκ τοῦ κακοῦ ζωή, ὅπερ ἀμήχανον· ἡ φθορὰ γὰρ οὐ ζωοποιεῖ. Εἰ δὲ ἐκ τοῦ ἀγαθοῦ, οὐκ ἀγαθὸν τὸ ἀγαθὸν τῷ κακῷ ζωῆς καὶ κινήσεως γεγονὸς αἴτιον. Καὶ διὰ τί προειδὼς τὰ ἐξ αὐτοῦ ἐσόμενα κακὰ ἐζωοποίησεν αὐτόν;

Τὸ κακόν, καθό ἐστι κακόν, τῷ ἀγαθῷ καὶ ἀκοινώνητον καὶ ἐναντίον καὶ ἐχθρόν, ἡ δὲ ἐπιθυμία τοῦ ἀγαθοῦ ἀγαθόν. Πῶς οὖν τὸ ἄκρως κακὸν ἐπεθύμησε τοῦ ἀγαθοῦ; Ἡ κακία ἀκίνητος καὶ φθορὰ μᾶλλον καὶ οὐ γένεσις. Πῶς οὖν προεβάλετο τὰ ἑαυτῆς προβλήματα ἡ κακία ἄζωος καὶ ἀναίσθητος;

Πῶς οὖν αἰσθάνεται τοῦ ἀγαθοῦ καὶ τῶν τοῦ ἀγαθοῦ προβλημάτων; Τὸ ἐκ τῆς οὐσίας τοῦ ἀνάρχου καὶ ἀκτίστου ἄναρχον καὶ ἄκτιστόν ἐστι. Πῶς οὖν τὰ πάντα ἐκ τῆς οὐσίας τῶν καθ᾽ ὑμᾶς ἀρχῶν λέγετε; Εἰ μὲν γὰρ ἐκ τῆς οὐσίας αὐτῶν εἰσι τὰ πάντα, ἀρχαὶ ἄναρχοι εἰσι καὶ οὐδέν. Εἰ δὲ κτίσματά εἰσιν, οὐκ ἐκ τῆς οὐσίας αὐτῶν εἰσι.

Τὸ κακὸν φθορὰ καὶ θάνατος. Τὸ οὖν κακόν, εἰ μὲν ἄλλοις κακόν, ἑαυτῷ δὲ ἀγαθόν, συνιστᾷ μὲν ἑαυτό, οὐ παντελῶς δὲ κακόν· συνιστᾷ γὰρ ἑαυτό, καὶ κατὰ τοῦτο οὐκ ἔστι κακόν. Εἰ δὲ παντελῶς κακόν, καὶ ἑαυτῷ κακὸν καὶ ἑαυτοῦ ἀναιρετικὸν καὶ ἀνύπαρκτον. Εἰ δὲ καὶ ἐν τῇ ἑτέρου φθορᾷ ἑτέρων γένεσις γίνεται, οὐχ ἡ φθορὰ γενέσεώς ἐστιν αἴτιον, ἀλλὰ τὸ ἀγαθὸν δι᾽ ὑπερβολὴν ἀγαθότητος καὶ ἐκ τῆς ἑτέρου φθορᾶς ἑτέρου κατεργάζεται γένεσιν. Ἡ γὰρ ὕλη ὑποχείριος τῷ ἀγαθῷ ὑπ᾽ αὐτοῦ γενομένη, ἀγαθή· καὶ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἐν ἀρχῇ τὰ πάντα παρήγαγεν.

Οὐκ ἔστι τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ἀγαθὸν καὶ κακὸν οὐδὲ τοῦ αὐτοῦ φθορὰ καὶ γένεσις, ἡ αὐτὴ κατὰ τὸ αὐτὸ δύναμις οὔτε αὐτοδύναμις ἢ αὐτοφθορά. Τὸ μὲν οὖν αὐτοκακὸν οὔτε ὂν οὔτε ἀγαθὸν οὔτε γενεσιουργὸν οὔτε ὄντων ἢ ἀγαθῶν ποιητικόν· τὸ δὲ ἀγαθόν, ἐν οἷς μὲν ἂν τελέως ἐγγένηται, τέλεια ἀγαθὰ ἀποδείκνυσιν, ἐν οἷς δὲ μερικῶς, μερικά· ἐν οἷς δὲ μηδόλως, οὔτε εἰσὶ καὶ κακὰ λέγονται παντελῶς.

Ἡ πορνεία καθὸ μὲν ἔφεσις καὶ φιλία καὶ ἕνωσις ἀγαθόν, καθὸ δὲ τοῦ μὴ ὀφείλοντος καὶ τοῦ ἀπηγορευμένου ἔφεσις κακόν· τὸ γὰρ μὴ ἐντεταλμένον, ἀλλ᾽ ἀπηγορευμένον οὐκ ὂν ὡς μὴ ὀφεῖλον. Διὸ καὶ ἡ τοῦ μὴ ὄντος μηδὲ ὀφείλοντος γενέσθαι ἔφεσις κακόν.

Τὸ κακὸν διττόν. Τὸ μὲν τῇ ἀληθείᾳ κακὸν ὡς ἡ τῶν φυσικῶν ἕξεων ἀπόπτωσις. «Ὁ γὰρ θεὸς ἐποίησε τὸν ἄνθρωπον εὐθῆ, αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς.» Ἕτερον δὲ κακὸν λέγεται τὸ κατ᾽ αἴσθησιν ὡς αἱ θλίψεις αἱ κατὰ τοὺς πειρασμούς· τὸ γὰρ τῆς κακίας ὄνομα ὁμώνυμόν ἐστι. Δύο γὰρ σημαίνει· ποτὲ μὲν γὰρ σημαίνει τὴν τῆς ἀρετῆς στέρησιν, ποτὲ δὲ τὴν τῆς χαρᾶς, τουτέστι τοῦ ἐπιθυμουμένου. Ἡ μὲν γὰρ πορνεία οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ σωφροσύνης στέρησις καὶ κακὴ χρῆσις· ἀντὶ γὰρ τοῦ ἀγαπῆσαι καὶ μιγῆναι τὸ ἴδιον σκεῦος, τουτέστι τὴν ἰδίαν γυναῖκα, ἀγαπᾷ καὶ μίγνυται τῇ ἀλλοτρίᾳ. Ἡ ἀπιστία ἀντὶ τοῦ πιστεῦσαι καὶ ἀγαπῆσαι τὸν φύσει θεὸν πιστεύει τῷ μὴ ὄντι θεῷ. Τοῦτο οὖν ἐστι κακία τὸ τῷ μὴ ὄντι ὡς ὄντι χρήσασθαι, τὸ μὴ παρέχειν ἑκάστῳ τὰ ἴδια· ἴδια ἑκάστῳ τὰ ὑπὸ θεοῦ ὁριζόμενα. Ἴδιον μὲν θεοῦ ἡ δόξα καὶ ἡ τιμὴ ὡς δημιουργῷ πρέπουσα, ἴδιον δὲ τῶν κτισμάτων τὸ μέτρον, ὃ ἑκάστῳ ὥρισεν ὁ τὸ εἶναι δούς. Ἐφ᾽ ἡμῖν δέ ἐστιν ἢ χρήσασθαι τοῖς δοθεῖσιν ἡμῖν ὑπὸ θεοῦ, ἐφ᾽ ᾧ δέδωκεν ἡμῖν αὐτά, καὶ ἐφ᾽ ἡμῖν ἐστι χρήσασθαι οὐκ ἐφ᾽ ᾧ δέδωκεν, οἷον ἔδωκεν ἡμῖν τὸ ἐπιθυμητικόν, ἵνα ἐπιθυμῶμεν αὐτοῦ τοῦ μόνου ἀγαθοῦ. Ἐὰν ἐπὶ τούτῳ χρησώμεθα τῇ ἐπιθυμίᾳ ἀρετὴ καὶ καλόν· εἰ δὲ ἕτερόν τι παρ᾽ αὐτὸν ἀγαπήσωμεν, οὐκ ἔστι χρῆσις, ἀλλὰ παράχρησις. Εἰς αὐτὸ γὰρ τοῦτο ἐποίησεν ἡμᾶς, ἵνα μετέχωμεν αὐτοῦ ἐπιθυμοῦντες.