Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Μανιχαίων
Η δημιουργία του διαβόλου, η θεία πρόγνωση και η κόλαση
Θεολογική ανάλυση της πτώσης του διαβόλου, της σχέσης της θείας πρόγνωσης με το αυτεξούσιο, καθώς και της σημασίας των παιδαγωγικών τιμωριών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η δημιουργία του διαβόλου, η θεία πρόγνωση και η κόλαση
Θεολογική ανάλυση της πτώσης του διαβόλου, της σχέσης της θείας πρόγνωσης με το αυτεξούσιο, καθώς και της σημασίας των παιδαγωγικών τιμωριών.
Μανιχαῖος· Τίς ἡ κακία τοῦ διαβόλου; Ὀρθόδοξος· Ἡ κατὰ τοῦ ποιήσαντος ἐπανάστασις. Δέδωκεν οὖν αὐτῷ ὁ θεὸς τὸ εἶναι, ἵνα τε μὴ δόξῃ φοβεῖσθαι τὴν τοῦ δούλου ἐπανάστασιν καὶ ἵνα διδάξῃ ἡμᾶς καὶ πρὸς τοὺς κακοὺς εὐεργετικῶς διακεῖσθαι. Οὐ μόνον γὰρ ἐποίησεν αὐτόν, ἀλλὰ καὶ ἄρχοντα τοῦ κόσμου ἐποίησεν αὐτὸν καί, εἴπερ θελήσει ἀγαθὸς γενέσθαι, δέχεται καὶ εὐεργετεῖ. Διὸ καὶ δυνάμενος ἀνελεῖν αὐτὸν οὐκ ἀνεῖλεν, ἀλλ᾽ ἀνέχεται τῆς ἀφροσύνης αὐτοῦ εὐεργετικῶς καὶ ἀφθόνως τὸ εἶναι παρέχων αὐτῷ, ὅπερ ἐστὶν αὐτοῦ. Τὸ δὲ καλὸν γενέσθαι αὐτὸν οὐ τοῦ θεοῦ μόνου, ἀλλὰ καὶ αὐτοῦ· τὸ γὰρ βίᾳ γινόμενον οὐ καλὸν οὐδὲ ἀρετή.
Εἰ δὲ λέγεις ὅτι, διὰ τί εἴασεν αὐτὸν πολεμεῖν τοῖς ἀνθρώποις, φημί, ὅτι πρὸς τὸ συμφέρον· πολλοὶ γὰρ δι᾽ αὐτοῦ στεφανοῦνται. Εἰ δὲ λέγεις, ὅτι καὶ πολλοὶ ἀπόλλυνται, φημί, ὅτι, ὥσπερ ἠδυνήθη αὐτὸς ὁ διάβολος ἐκτὸς προσβολῆς ἄλλου γενέσθαι κακὸς ἐξ οἰκείας γνώμης, ὅπερ καὶ χεῖρον αὐτῷ ἐστιν ἔγκλημα, οὕτως ἠδύνατο καὶ ὁ ἄνθρωπος ἐξ ἑαυτοῦ καὶ μὴ ἔχων τὸν προσβάλλοντα γενέσθαι κακός, καὶ ἐγίνετο ἂν αὐτῷ ἡ ἁμαρτία χείρων· πλείονος γὰρ ἀπολογίας καὶ συγγνώμης ἀξιοῦται ὁ ἐξ ὑποβολῆς ἄλλου ἁμαρτάνων ἤπερ ὁ ἐξ ἑαυτοῦ. Ὁ γὰρ ἐξ ἑαυτοῦ ἁμαρτάνων ἀναπολόγητός ἐστιν, ὥσπερ καὶ ὁ ἐξ ἑαυτοῦ μετερχόμενος τὴν ἀρετὴν πλέον ἐπαινεῖται. Διὸ ὁ διάβολος μὲν ἐξ ἑαυτοῦ ἁμαρτήσας ἀμετανόητος ἔμεινεν, ὁ δὲ ἄνθρωπος οὐκ ἐξ ἑαυτοῦ ἁμαρτήσας, ἀλλ᾽ ἐκ τῆς τοῦ διαβόλου προσβολῆς ἐν μετανοίᾳ γέγονε καὶ ἠξιώθη τῆς ἀνακαινίσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν. Τὸ οὖν εἶναι ἀγαθόν ἐστι καὶ δῶρον θεοῦ.
Μανιχαῖος· Διὰ τί προγνοὺς ὁ θεὸς πονηρὸν ἐσόμενον τὸν διάβολον ἐποίησεν αὐτόν; Ὀρθόδοξος· Δι᾽ ὑπερβολὴν ἀγαθότητος ἐποίησεν αὐτόν. Ἔφη γάρ· Ἐπειδὴ οὗτος πονηρὸς μέλλει ἔσεσθαι καὶ ἀπολλύειν πάντα τὰ διδόμενα αὐτῷ ἀγαθά, στερήσω αὐτὸν κἀγὼ τελείως τοῦ ἀγαθοῦ καὶ ἀνύπαρκτον αὐτὸν ποιήσω; Οὐδαμῶς. Ἀλλ᾽ εἰ καὶ αὐτὸς πονηρὸς ἔσται, ἐγὼ τῆς μετουσίας μου μὴ στερήσω αὐτόν, ἀλλὰ δώσω αὐτῷ ἓν ἀγαθόν, τὴν διὰ τοῦ εἶναι μετουσίαν μου, ἵνα, κἂν μὴ θέλῃ, μετέχῃ μου τοῦ ἀγαθοῦ διὰ τοῦ εἶναι. Οὐδεὶς γάρ ἐστιν ὁ συγκρατῶν καὶ συνέχων τὰ ὄντα ἐν τῷ εἶναι εἰ μὴ ὁ θεός· τὸ γὰρ εἶναι ἀγαθόν ἐστι καὶ δῶρον θεοῦ.
Μανιχαῖος· Τὸ εἶναι τοῖς οὖσιν ἐκ θεοῦ τοῦ ἀγαθοῦ· εἰ οὖν πᾶσι τοῖς οὖσιν ἀγαθὸν τὸ εἶναι ὡς ἐκ θεοῦ τοῦ ἀγαθοῦ δεδομένον, καὶ τῷ διαβόλῳ ἀγαθὸν τὸ εἶναι. Ὀρθόδοξος· Πάντα τὰ ὄντα ἐκ τοῦ θεοῦ ἔσχε τὸ εἶναι. Πάντα τὰ δοθέντα ἑκάστῳ ὑπὸ θεοῦ, ἃ καὶ ἀγαθά ἐστι· τὰ γὰρ ἐκ τοῦ ἀγαθοῦ διδόμενα ἀγαθά. Κακὸν δὲ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἡ τῶν ἀγαθῶν, τουτέστι τῶν ὑπὸ θεοῦ δοθέντων, ἀποβολή. Οἱ οὖν ἐκ θεοῦ κἂν τὸ εἶναι ἔχοντες ἐν μετουσίᾳ μερικῇ τοῦ ἀγαθοῦ εἰσι κατ᾽ ἔσχατον ἀπήχημα. Καλὸν οὖν ἐστιν εἶναι τὸν διάβολον καὶ διὰ τοῦ εἶναι μετέχειν τοῦ ἀγαθοῦ. Τὸ οὖν εἶναι καλόν, τὸ δὲ εὖ εἶναι κάλλιον.
Τελεία γὰρ ὕπαρξις τὸ ὑγιαίνειν, τὸ νοσεῖν καὶ εἶναι μερικὸν κακὸν καὶ φθορά· οὐ γὰρ τελεία ἀνυπαρξία, ἀλλὰ μερικὴ ὕπαρξις καὶ μερικὴ ἀνυπαρξία. Τὸ μὴ εἶναι τέλειον κακόν· τελεία γὰρ φθορὰ καὶ ἀνυπαρξία τὸ τελείως μὴ ὄν. Τὸ οὖν εἶναι καὶ τὸ εὖ εἶναι καλὰ καὶ παρὰ θεοῦ, τὸ δὲ κακὸν ἐξ ἀγαθοῦ γενέσθαι τῆς τοῦ γινομένου γνώμης. Ὁ οὖν θεὸς δι᾽ ὑπερβολὴν ἀγαθότητος καὶ τῷ πονηρῷ τὰ ἀγαθὰ δέδωκε, τὸ εἶναι καὶ τὸ εὖ εἶναι.
Ἐγκαλεῖτε ἡμῖν, ὦ Μανιχαῖοι, διὰ τί προγινώσκων ὁ θεὸς τὸν διάβολον κακὸν ἐσόμενον ἐποίησεν αὐτόν, καὶ ἀπεδείξαμεν διὰ πλειόνων, ὅτι κατὰ τὸν φυσικὸν τοῦ δικαίου λόγον καλῶς ἐποίησεν αὐτόν· κρεῖσσον γὰρ κατὰ τὸν φυσικὸν λόγον κἂν εἶναι καὶ κατὰ τὸν τοῦ εἶναι λόγον μετέχειν τοῦ ἀγαθοῦ. Ἐκ τοῦ θεοῦ γὰρ τοῦ μόνου ἀεὶ ὄντος αὐτὸ τὸ εἶναι, ἀγαθοῦ καὶ ἀγαθῶν παρεκτικοῦ· τὸ δὲ ἐκ τοῦ ἀγαθοῦ ἀγαθὸν πάντως ἐστίν. Εἰ δὲ λέγετε, ὅτι συνέφερεν αὐτῷ μὴ γενέσθαι ἤπερ γενέσθαι καὶ κολασθῆναι ἀτελευτήτως, φαμέν, ὅτι ἡ κόλασις ἐκείνη οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ πῦρ ἐπιθυμίας τῆς κακίας καὶ ἁμαρτίας καὶ πῦρ ἀστοχίας τῆς ἐπιθυμίας. Οὐ γὰρ ἐπιθυμοῦσι θεοῦ οἱ ἐν τῇ κακίᾳ τὸ ἄτρεπτον ἐσχηκότες, ἀλλὰ τῆς κακίας, ἐκεῖ δὲ ἐνέργεια κακίας καὶ ἁμαρτίας οὐκ ἔσται. Οὐδὲ γὰρ ἐσθίομεν οὐδὲ πίνομεν οὐδὲ ἐνδυόμεθα οὐδὲ γαμοῦμεν οὐδὲ πλουτοῦμεν οὐδὲ φθόνος ἰσχύει οὐδέ τι τῶν τῆς ἁμαρτίας εἰδῶν.
Ἐπιθυμοῦντες οὖν καὶ μὴ ἔχοντες τὰ τῆς ἐπιθυμίας πυρὸς δίκην ὑπὸ τῆς ἐπιθυμίας καταφλέγονται. Οἱ δὲ τοῦ ἀγαθοῦ, τουτέστι μόνου τοῦ θεοῦ, ἐπιθυμοῦντες, τοῦ ὄντος καὶ ἀεὶ ὄντος, καὶ τυγχάνοντες εὐφραίνονται κατὰ τὴν ἀναλογίαν τῆς ἐπιθυμίας αὐτῶν, καθ᾽ ἣν τυγχάνουσι τοῦ ἐπιθυμουμένου. Τὸ μὲν οὖν ὄντως ἀγαθὸν τὸ φύσει ἐστὶν ἀγαθόν, κἂν ποσῶς μετέχειν κατ᾽ αὐτὸ τὸ εἶναι τοῦ ἀγαθοῦ. Τὸ δὲ δοκοῦν ἀγαθὸν οὐ φύσει ἀγαθόν ἐστι, ἀλλὰ κακόν. Τὸ προκρίνειν τὴν τῶν κτισμάτων ἀπόλαυσιν τῆς τοῦ κτίστου ἀπολαύσεως καὶ τὸ οἰκεῖον θέλημα τοῦ θελήματος τοῦ δημιουργοῦ οὐκ ἔστι δικαίου οὐδὲ ἀγαθοῦ, προκρίνειν τὸ ἡμῖν δοκοῦν ἀγαθόν, ὅπερ κακὸν μᾶλλον ἐδείχθη, τοῦ ὄντος φύσει ἀγαθοῦ, ἀλλὰ γενέσθαι μὲν αὐτὸν καὶ ἔχειν μοῖράν τινα καὶ σμικροτάτην τοῦ ὄντως ἀγαθοῦ ἤπερ διὰ τὸ κακόν, τουτέστι τὴν ἄδικον ἔφεσιν καὶ λύπην, στερηθῆναι καὶ αὐτῆς τῆς μικρᾶς μοίρας τοῦ ἀγαθοῦ. Ὁ γὰρ θεὸς οὐ κατὰ τὴν ἡμετέραν κρίσιν τὴν ἄλογον κρίνει, ἀλλὰ κατὰ τὸ ὄντως ἀγαθὸν καὶ δίκαιον, οὐδὲ τοῖς πάθεσιν ἡμῶν ἐξακολουθεῖ οὐδὲ διὰ νομιζομένην συμπάθειαν, τὴν ὄντως ἐμπάθειαν, τὸν τοῦ δικαίου λόγον προδίδωσι.
Καὶ πάλιν· Ὁ θεὸς τὰ μήπω ὄντα ὡς ὄντα καλεῖ καὶ τὰ ἐσόμενα ὡς ἤδη γεγενημένα θεωρεῖ καὶ κρίνει. Ὥσπερ οὖν τὸν ἤδη ἁμαρτήσαντα ὁ κριτὴς δικαίως κολάζει—κἂν μὴ κολάσῃ, ἄδικός ἐστι—καὶ οὐκ ἔστιν αὐτὸς αἴτιος τῆς τοῦ κολαζομένου ἁμαρτίας ἢ τιμωρίας, ἀλλ᾽ ἡ τοῦ ἁμαρτήσαντος προαίρεσις, οὕτως ὁ θεὸς ὡς ἤδη γεγενημένον τὸ ἐσόμενον βλέπων ἔκρινεν γενέσθαι καί, εἰ κακὸς γένοιτο, ἐξ αὐτοῦ κολασθῆναι.
Διὸ καὶ ἐποίησεν αὐτὸν καὶ ἀγαθὸν ἐποίησεν αὐτόν· αὐτὸς δὲ ἐξ οἰκείας προαιρέσεως γέγονε κακὸς καὶ ἑαυτῷ γέγονε τῆς τιμωρίας αἴτιος, μᾶλλον δὲ ἑαυτὸν τιμωρεῖται τῶν μὴ ὄντων ἐφιέμενος. Ὅτι δὲ οὐχ ἡ πρόγνωσις τοῦ θεοῦ γέγονεν αἰτία αὐτῷ τῷ διαβόλῳ τοῦ κακὸν ἔσεσθαι, δῆλον· οὐδὲ γὰρ ὁ προγινώσκων ἰατρὸς τὴν ἐσομένην νόσον αἴτιός ἐστι τῆς νόσου, ἀλλ᾽ αἴτιον μὲν τῆς νόσου ἡ ἀταξία, ἡ δὲ πρόγνωσις τῆς τοῦ ἰατροῦ ἐπιστήμης γνώρισμα καὶ αἴτιον τῆς προγνώσεως τὸ οὕτως μέλλειν ἔσεσθαι. Ὅτι δὲ οὕτως ἐστί, φησὶν ὁ ἀπόστολος· Ὁ «καλῶν τὰ μὴ ὄντα ὡς ὄντα». Καὶ τοῦτο δὲ εἰδέναι χρή, ὅτι, καθὼς ἐξέλθῃ ἡ ψυχὴ ἐκ τοῦ σώματος, οὕτως διαμένει ἄτρεπτος τοῦ λοιποῦ εἴτε τὸ ἀγαθὸν ποθοῦσα, εἴτε τὸ πονηρόν.
Ἐπὶ πᾶσι δὲ τούτοις τοῦτό φαμεν ἀγαθόν, ὅπερ θέλει ὁ θεός· ὥσπερ γὰρ τὸ φῶς ἐκ τοῦ ἡλίου ὁρίζεται, οὕτω καὶ τὸ ἀγαθὸν ἐκ τοῦ θεοῦ. Πᾶν οὖν, ὃ θέλει ὁ ἀγαθός, ἀγαθόν ἐστι, καὶ τοῦτό ἐστιν ἀγαθόν, ὃ θέλει.
Κριτής ἐστιν ὁ θεός, οὐχ ἡμεῖς κριταὶ τοῦ θεοῦ. Τί οὖν αὐτὸν ἀνακρίνομεν; Θεὸς ὀρρωδεῖ καὶ δειλιᾷ καὶ δέδοικε; Θεὸς φοβούμενος μὴ εἴη θεός. Εἰ ὁ ἥλιος καὶ ἡ σελήνη πλοῖα γεγόνασι διὰ τὸ ἀγαγεῖν τὴν μοῖραν, ἣν ἥρπασεν ἡ ὕλη ἀπὸ θεοῦ, οὐκ ἦν πρὸ τούτου ἥλιος οὐδὲ σελήνη, καὶ σκότῳ ἦν ὁ ἄνθρωπος.
Εἰ καθ᾽ ὑμᾶς ἡ θλῖψις κακή, πάντως ἡ ἡδονὴ καὶ ἡ ἀπόλαυσις ἀγαθή, καί, εἰ τοῦτο, ἀγαθὸν ἡ πορνεία καὶ ἡ γαστριμαργία καὶ ὅσα τέρπει καὶ ἥδει τὸν πράττοντα, ὅσα δὲ λυπεῖ, ἐγκράτεια, νηστεία, ἀγρυπνία καὶ τὰ τοιαῦτα, κακά.
Εἰ ἐγκαλεῖτε θεῷ τὴν τοῦ κατακλυσμοῦ πανολεθρίαν καὶ τῶν Σοδομιτῶν τὴν ἐκφλόγωσιν καὶ τοῦ Φαραὼ τὸν ποντισμὸν πρὸς τὸ συμφέρον παιδεύοντι, ἐγκαλέσατε μᾶλλον αἰωνίως κολάζοντι. Τὸ ἐκ τῆς ἑαυτοῦ οὐσίας προφέρειν οὐ δημιούργημα, τὸ δὲ ἐκ μὴ ὄντων δημιούργημα. Εἰ οὖν δημιουργεῖ ἡ κακία, ἐκ μὴ ὄντων παράγει, καὶ οὐκέτι ἐκ τῆς ὕλης τὸ σῶμα· εἰ δὲ ἐκ τῆς ὕλης, τουτέστιν ἐκ τῆς οὐσίας τῆς κακίας, εἰ μὲν ἄναρχος ἡ κακία, καὶ ἀθάνατος πάντως καὶ ἄτρεπτος—τὸ γὰρ μὴ ἀρξάμενον οὐ παύεται οὐδὲ τρέπεται· εἰ δὲ τρέπεται καὶ φθείρεται, οὐκ ἄναρχος—, εἰ δὲ ἡ κακία ἄτρεπτος, καὶ τὸ ἐκ τῆς οὐσίας αὐτῆς σῶμα ἄφθαρτον ἔσται καὶ ἄτρεπτον. Τίνος οὖν ἦν ἡ φθορὰ καὶ ἡ κακία; Ἡ γὰρ φθορὰ πάντως φθείρει τι ἢ οὐκ ἔστι φθορά.
Εἰ μὲν τὸ ἀγαθὸν παθητόν, παθητὸς καὶ ὁ ἀγαθός, καὶ πῶς τελέως ἀγαθός; Φθειρόμενος δὲ ὁ ἀγαθὸς ὑπὸ αὐτῆς εἰς ἀνυπαρξίαν χωρήσει. Εἰ δὲ ἑαυτὴν ἔφθειρεν, ἐφθάρη καὶ ἀπώλετο καὶ οὐκ ἔστιν. Εἰ δὲ μέρος τοῦ ἀγαθοῦ, καὶ μέρος ἑαυτῆς ἔφθειρεν. Ἧς δὲ φύσεως τὸ μέρος φθαρτόν, καὶ πᾶσα φθαρτή· ἀδύνατον γὰρ τὴν αὐτὴν φύσιν καὶ φθαρτὴν εἶναι καὶ ἄφθαρτον. Εἰ γὰρ λέγομεν τὸ σῶμα τοῦ ἀνθρώπου φθαρτὸν μέρος ὂν τοῦ ἀνθρώπου, τὴν δὲ ψυχὴν ἄφθαρτον, ἀλλ᾽ οὔκ εἰσι μιᾶς φύσεως.
Ἡ γὰρ ψυχή, εἰ καὶ ἐν σώματι πολιτεύεται, ἀλλ᾽ οὐκ ἔστι σῶμα, ἀλλ᾽ ἀσώματος· ὥστε ἄλλης φύσεώς ἐστιν ἡ ψυχὴ καὶ ἄλλης τὸ σῶμα, καὶ οὐ τὸ μὲν μέρος τῆς αὐτῆς φύσεως φθαρτόν, τὸ δὲ ἄφθαρτον, ἀλλ᾽ ἡ μὲν μία φύσις τοῦ ἀνθρώπου φθαρτή, ἡ δὲ ἄφθαρτος. Καὶ οὔτε ἡ ψυχὴ ἐξ ἀνάρχου οὐσίας—τρεπτὴ γάρ—οὔτε τὸ σῶμα· καὶ αὐτὸ γὰρ τρεπτὸν καὶ φθαρτόν. Μιᾶς δὲ φύσεως λέγεται ὁ ἄνθρωπος, οὐχ ὅτι ἡ ψυχὴ καὶ τὸ σῶμα μιᾶς ἐστι φύσεως, ἀλλ᾽ ὅτι πάντες οἱ ἄνθρωποι ὁμοίως ἕκαστος ψυχὴν ἔχει καὶ σῶμα καὶ ἕκαστος δύο φύσεις ἔχει.
Ἡ τροπὴ ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον μεταβολή, ἐκ μὴ ὄντος εἰς τὸ εἶναι ἢ ἐξ ὄντων εἰς τὸ μὴ εἶναι ἢ ἐξ ἀρετῆς εἰς κακίαν, ὅπερ ἐστὶν ἐκ τῶν φυσικῶν ἕξεων εἰς τὴν τούτων στέρησιν. Ἡ ἀρετὴ πλήρωσίς ἐστι τοῦ νόμου τοῦ θεοῦ, ὁ δὲ νόμος τοῦ θεοῦ θέλημα αὐτοῦ ἐστιν—οὐδεὶς γὰρ ἐντέλλεται, ὃ οὐ θέλει—, τὸ δὲ θέλημα τοῦ θεοῦ ἀγαθόν ἐστιν, ἄτρεπτον, ἀεὶ ὡσαύτως ἔχον. Ὥστε τὸ ἀγαθὸν ὄν ἐστιν, ὁμοίως καὶ ἡ ἀρετή—ἀγαθὸν γὰρ ἡ ἀρετή—, ἡ δὲ κακία οὐκ ὄν, ἀλλὰ τοῦ ὄντος, τουτέστι τοῦ νόμου τοῦ θεοῦ, ἑκούσιος παρακοὴ καὶ ἀναίρεσις κατὰ σύμβασιν ἐν τῷ πράττεσθαι παρυφισταμένη καὶ ἅμα τῷ παύσασθαι τῆς πράξεως παυομένη.
Καὶ τοῦτο δὲ εἰδέναι δεῖ, ὅτι ὁ θεὸς οὐ κολάζει τινὰ ἐν τῷ μέλλοντι, ἀλλ᾽ ἕκαστος ἑαυτὸν δεκτικὸν ποιεῖ τῆς μετοχῆς τοῦ θεοῦ, Ἔστι δὲ ἡ μὲν μετοχὴ τοῦ θεοῦ τρυφή, ἡ δὲ ἀμεθεξία αὐτοῦ κόλασις· ἐνταῦθα δὲ οὐ κολάζων ἐπιφέρει τοὺς πειρασμοὺς ὁ θεός, ἀλλὰ παιδεύων καὶ ἰώμενος τὴν κακίαν, ἵνα ἐπιγνῶμεν αὐτὸν καὶ ἐπιστρέφωμεν καὶ τύχωμεν τῆς ἁγιότητος αὐτοῦ. «Ἡ γὰρ παιδεία κυρίου ἀνοίγει μου τὰ ὦτα.» Μανιχαῖος· Εἰ ἀγαθός, διὰ τί ἐν τῷ μέλλοντι αἰῶνι κολάζει τὸν πονηρὸν καὶ οὐ μᾶλλον ἀναιρεῖ αὐτόν; Ὀρθόδοξος· Ὁ θεὸς ἀγαθός ἐστιν, ἀλλὰ καὶ δίκαιος· ὡς ἀγαθὸς οὖν ἐποίησεν, ὅσα ἐποίησεν, ἀγαθά.
Ὥσπερ οὖν δίκαιον ἦν, τοὺς ὑπ᾽ αὐτοῦ ἐσομένους ἀγαθοὺς καὶ μέλλοντας οὐ μόνον φυλάττειν τὸ δοθὲν αὐτοῖς ἀγαθόν, ἀλλὰ καὶ ἐπεργάζεσθαι αὐτό, γενέσθαι καὶ ἀξιωθῆναι τοῦ τελείου ἀγαθοῦ καὶ τῆς αἰωνίου τρυφῆς, οὕτως καὶ δίκαιον ἦν, τοὺς ὑπ᾽ αὐτοῦ ἐσομένους ἀγαθοὺς καὶ μέλλοντας οὐ φυλάττειν τὸ δοθὲν αὐτοῖς ἀγαθόν, ἀλλ᾽ ἑκουσίως ἐκκλίνειν διὰ τῆς ἀποβολῆς τῶν ἀγαθῶν ἐπὶ τὴν κακίαν καὶ γενέσθαι καὶ στερηθῆναι τῆς ἀιδίου τρυφῆς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.