Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Νεστοριανῶν

Ἰωάννης ὁ Δαμασκηνός

Η άτρεπτος σάρκωση έναντι της σχετικής ενώσεως

Απόρριψη της αιρετικής αντίληψης περί απλής σχετικής ενώσεως, τεκμηρίωση της ταύτισης του τεχθέντος εκ Παρθένου με τον προαιώνιο Λόγο και προβολή της ομολογίας του Προδρόμου και των Αποστόλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 7

Φησὶν ὁ κύριος πρὸς τὸν πατέρα· «Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Εἰ θεὸς μόνον, πῶς δοξάζεται; Εἰ δὲ μόνον ἄνθρωπος, πῶς πρὸ αἰώνων εἶχε τὴν δόξαν; «Οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος.» Πῶς οὖν θεοποιεῖται καθ᾽ ὑμᾶς ἄνθρωπος τῇ πρὸς τὸν λόγον σχετικῇ συναφείᾳ καὶ κοινωνὸς τῷ πατρὶ τῆς δόξης καὶ τῆς ἀξίας δείκνυται; Ἡμεῖς δὲ οὐκ ἄνθρωπον προσφάτως θεοποιεῖσθαι φάσκομεν, ἀλλὰ τὸν προαιωνίως ὄντα υἱὸν θεοῦ καὶ θεόν, σαρκοῦσθαι ἀτρέπτως· μεμένηκεν γὰρ οὐδὲν ἔλαττον θεὸς καὶ γενόμενος ἄνθρωπος.

Ὁ μακάριος Παῦλός φησιν· «Εἰ γάρ εἰσι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἀλλ᾽ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ.» Ἕνα «Χριστόν, δι᾽ οὗ τὰ πάντα», φησί. Ποῖόν φατε τοῦτον; Ἀλλ᾽ εἰ μὲν τὸν ἐκ παρθένου, ἀνάγκη ὑμᾶς τὸν αὐτὸν λέγειν τὸν ἐκ θεοῦ τὸν προαιώνιον, τὸν «δι᾽ οὗ τὰ πάντα». Εἰ δὲ τὸν ἐκ θεοῦ ἄλλον ὄντα παρὰ τὸν ἐκ παρθένου, οὐ Χριστὸς καθ᾽ ὑμᾶς ὁ ἐκ παρθένου· ἕνα γὰρ Χριστὸν ἔφησεν τὸν «δι᾽ οὗ τὰ πάντα». Εἰ δὲ τὸν ἐκ παρθένου ἄλλον ὄντα παρὰ τὸν ἐκ θεοῦ, ἢ δύο δημιουργοὺς φήσετε τοῦ παντὸς ἢ οὐκ ἔσται ὁ ἐκ θεοῦ Χριστὸς οὐδὲ δημιουργός.

Φησὶν ἡ γραφή, ὅτι, «ὃς ὁμολογήσει, ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ.» Οὐκ εἶπεν υἱὸς τοῦ θεοῦ, ἀλλ᾽ «ὁ υἱὸς τοῦ θεοῦ», ὁ μόνος, ὁ εἷς. Δύο φύσεις φατὲ τοῦ Χριστοῦ ἢ μίαν; Δύο, φασί. Ποίας ταύτας;

Θεότητα πάντως καὶ ἀνθρωπότητα. Πῶς οὖν οὐ θεὸς φύσει καὶ ἄνθρωπος φύσει, εἰ δύο φύσεις ἔχει; Εἰ σχετικήν φατε τὴν ἕνωσιν τοῦ θεοῦ λόγου καὶ τῆς σαρκός, ποῦ ἡ κένωσις, ποῦ ἡ σάρκωσις, ποῦ ἡ ἐνανθρώπησις; Εἰ γὰρ ἐπὶ σχετικῆς ἑνώσεως ταῦτα ἐκλάβοιτε, πλείστας θεοῦ σαρκώσεις καὶ ἐνανθρωπήσεις, εἰ καὶ μερικάς, εἰσάξετε· πολλοῖς γὰρ θεοφόροις ἀνδράσι, δικαίοις, πατριάρχαις καὶ προφήταις σχετικῶς ἡνώθη θεός. Ἐφ᾽ ἑκάστου οὖν καθ᾽ ὑμᾶς σάρκωσιν καὶ ἐνανθρώπησιν ὑπομεμένηκε.

Μιχαίας ὁ προφήτης περὶ τοῦ ἐκ παρθένου τεχθέντος ἐν Βηθλεὲμ ὧδέ φησι· «Καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἀφ᾽ ἡμερῶν αἰῶνος.» Πῶς τούτου αἱ ἔξοδοι ἀπ᾽ ἀρχῆς ἀφ᾽ ἡμερῶν αἰῶνος, εἰ μὴ καὶ θεὸς εἴη ὁ αὐτὸς προαιώνιος;

Ὁ κύριος τὴν προαιώνιον ὕπαρξιν ἑαυτῷ μαρτυρῶν φησιν· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί», καὶ πάλιν· «Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ». Πῶς ὁ ἐκ σπέρματος Δαυίδ, ὁ υἱὸς Ἀβραάμ, πρὶν Ἀβραὰμ γενέσθαι ἦν εἰ μὴ ὡς θεός; Πῶς δὲ υἱός ἐστι τοῦ Ἀβραὰμ ὁ αὐτὸς εἰ μὴ ὡς ἐπ᾽ ἐσχάτων γενόμενος ἄνθρωπος; «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ»; Πῶς υἱὸς ἀνθρώπου ἐκ τοῦ οὐρανοῦ καταβέβηκε καὶ ἔστιν ἐν τῷ οὐρανῷ; Καὶ πῶς «ὁ ὢν ἐν τῷ οὐρανῷ» ἀναβαίνει εἰς τὸν οὐρανόν, ἢ ὅτι ὁ αὐτὸς θεὸς ὢν καὶ ἄνθρωπος καθὸ μὲν θεὸς συγκαταβατικῶς κάτεισι καὶ σαρκοῦται καὶ ἄνθρωπος γίνεται καὶ τῶν οὐρανῶν οὔτε μὴν τῶν πατρικῶν οὐκ ἐξίσταται κόλπων, καθὸ δὲ ἄνθρωπος γέγονεν, «ἄνεισιν, ὅπου ἦν τὸ πρότερον» ὡς θεός, καθὼς αὐτὸς πάλιν ὁ ἀψευδής, ἡ ἐνυπόστατος ἀλήθεια, εἴρηκε· «Ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνερχόμενον, ὅπου ἦν τὸ πρότερον»;

Ὡς γὰρ θεὸς προαιώνιός τέ ἐστι καὶ ἀπερίγραπτος, κἂν εἰ καταβεβηκέναι λέγεται—κατάβασιν γὰρ ἐπ᾽ αὐτοῦ τὴν συγκατάβασίν φαμεν καὶ ταπείνωσιν καὶ τὴν ἐπὶ γῆς φανέρωσιν—, ὡς δὲ ἄνθρωπος πεφηνὼς περιγραπτὸς καὶ ὑπὸ χρόνον.

Ἰωάννης ὁ πρόδρομος καὶ βαπτιστής φησιν· «Οὗτός ἐστι, περὶ οὗ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων», καὶ «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Σύνετε, ὅπως ἄνδρα λέγων καὶ ἀμνὸν ὀνομάζων οὐχ ἕτερόν φησι τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ τὸ μέγα τοῦτο καὶ ἐξαίσιον ἀληθῶς καὶ θεοπρεπὲς ἀξίωμα προσνενέμηκεν αὐτῷ. Ἔμπροσθεν δὲ καὶ πρῶτον εἶναί φησιν αὐτοῦ, καίτοι κατόπιν ἐρχόμενον, κατά γέ φημι τὸν τῆς κατὰ σάρκα γεννήσεως χρόνον. Εἰ γὰρ καὶ ἔστιν ὀψιγενὴς ὡς ἄνθρωπος ὁ Ἐμμανουήλ, ἀλλ᾽ ἦν πρὸ παντὸς αἰῶνος ὡς θεός. Αὐτοῦ τοιγαροῦν καὶ τὸ πρόσφατον ἀνθρωπίνως καὶ τὸ ἀίδιον θεϊκῶς. Διὸ καὶ Ζαχαρίας, ὁ Ἰωάννου πατήρ, τῷ ἑαυτοῦ παιδὶ προφητεύων φησί· «Καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.» Ὁ ἐκ παρθένου υἱὸς ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;» Ἑτέρων οὖν λεγόντων ἕτερον καὶ ἕνα τῶν προφητῶν ὑποτοπαζόντων οὐκ ἀποδεξάμενος ὡς μὴ τἀληθῆ φασκόντων πάλιν ἠρώτα· «Ὑμεῖς δὲ» οἱ πλέον τῶν ἄλλων εἰδότες «τίνα με λέγετε;»

Τότε ὁ πανάριστος Πέτρος, ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης, οὐ γυμνὸν οὐδ᾽ ἄσαρκον καταθεώμενος λόγον οὐδὲ ψιλὸν καὶ θεοφόρον ἄνθρωπον, ἀλλ᾽ υἱὸν θεοῦ καὶ θεὸν φύσει καὶ φύσει γενόμενον ἄνθρωπον καὶ ἕνα τοῦτό τε κἀκεῖνο ὄντα Χριστόν· «Σὺ εἶ ὁ Χριστός», ἔλεγεν, «ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.» Οὐκ εἶπεν· Χριστός, ἀσυνάρθρως, ἀλλ᾽ «ὁ Χριστὸς» ὁ προσδοκώμενος, ὁ προφητευόμενος, καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλ᾽ ἐπήγαγεν «ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος». Οὐκ εἶπεν· Υἱός, ἀλλ᾽ «ὁ υἱός», ὁ μονογενής, ὁ εἷς, ὁ προαιώνιος, ἀκήκοέ τε· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» «Οὐδεὶς γὰρ ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ.» Καὶ οἱ μαθηταὶ τῆς ἐπὶ τῆς θαλάσσης πορείας τὴν θεοσημείαν κατατεθηπότες ἔφασαν· «Ἀληθῶς θεοῦ υἱὸς εἶ.» Ἀλλ᾽ εἰ νόθος καὶ εἰσποιητός, οὐκ «ἀληθῶς». Ἐγκαλείσθωσαν τοίνυν οἱ μακάριοι μαθηταὶ πρὸς ὑμῶν.