Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Νεστοριανῶν

Ἰωάννης ὁ Δαμασκηνός

Η καθ' υπόστασιν ένωση και η ερμηνεία των ανθρώπινων ιδιωμάτων

Θεολογική επιχειρηματολογία υπέρ της υποστατικής ενώσεως έναντι της κατ' ενέργειαν ενοικήσεως. Ερμηνεία της υπακοής, του πάθους και της προκοπής του σεσαρκωμένου Λόγου, απορρίπτοντας τη θεωρία του ψιλού ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 7

Εἰ μία φύσις τῆς ἁγίας τριάδος καὶ μία ἐνέργεια καὶ πάντα ἐπ᾽ αὐτῆς κοινὰ πλὴν τῆς ὑποστάσεως, σχέσει δὲ καὶ ἐνεργείᾳ ἥνωτο ὁ θεὸς λόγος τῇ σαρκὶ τῇ ἐψυχωμένῃ ψυχῇ λογικῇ τε καὶ νοερᾷ καὶ οὐ καθ᾽ ὑπόστασιν, οὐδὲν ἔλαττον καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον ταύτῃ ἥνωντο. Εἰ δὲ ἴση ἡ ἕνωσις καὶ μία πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πρὸς τὴν σάρκα, λεγέσθω ὁ ἐκ παρθένου τεχθεὶς πατὴρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον. Τίς γὰρ ἡ ἀποκλήρωσις τὸν λόγον μόνον καὶ υἱὸν ὀνομάζεσθαι θεοῦ; Εἰ δὲ ὁ υἱὸς μόνος ἔσχεν πρὸς αὐτὸν τὴν κατὰ σχέσιν καὶ ἐνέργειαν ἕνωσιν, ἑτεροενεργὴς ἔσται παρὰ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὅπερ ἄτοπον. Εἰ δὲ καθ᾽ ὑπόστασιν ἡ ἕνωσις γέγονεν, οὐδὲν ἄτοπον ἕψεται· ἑτεροϋπόστατος γὰρ ὁ υἱὸς πρὸς τὸν πατέρα.

Ὁ μακάριος Παῦλός φησιν· «Εἷς θεὸς καὶ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα.» Ἀνθ᾽ ὅτου Ἰησοῦς Χριστὸς ἀμέσως τῷ πατρὶ συντάττεται μεσολαβοῦντος οὐδενός; Εἶτα ὅποι ποτὲ τὸν μονογενῆ θήσομεν εἰς τὸν αὐτοῦ τόπον ἀναβιβάζοντες ἄνθρωπον, καὶ τοῦτον, καθώς φατε, ἐνεργούμενον ὑπ᾽ αὐτοῦ καὶ δι᾽ αὐτοῦ τιμώμενον; Εἴ φατε, ὅτι, ὥσπερ ὁ Χριστὸς ἐγεννήθη μὲν ἐν Βηθλεέμ, Ναζωραῖος δὲ ἐκλήθη διὰ τὴν ἐν Ναζαρὲτ κατοίκησιν, οὕτω καὶ ὁ θεὸς λόγος ἄνθρωπος ἐκλήθη διὰ τὴν ἐν ἀνθρώπῳ κατοίκησιν, οὐκοῦν οὐ σὰρξ οὐδ᾽ ἄνθρωπος γεγένηται οὐδ᾽ εἰκότως ἂν ἄνθρωπος ὀνομάζοιτο, ἀλλὰ σαρκαῖος καὶ ἀνθρωπαῖος ὡς Ναζωραῖος· οὐ γὰρ Ναζαρὲτ κέκληται ὁ Χριστός, ἀλλὰ Ναζωραῖος.

Εἰ διὰ τὴν ἐν ἀνθρώπῳ κατοίκησιν καὶ σχετικὴν ἕνωσιν ἄνθρωπος ὁ τοῦ θεοῦ λόγος ὀνομάζεται, οὐκοῦν καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἄνθρωποι ὀνομαζέσθωσαν· κατοικεῖ γὰρ ἐν ἡμῖν τῆς ἁγίας τριάδος τὸ πλήρωμα διὰ τοῦ πνεύματος. Καὶ γοῦν φησιν ὁ πάνσοφος Παῦλος· «Οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;», καὶ αὐτὸς ὁ Χριστός· «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα». Ἀλλ᾽ οὐδαμῶς ἄνθρωπος εἴρηται ὁ πατὴρ, οὔτε μὴν τὸ πνεῦμα τὸ ἅγιον διὰ τὸ κατοικεῖν ἐν ἡμῖν. Οὐκοῦν οὐδὲ ὁ υἱὸς διὰ τὴν ἐν ἀνθρώπῳ κατοίκησιν ἄνθρωπος ὀνομάζεται, ἀλλ᾽ ὡς ἀληθῶς κατ᾽ οὐσίαν γενόμενος ἄνθρωπος.

Εἰ, ἐπείπερ ἦν ὁ λόγος ἐν τῷ Χριστῷ, σημείων γέγονεν ἀποτελεστής, ἕνα που τάχα τῶν ἁγίων προφητῶν εἶναι αὐτόν φατε· ἐνήργηκε γὰρ καὶ διὰ χειρὸς ἁγίων τὰς θεοσημίας. Ἡγιάσθαι γέγραπται ὁ Χριστὸς παρὰ τοῦ πατρὸς καὶ τὴν ἐπιδημίαν δεδέχθαι τοῦ πνεύματος. Πῶς οὖν ἐν ἁγίῳ βαπτίζει πνεύματι καὶ τὰ μόνῃ πρέποντα τῇ θείᾳ φύσει πληροῖ; Χορηγὸς γάρ ἐστιν ἁγιασμοῦ.

Καὶ τοῦτο δεικνὺς ὡς ἴδιον ἀγαθόν φησι· «Λάβετε πνεῦμα ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται· ἄν τινων κρατῆτε, κεκράτηνται.» Ἁγιάζεται τοίνυν καθὸ ἄνθρωπος, ἁγιάζει δὲ καθὸ θεός, εἷς ὢν ὁ αὐτός.

Γέγραπται περὶ Χριστοῦ· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν υἱός, ἔμαθε, ἀφ᾽ ὧν ἔπαθε, τὴν ὑπακοὴν καὶ τελειωθεὶς ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου.» Ἔτι καὶ αὐτὸς ὁ κύριος· «Θεέ μου, θεέ μου, ἱνατί με ἐγκατέλιπες;» Εἰ μὲν περὶ ψιλοῦ ἀνθρώπου ταῦτα ἐλέγετο, ἀκηδιῶντος ἄρα καὶ ἀφόρητον ποιουμένου τοῦ πειρασμοῦ τὴν ἔφοδον καὶ δέει νενικημένου καὶ οὐ γενναίου τὸν τρόπον οὐδ᾽ ἀνδρικὸν ἔχοντος φρόνημα—ἀλύοντος γὰρ ἐκ μικροψυχίας τὰ ῥήματα· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου», καὶ «νῦν ἡ ψυχή μου τετάρακται», καὶ «πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο»—, ταῦτα τὰ ῥήματα ἢ μὴ εἰδότος τὸ θεῖον θέλημα ἢ ἀντιπίπτοντος τῷ θείῳ θελήματι· εἰ δὲ ὡς περὶ θεοῦ γυμνοῦ ἀνθρωπότητος, ἀπεοικότα πάντη καὶ ἀπεμφαίνοντα. Περὶ δὲ θεοῦ σεσαρκωμένου καὶ ἐνηνθρωπηκότος καὶ τοῖς οἰκείοις τῆς σαρκὸς αὐτοῦ πάθεσι τὰ πάθη ἡμῶν θεραπεύοντος καὶ ὑπογραμμὸν ἡμῖν καταλιμπάνοντος, λίαν ἐπιτετευγμένως. Τοῦτο γὰρ δηλοῖ τὸ «ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, καίπερ ὢν υἱός.»

Κατατέθηπε γὰρ τὸ μυστήριον ὁ πνευματοφόρος Παῦλος καὶ τὴν περὶ ἡμᾶς τοῦ θεοῦ οἰκονομίαν καὶ τὴν πρὸς ἡμᾶς φιλάνθρωπον συγκατάβασιν, ὅτι «καίπερ ὢν υἱὸς» «ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ» ταῦτα πάντα ὑπέμεινε τῇ ἡμετέρᾳ φύσει, ἵνα νευρώσῃ ταύτην κατὰ τῶν παθῶν καὶ διδάξῃ ἡμᾶς ἐν τοῖς πειρασμοῖς πρὸς θεὸν βλέπειν καὶ αὐτὸν πρὸς ἐπικουρίαν καλεῖν καὶ ὅσον πρὸς τελείωσιν καὶ πρὸς ποῖα γέρα καταλήγει ἡ τῶν παθῶν ὑπομονὴ καὶ ὑπακοή. Διὸ καὶ ὁ μακάριος ἔγραφε Πέτρος· «Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομένετε;

Ἀλλ᾽ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομένετε, τοῦτο χάρις παρὰ θεῷ, ὅτι καὶ Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ.» Οὐκοῦν οὐκ ἄνθρωπος μόνον οὐδὲ γυμνὸς θεός, ἀλλὰ θεὸς σεσαρκωμένος ὢν ὁ Χριστὸς «ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ» πέπονθέ τε καὶ δέδρακε ταῦτα «ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν», ἐπεί πως ἐπιτιμᾷ τῷ Πέτρῳ φήσαντι· «Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο», ὅτε τὸ πάθος αὐτοῖς προὔλεγεν.

Εἰ λέγοιτο «προκόπτειν ὁ Ἰησοῦς σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι», μὴ ψιλὸν ὑποτόπαζε ἄνθρωπον, ἀλλὰ θεὸν ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον, ἐφιέντα τῇ οἰκείᾳ σαρκὶ διὰ τῶν οἰκείων τῆς ἰδίας εἶναι φύσεως, ἵνα μὴ τέρας νομισθῇ ἡ ἐνανθρώπησις.

Τολμᾷ ὁ Παῦλος, καὶ οὐκ ἄνθρωπον καλεῖν τὸν Ἰησοῦν, οὐχ ὡς οὐκ ἄνθρωπον, ἀλλ᾽ ὡς καὶ θεὸν ὄντα. Γράφει γοῦν πρὸς Γαλάτας· «Παῦλος ἀπόστολος οὐκ ἀπ᾽ ἀνθρώπων οὐδὲ δι᾽ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ», καὶ πάλιν· «Γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι᾽ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.» Γέγραπται· «Οὐκ ἄγγελος, οὐ πρέσβυς, ἀλλ᾽ αὐτὸς ὁ κύριος ἔσωσεν ἡμᾶς.» Φησὶν ὁ Παῦλος· «Γίνεσθε μιμηταὶ τοῦ θεοῦ ὡς τέκνα ἀγαπητὰ καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.» Ὁ λυπούμενος καὶ ἀπευχόμενος τὸ ποτήριον πῶς «ἑαυτὸν παρέδωκεν», εἰ μόνον ἄνθρωπος ἦν;

Ὁ μακάριος Πέτρος φησί· «Χριστοῦ οὖν παθόντος σαρκί.» Τίνος ἕνεκεν προσέθηκε τὸ «σαρκὶ» εἰ μὴ εἰδώς, ὅτι θεὸς ἦν ἀπαθὴς τῇ θεότητι; Εἰ ψιλὸς ἄνθρωπος ἔπαθεν ὑπὲρ ἡμῶν, πῶς «ὁ λόγος τοῦ σταυροῦ δύναμις θεοῦ ἐστι;» καὶ πῶς «ὁ τὸ αἷμα αὐτοῦ κοινὸν ἡγησάμενος» κατακέκριται, ὡς «τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας»;

Πῶς Χριστὸς ἀνιέναι ἑαυτόν φησιν, «ὅπου ἦν τὸ πρότερον»; Οὔτε γὰρ ὡς θεὸς ἄνεισιν—ἀπερίγραπτος γάρ, τὸ δ᾽ ἀνιέναι καὶ κατιέναι περιγραπτῆς φύσεως—οὔτε ὡς ἄνθρωπος ἦν ἐν οὐρανῷ πρὶν ἀνελθεῖν, ἀλλ᾽ ἄνεισιν ὡς ἄνθρωπος, «ὅπου ἦν τὸ πρότερον» ὡς θεός· θεὸς γὰρ ὁ αὐτὸς ἅμα καὶ ἄνθρωπος.

Γέγραπται· «Οὕτως ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτόν, ἔχῃ ζωὴν αἰώνιον.» Ποία ἀγάπης ὑπερβολή, εἰ κοινὸν ἄνθρωπον χάριτι υἱοποιηθέντα ὑπὲρ ἡμῶν ἔδωκε; Πῶς δὲ καὶ μονογενὴς ὁ υἱοθεσίᾳ τετιμημένος καὶ οὐ φύσει ὢν υἱὸς τῆς γραφῆς λεγούσης· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες», καὶ «ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι»; Ἀλλ᾽ ὥσπερ πολλῶν ὄντων θεῶν θέσει καὶ χάριτι εἷς ἐστιν ὁ φύσει θεός, οὕτω καὶ πολλῶν υἱοθεσίᾳ τετιμημένων εἷς ἐστιν ὁ φύσει υἱὸς τοῦ θεοῦ ὁ μονογενής, ὃν ἔδωκεν ὑπὲρ ἡμῶν.

Ἰωάννης ὁ θειότατος ἀνακέκραγε λέγων· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, αὐτὸς ἐξηγήσατο.» Τίς δὲ ὁ ἐξηγησάμενος εἰ μὴ ὁ ἐκ παρθένου τεχθεὶς καὶ τοῖς ἀνθρώποις συναναστραφείς; «Οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Πῶς ὤφθη ἐπὶ τῆς γῆς «καὶ συνανεστράφη ἀνθρώποις» εἰ μὴ γενόμενος ἄνθρωπος; Αὐτὸς γὰρ ἔφη· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» Φησὶν ὁ ἀπόστολος· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος, ὁ κύριος, ἐξ οὐρανοῦ.» Οὐ γὰρ ἐξ οὐρανοῦ τὸ σῶμα κεκόμισται, ἀλλὰ θεὸς ὢν καὶ φύσει θεοῦ υἱὸς «ἐξ οὐρανοῦ» καταβέβηκε καὶ γέγονεν ἄνθρωπος, δεύτερος Ἀδάμ, ὡς ἀρχὴ δευτέρα τῶν ἀναπλαττομένων καὶ πρὸς ἀφθαρσίαν διὰ τῆς ἀναστάσεως μεταστοιχειουμένων.

Διὸ καί φησιν· «Ὁ πρῶτος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ δεύτερος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν.» Φησὶν ὁ κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» Καὶ Παῦλος ὁ θειότατός φησιν· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθητε.» Ἑνὸς υἱοῦ ἐμνημόνευσεν ὁ κύριος εἰπών· «Καὶ τοῦ υἱοῦ», οὐχὶ δέ· Καὶ τῶν υἱῶν.

Ὁ δὲ ἀπόστολος εἰς τὸν Χριστὸν καὶ τὸν αὐτοῦ θάνατον βεβαπτίσθαι ἡμᾶς φησιν. Ἐξώσθη τοίνυν καθ᾽ ὑμᾶς ὁ φύσει υἱὸς καὶ εἰσκεκόμισται ὁ υἱοθετηθεὶς διὰ χάριτος. Ἢ εἰς τετράδα ὑμεῖς ἐβαπτίσθητε. Οὐ γὰρ ἡμεῖς, μὴ γένοιτο· ἡμεῖς γὰρ βεβαπτίσμεθα εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τοῦ σαρκωθέντος καὶ ἐνανθρωπήσαντος καὶ σταυρωθέντος σαρκὶ καὶ ἀναστάντος καὶ τοῦ ἁγίου πνεύματος, εἰς τριάδα ὁμοούσιον καὶ ἀδιαίρετον. Μεμένηκε γὰρ οὐχ ἧττον τῷ πατρὶ ὁμοούσιος καὶ ἐνανθρωπήσας ὁ φύσει υἱὸς τοῦ θεοῦ καὶ θεὸς ὁ μονογενής, καθὼς καὶ τῆς ἐκκλησίας διδάσκει τὸ σύμβολον· «Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

Καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι᾽ οὗ τὰ πάντα ἐγένετο· τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.» Ὅρα, ὅπως τῶν ἁγίων καὶ θεοφόρων πατέρων ἡ πληθὺς ἕνα κύριον Ἰησοῦν Χριστὸν ἔφησε, τὸν πρὸ αἰώνων ἐκ πατρὸς γεννηθέντα καὶ οὐ ποιηθέντα, τὸν ὁμοούσιον τῷ πατρί, τὸ ἐκ τοῦ φωτὸς φῶς, τὸν ἐκ θεοῦ ἀληθινοῦ θεὸν ἀληθινόν, τὸν σαρκωθέντα καὶ πεπονθότα σαρκὶ καὶ ἀναστάντα καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ κεκαθικότα ἐν δεξιᾷ τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· ἐμφατικώτατον γάρ ἐστι τὸ «καὶ πάλιν ἐρχόμενον», ὡς καὶ ἤδη ἐξ οὐρανῶν ἐλήλυθεν, ὅτε καθ᾽ ἑκούσιον κένωσιν σαρκωθεὶς ἐνηνθρώπησεν. Οὐ γὰρ ἄλλον τὸν πρὸ αἰώνων ἐκ πατρὸς γεννηθέντα καὶ ἄλλον τὸν ἐκ παρθένου σαρκωθέντα ἔφησαν, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτόν.