Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Νεστοριανῶν

Ἰωάννης ὁ Δαμασκηνός

Η ενότητα του προσώπου, η ζωοποιός σάρκα και το πάθος κατά την ανθρώπινη φύση

Ανάδειξη της ενότητας του Υιού του Θεού με τον Υιό του ανθρώπου, θεολογική ερμηνεία του πάθους του Λόγου μόνο κατά την ανθρώπινη φύση και έλεγχος των ανθρωπολατρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 7

Ἀλλ᾽ ἐρεῖς· Αὐτὸν οὖν ἄρα φαμὲν τὸν ἐκ θεοῦ πατρὸς λόγον παθεῖν δι᾽ ἡμᾶς; Πάνυ μὲν οὖν, σαρκὶ μέντοι καὶ οὐ θεότητι. Εἴπερ ἐστὶν ἀληθὴς ὁ Παῦλος λέγων περὶ αὐτοῦ· «Ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ ἐν αὐτῷ τὰ πάντα συνέστηκε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ἐστιν ἀπαρχή, πρωτότοκος ἐκ νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων.» Ἰδοὺ γάρ, ἰδοὺ καὶ μάλα σαφῶς τὴν εἰκόνα τοῦ ἀοράτου θεοῦ, τὸν «πρωτότοκον πάσης κτίσεως», ὁρατῆς τε καὶ ἀοράτου, τὸν δι᾽ οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα, κεφαλὴν δεδόσθαι τῆς ἐκκλησίας φησίν, εἶναι δὲ καὶ ἐκ νεκρῶν πρωτότοκον, «ὃς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας.» Οὐ γὰρ ἄνθρωπον ἁπλῶς συναφείᾳ τῇ πρὸς αὐτόν—οὐκ οἶδ᾽ ὅπως—, ὡς ὑμεῖς λέγετε, τετιμημένον ὑπὲρ ἡμῶν δίδοσθαι φαμέν, ἀλλ᾽ ἔστιν αὐτὸς ὁ τῆς δόξης κύριος ὁ ἐσταυρωμένος. «Εἰ γὰρ ἔγνωσαν», φησίν, «οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.» Πῶς οὖν ὁ αὐτὸς καὶ πέπονθε καὶ οὐ πέπονθεν; Εἰ γὰρ ὅλως οὐ πέπονθε ὡς θεός, πεπονθέναι δὲ λέγεται, πῶς ἂν εἴη θεός; Οὐκοῦν ὁ παθὼν νοοῖτο μόνος ὁ ἐκ σπέρματος Δαυίδ. Καίτοι πῶς οὐκ ἀδρανοῦς διανοίας ταῦτα φάναι;

Οὐ γὰρ κοινὸν ἄνθρωπον δέδωκεν ὑπὲρ ἡμῶν ὁ πατὴρ σχετικῇ συναφείᾳ καὶ υἱοθεσίᾳ τετιμημένον· γράφει γὰρ ὧδε· «Οὕτως ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον». Ἐπειδὴ οὖν ἤθελε διὰ τὴν τοῦ κόσμου σωτηρίαν παθεῖν, ἀδύνατον δὲ τοῦτο δίχα σαρκὸς διὰ τὸ εἶναι αὐτὸν φύσει ἀπαθῆ ὡς θεόν, τὴν τοῦ παθεῖν δεκτικὴν προσελάβετο σάρκα καὶ θεὸς ὢν γέγονε καὶ ἄνθρωπος, ἵνα δύναιτο παθεῖν. Ὥστε ἄμφω αὐτῷ προσῆν· σαρκὶ μὲν τὸ παθεῖν, θεότητι δὲ τὸ μὴ παθεῖν· ἦν γὰρ ἐν ταυτῷ θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός. Ἀσθενὴς μὲν οὖν πᾶσα παραδειγμάτων ἐπίνοια πρός γε τρανὴν τοῦ μυστηρίου ἐξεικόνισιν, ὅμως γέ τοι πρὸς ἰσχνὴν φαντασίαν τόδε φαμέν· Ὥσπερ σίδηρος ἤγουν ἑτέρα τις ὕλη τοιαύτη ταῖς τοῦ πυρὸς ὁμιλήσασα προσβολαῖς εἰσδέχεται μὲν αὐτὸ καὶ κατωδίνει τὴν φλόγα, εἰ δὲ πλήττοιτο τυχὸν ὑπὸ τοῦ παίοντος, δέχεται μὲν ἡ ὕλη τὸ βλάβος, ἀδικεῖται δὲ ὅλως πρὸς τοῦ παίοντος οὐδὲν ἡ τοῦ πυρὸς φύσις, οὕτω νοήσεις καὶ ἐν τῷ σαρκὶ λέγεσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖν τὸν υἱόν.

Ἐπειδὴ τάς τε προφητικὰς καὶ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ Χριστοῦ φωνὰς πῇ μὲν ὡς περὶ ἀνθρώπου, πῇ δὲ ὡς περὶ θεοῦ, πῇ δὲ ὡς περὶ θεοῦ ἅμα καὶ ἀνθρώπου διαλεγομένας εὑρίσκομεν, τίνα τρόπον μὴ ἐναντιολογεῖσθαι ταύτας πρὸς ἀλλήλας φήσομεν, εἰ μή που τὸν φύσει υἱὸν τοῦ θεοῦ καὶ θεὸν εἴποιμεν, φύσει γεγενῆσθαι ἄνθρωπον εἶναί τε μετὰ τὴν ἐνανθρώπησιν, τὸν αὐτὸν θεόν τε ὁμοῦ καὶ ἄνθρωπον; Οὕτω γάρ, «εἰ καὶ ἐσταυρώθη ἐξ ἀσθενείας σαρκὸς» κατὰ τὸν ἀπόστολον, «ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ» καὶ ἐγήγερται παρὰ τοῦ πατρὸς καὶ ἑαυτὸν ἐξανέστησε καὶ ἀνείληπται καὶ αὐτεξουσίως ἄνεισι καὶ κεκάθικεν «ἐν δεξιᾷ τοῦ πατρὸς ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου».

Εἰ οὐκ ἀμέσως ἰδία τοῦ λόγου γέγονε ἡ ἀπορρήτως αὐτῷ ἑνωθεῖσα σάρξ, πῶς ἂν νοοῖτο ζωοποιός; «Ἐγὼ γάρ εἰμι», φησίν, «ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος δέ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.» Εἰ μὲν μὴ παρὰ τοῦ κατεληλυθότος αὐτοῦ ταῦτα ἐλέγετο, εἴπομεν ἂν ὡς ἐξ ἀνθρώπου υἱοθετηθέντος λέγεσθαι. Ἐπειδὴ δέ φησιν, «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς», πῶς ἡ σὰρξ αὐτοῦ ἑτέρου ἂν εἴη παρ᾽ αὐτόν;

Εἰ δὲ καὶ γέγραπται· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς», συνίεμεν, ὡς εἷς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ καὶ υἱὸς ἀνθρώπου, τὸ μὲν ὢν ἀιδίως ὡς θεός, τὸ δὲ γενόμενος ἐπ᾽ ἐσχάτων ὡς ἐνανθρωπήσας. Ἐπεὶ πῶς υἱός τε ἀνθρώπου ἐστὶ καὶ ἐξ οὐρανοῦ καταβέβηκε;

Ὁ μακάριος Παῦλος γράφων Ἑβραίοις φησί· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ.» Ὅρα, ὡς υἱοθεσίας μὲν καὶ οἱ προφῆται ἠξιωμένοι, οὗτος δὲ ὁ, ἐν ᾧ ἐπ᾽ ἐσχάτων ἡμῖν ὁ θεὸς λελάληκεν, οὐ θετὸς υἱός, ἀλλὰ φύσει· διὸ καὶ διῄρηται τῶν προφητῶν.

Καὶ δῆλον· φησὶ γάρ· «Ὃν ἔθηκε κληρονόμον πάντων, δι᾽ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.» Πῶς «κληρονόμος πάντων» γίνεται ὁ, «δι᾽ οὗ τοὺς αἰῶνας ἐποίησε», εἰ μὴ θεὸς εἴη καὶ ἄνθρωπος; Καὶ καθὸ μὲν θεός, ποιητής ἐστι τῶν αἰώνων· καθὸ δὲ ἄνθρωπος, κληρονόμος καθίσταται· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ δι᾽ ἑαυτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς δυνάμεως ἐν τοῖς ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.» Ὅρα, ὡς αὐτός ἐστιν «ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως», «ὁ φέρων τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ», οὗτος πάντων κληρονόμος καθίσταται καὶ τὸ τῶν ἀγγέλων ὑψηλότερον «κεκληρονόμηκεν ὄνομα».

Πῶς οὖν ὁ αὐτὸς «ἀπαύγασμά τέ ἐστι τῆς δόξης» καὶ φέρει τὰ σύμπαντα καὶ κληρονόμος τῶν ἁπάντων καὶ τοῦ ὀνόματος καθίσταται, εἰ μὴ ὁ αὐτὸς θεὸς ὢν γέγονεν ἄνθρωπος; Οὐ γὰρ περὶ ἄλλου καὶ ἄλλου ταῦτα λέγεται, περὶ ἑνὸς δὲ καὶ τοῦ αὐτοῦ υἱοῦ τοῦ θεοῦ, ἐν ᾧ «ἡμῖν ἐπ᾽ ἐσχάτων ἐλάλησεν».

Ἐπὶ πᾶσι τούτοις τί μέγα καὶ καινὸν καὶ ἀπόκρυφον, ὃ ταῖς γενεαῖς οὐκ ἐγνωρίσθη; Ἢ ποῖος πλοῦτος ἢ ποία ἀπόρρητος σοφία ἢ ποία ἀγάπης ὑπερβολή, εἰ δι᾽ ἀνθρώπου ἡ σωτηρία γεγένηται; Ἢ πῶς κένωσις καὶ ἐνανθρώπησις καὶ σάρκωσις λεχθείη τὸ τῆς οἰκονομίας μυστήριον, εἰ οὐ δι᾽ υἱοῦ θεοῦ καὶ φύσει θεοῦ σεσώσμεθα, ἀλλ᾽ ὑφ᾽ ἑνὸς τῶν ὑπὸ φθορὰν χάριτι μεθ᾽ ἡμῶν λαχόντος τὸ σῴζεσθαι; Εἰ δὲ καὶ μὴ κατὰ ἀλήθειαν ὁ φύσει υἱὸς τοῦ θεοῦ καὶ θεὸς γέγονεν ἄνθρωπος καὶ πάντα παθεῖν κατεδέξατο, ποῦ ἡ κένωσις; Πῶς ἑαυτὸν ἐταπείνωσε, ποία δὲ σάρκωσις τὸ μὴ γενέσθαι σάρκα; Εἰ δὲ καὶ ψιλῷ ἀνθρώπῳ λατρεύει νῦν μετὰ τῶν ἐπιγείων τὰ ἐπουράνια καὶ γόνυ κάμπτει, πῶς οὐκ εἰς τὸ χεῖρον κατέστη τὰ πράγματα; Πάλαι γὰρ ἄνθρωποι μόνον τῇ κτίσει ἐλάτρευον, νῦν δὲ καθ᾽ ὑμᾶς σὺν τοῖς ἐπιγείοις καὶ καταχθονίοις καὶ τὰ ἐπουράνια. Ἀλλ᾽ ὑμεῖς μὲν τὴν ἐλπίδα ἐπ᾽ ἄνθρωπον ἔχοντες καὶ ἀνθρώπῳ χάριτι σεσωσμένῳ λατρεύοντες ἀνθρωπολάτραι δικαίως ἂν ὀνομάζοισθε.