Καὶ μετ᾽ ὀλίγα σύγκρισιν ἑαυτοῦ πρὸς τοὺς θέσει καὶ οὐ φύσει θεοὺς ποιούμενός φησιν· «Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν· Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες; Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ θεοῦ εἰμι;» Καὶ δεικνύς, ὅτι θεός ἐστι καὶ τῷ πατρὶ ὁμοούσιος, ἐκ τῆς τῶν ἔργων ὁμοιότητός φησιν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πέμψαντός με, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε, ἵνα γνῶτε καὶ πιστεύσητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί.» Ὡς καὶ ἀνωτέρω φησίν· «Ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱός, οὓς θέλει, ζωοποιεῖ,» «ὅτι υἱὸς ἀνθρώπου ἐστί. Μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται.» Εἰπών· «Ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ», ἐπήγαγε· «Οὕτως καὶ ὁ υἱός, οὓς θέλει, ζωοποιεῖ» δεικνύς, ὅτι αὐτεξουσίως καὶ φύσει ἐστὶ ζωοποιὸς ὁ υἱὸς ὡς καὶ ὁ πατὴρ καὶ οὐ χάριτι. Εἶτα ἐπάγει· Ὅτι οὗτος ὁ υἱὸς τοῦ θεοῦ ὁ φύσει ζωοποιὸς «υἱὸς ἀνθρώπου ἐστίν.» Οὐκ εἶπε· Υἱὸς ἀνθρώπου λέγεται, ἀλλ᾽ «ἔστι», καὶ «μὴ θαυμάζετε τοῦτο», φησίν, ὅτι «υἱὸς ἀνθρώπου ζωοποιεῖ».