Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Νεστοριανῶν

Ἰωάννης ὁ Δαμασκηνός

Ορθόδοξη ομολογία, η υποστατική ένωση και ο όρος «Θεοτόκος»

Δογματική ανακεφαλαίωση της πίστεως στον Τριαδικό Θεό, θεολογική κατοχύρωση της ονομασίας της Παρθένου ως Θεοτόκου και επιβεβαίωση των δύο φύσεων, θελήσεων και ενεργειών του σαρκωθέντος Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 7 από 7

Ἡμεῖς δέ, οἷς ἐδόθη διὰ θεοῦ φυγοῦσι τὴν δεισιδαίμονα πλάνην μετὰ θεοῦ γενέσθαι, οὕτω νοοῦμεν, οὕτω φρονοῦμεν, καὶ οὕτω κηρύττομεν· Ἕνα θεὸν τὸν πατέρα, ἕνα θεὸν τὸν υἱόν, ἕνα θεὸν τὸ πνεῦμα τὸ ἅγιον, ἕνα θεὸν τὰ τρία σὺν ἀλλήλοις νοούμενα, θεὸν ἕκαστον καθ᾽ ἑαυτό, ἕνα θεὸν τὰ τρία, τὸ μὲν διὰ τὴν μοναρχίαν, τὸ δὲ διὰ τὰς ἰδιότητας. Μία γὰρ φύσις ἐν τρισὶ ταῖς ὑποστάσεσι, καὶ πρὸς ἓν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει. Διὸ εἷς θεὸς τὰ τρία, τελεία δὲ ἡ φύσις ἤτοι ἡ θεότης ἐν ἑκάστῃ τῶν ὑποστάσεων, διὸ καὶ ἕκαστον καθ᾽ ἑαυτὸ τέλειος θεός. Εἷς θεὸς τὰ τρία· θεὸς γὰρ καὶ ὁ λόγος αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ, εἷς θεός, ἐπεὶ καὶ ἄνθρωπος καὶ ὁ λόγος αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ οὐ τρεῖς ἄνθρωποι, ἀλλ᾽ εἷς. Θεὸς τέλειος ἕκαστον· οὐ γὰρ δυνάμεις ἀνυπόστατοι οὐδ᾽ εἰς ἀέρα χεόμεναι, ὁ τοῦ θεοῦ λόγος καὶ τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον, ἀλλ᾽ ἕκαστον ἐνυπόστατόν τε καὶ τέλειον, ἵνα μὴ σύνθετος εἴη θεὸς ἐξ ἀτελῶν συγκείμενος τέλειος, ἀλλ᾽ εἷς τέλειος ἐν τρισὶ τελείοις, ὑπερτελὴς καὶ προτέλειος.

Πιστεύομεν δὲ καὶ ἀνενδοιάστως κηρύττομεν αὐτὸν τὸν πρὸ αἰώνων ἐκ πατρὸς γεννηθέντα μονογενῆ υἱὸν καὶ λόγον τὸν ὁμοούσιον τῷ πατρὶ τὸν φύσει θεόν, τὸν δι᾽ οὗ τὰ πάντα ἐγένετο, ἐπ᾽ ἐσχάτων τῶν χρόνων εὐδοκίᾳ πατρὸς συνειλῆφθαι ἐν τῇ παναχράντῳ καὶ παναμώμῳ μήτρᾳ τῆς ἁγίας παρθένου οἱονεὶ θεῖον σπόρον καὶ σεσαρκῶσθαι ἀτρέπτως καὶ ἀμεταβλήτως ἤτοι ἐν ἑαυτῷ ὑποστήσασθαι σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ καὶ γεγενῆσθαι τέλειον ἄνθρωπον μετὰ τοῦ μεῖναι, ὅπερ ἦν, τέλειος θεός. Οὐ γὰρ ἄνθρωπον συνέλαβεν ἡ ἁγία παρθένος, ἀλλὰ φύσει θεόν, τὸν προαιώνιον υἱὸν καὶ λόγον τοῦ θεοῦ ἐξ αὐτῆς σαρκωθησόμενον.

Ἐφ᾽ ἑκάστης γὰρ τῶν γυναικῶν σύλληψις γίνεται σπορᾶς ἐξ ἀνδρὸς καταβαλλομένης, καὶ τῆς τοῦ ἀνδρὸς σπορᾶς ἐστιν ἡ σύλληψις· καὶ ἡ σπορά ἐστιν ἡ ὑπόστασις ἅμα τῇ συλλήψει χορηγούσης τῆς γυναικὸς τὰ οἰκεῖα αἵματα καὶ συναφείας γινομένης, καὶ ἐν τῇ τοῦ ἀνδρὸς σπορᾷ ὑφισταμένων τῶν αἱμάτων, καὶ αὐτῆς τῆς σπορᾶς γινομένης αὐτοῖς ὑποστάσεως καὶ κοινῆς ὑποστάσεως ἑαυτῇ καὶ τοῖς γυναικείοις αἵμασι τῆς σπορᾶς γινομένης. Ἐπὶ δὲ τῆς ἁγίας παρθένου οὐχ οὕτως· οὐ γὰρ ἐκ σπορᾶς ἀνδρὸς ἡ σύλληψις, ἀλλὰ μετὰ τὴν συγκατάθεσιν τῆς ἁγίας παρθένου πνεῦμα ἅγιον ἐπῆλθεν ἐπ᾽ αὐτὴν κατὰ τὸν τοῦ κυρίου λόγον, ὃν εἶπεν ὁ ἄγγελος, καθαῖρον αὐτὴν καὶ δύναμιν δεκτικὴν τῆς τοῦ λόγου θεότητος παρέχον, καὶ τότε ἐπεσκίασεν ἐπ᾽ αὐτὴν ἡ τοῦ θεοῦ τοῦ ὑψίστου ἐνυπόστατος σοφία καὶ δύναμις, ὁ υἱὸς τοῦ θεοῦ, ὁ τῷ πατρὶ ὁμοούσιος, οἱονεὶ θεῖος σπόρος, καὶ συνέπηξεν ἑαυτῷ ἐκ τῶν ἁγνῶν καὶ καθαρωτάτων αὐτῆς αἱμάτων σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, αὐτὸς γεγονὼς αὐτῇ ὑπόστασις. Οὕτω τε θεὸς ὑπάρχων ἐκ πατρὸς φύσει γέγονε καὶ φύσει ἄνθρωπος ἐκ μητρός.

Ἔστι τε ὁ αὐτὸς τοῦτο κἀκεῖνο, θεὸς τέλειος ἀληθῶς καὶ φύσει τέλειος ἄνθρωπος ἀψευδῶς, μία ὑπόστασις ἐν δυσὶν ἀδιαιρέτως ταῖς φύσεσιν. Οὐ γὰρ ἄνθρωπον ἀποθεωθέντα ὁμολογοῦμεν, ἀλλὰ θεὸν σεσαρκωμένον καὶ ἐνανθρωπήσαντα· «ὁ λόγος γὰρ σὰρξ ἐγένετο.» Καὶ ὅλον θεὸν καὶ ὅλον ἄνθρωπον τὸν αὐτὸν καταγγέλλομεν, ὅλον θεὸν μετὰ τῆς σαρκὸς αὐτοῦ καὶ ὅλον ἄνθρωπον μετὰ τῆς ὑπερθέου αὐτοῦ θεότητος. Καὶ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην δογματίζομεν. Καὶ δύο τοῦ φύσει υἱοῦ τοῦ θεοῦ καὶ θεοῦ τὰς γεννήσεις γινώσκομέν τε καὶ καταγγέλλομεν, μίαν τὴν ἐκ πατρὸς προαιώνιον ἀσωμάτως καὶ ἀναιτίως καὶ μίαν τὴν ἐπ᾽ ἐσχάτων τῶν χρόνων διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ τῆς ἁγίας παρθένου σαρκωθέντος καὶ ἐνανθρωπήσαντος, σωματικήν τε καὶ χρονικήν.

Διὸ καὶ θεοτόκον τὴν ἁγίαν παρθένον κηρύττομεν ὡς θεὸν κυρίως καὶ ἀληθῶς ἐξ αὐτῆς σαρκωθέντα γεννήσασαν. Χριστοτόκον δὲ αὐτὴν ἴσμεν μέν—Χριστὸν γὰρ ἐγέννησε—, ἀλλ᾽ ἐπειδὴ ἐπ᾽ ἀναιρέσει τῆς θεοτόκος φωνῆς ὁ θεώλης Νεστόριος ταύτῃ κατεχρήσατο, οὐ χριστοτόκον, ἀλλ᾽ ἐκ τοῦ κρείττονος ταύτην θεοτόκον κατονομάζομεν· χριστοτόκοι γὰρ καὶ ἄλλαι προφητῶν καὶ βασιλέων μητέρες, μόνη δὲ θεοτόκος ἡ ἁγία παρθένος Μαρία.

Δύο δὲ τὰς φύσεις τοῦ ἑνὸς Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ἴσμεν καὶ δύο τὰς φυσικὰς θελήσεις τε καὶ ἐνεργείας· ἐνεργεῖ γὰρ ἐν ἑκατέρᾳ μορφῇ καὶ θέλει τοῦθ᾽, ὅπερ ἴδιον ἔσχηκεν μετὰ τῆς θατέρου κοινωνίας. Καὶ τριάδι, οὐ τετράδι, καὶ μετὰ τὴν ἐνανθρώπησιν τοῦ υἱοῦ τοῦ θεοῦ λατρεύομεν, ἑνὶ πατρί, ἑνὶ υἱῷ τοῦ θεοῦ καὶ τῆς παρθένου, τῷ αὐτῷ θεῷ καὶ ἀνθρώπῳ, καὶ ἑνὶ ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.