Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Νεστοριανῶν

Ἰωάννης ὁ Δαμασκηνός

Αποστολικές μαρτυρίες περί της θεότητος και της κενώσεως του Λόγου

Προβολή χωρίων της Καινής Διαθήκης που βεβαιώνουν την ταυτότητα του Χριστού ως αληθινού Θεού, καθώς και ανάλυση της εκούσιας κενώσεως και ταπεινώσεως του Θεού Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 7

Τίς ὁ μετασχὼν παραπλησίως ἡμῖν αἵματος καὶ σαρκός; Ἄνθρωπος γὰρ ψιλὸς σὰρξ καὶ αἷμα τυγχάνων οὐ μετέχειν λέγεται σαρκὸς καὶ αἵματος. Εἰ κατὰ πάντα ἡμῖν ὡμοιώθη, τίς ὁ ὁμοιωθείς; Τὸ γὰρ τισὶν ὁμοιούμενον εἶναι πάντως ἀνάγκη διάφορον.

Πῶς «ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γεννώμενον ἐκ γυναικός»; ὁ γὰρ μὴ ὢν οὐκ ἀποστέλλεται. Τί οὖν ὤν, τί ἐκ γυναικὸς γέγονεν, εἴπατε. Εἰ μὴ κατὰ φύσιν υἱὸς θεοῦ ὁ ἐκ παρθένου καὶ φύσει θεός, πῶς «ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός»; Δῆλον, ὡς ἐξωσθέντος τοῦ κατὰ φύσιν ἢ τετράδι λατρεύομεν καὶ πᾶσαι αἱ νοεραὶ δυνάμεις καὶ ἀνθρωπολάτραι ἐσμέν. «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω», φησὶν ὁ θεός. Πῶς οὖν, εἰ ἄλλος παρὰ τὸν φύσει υἱὸν θεοῦ καὶ θεὸν ὁ ἐκ παρθένου, προσκυνεῖται καὶ λατρεύεται;

Εἰ μὴ φύσει υἱὸς θεοῦ καὶ θεὸς ὁ Ἰησοῦς ὁ τῆς παρθένου υἱός, πῶς «ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων»; Εἰ δὲ τῷ κατὰ φύσιν υἱῷ μόνῳ κάμπτει πᾶν γόνυ, πῶς τῷ θεῷ, εἰ μὴ καὶ ἄνθρωπος εἴη ὁ αὐτός, «τὸ ὑπὲρ πᾶν ὄνομα» χαρίζεται;

Ὡς γὰρ θεὸς οὐ λαμβάνει· ἔχει γὰρ αὐτὸ προαιωνίως. Εἰ «ὁ Χριστὸς» ἐξ Ἰουδαίων «τὸ κατὰ σάρκα», λείπεται αὐτὸν καὶ ἐξ ἄλλου καθ᾽ ἕτερον νοεῖσθαι καὶ εἶναι καὶ λέγεσθαι· τὸ γὰρ εἰπεῖν «κατὰ σάρκα» προσδιωρίσατο, ὡς ἐξ ἄλλου καθ᾽ ἕτερον· καὶ τίνος ἢ κατὰ τί εἰ μὴ ἐκ θεοῦ καθὸ θεός; «Ὄντα» γὰρ καὶ «θεὸν» καὶ «εὐλογητὸν» καὶ «ἐπὶ πάντων» αὐτὸν καλῶν ταῦτα σημαίνει. Ὅτι «ὁ ὢν θεὸς εὐλογητὸς ἐπὶ πάντων» προαιωνίως ἐκ πατρός. Θεὸς γὰρ ἐκ θεοῦ δῆλον ἔσται «τὸ κατὰ σάρκα» ἐξ Ἰουδαίων γέγονεν, ὅτε γέγονεν ἄνθρωπος.

Ὁ μακάριος Παῦλός φησι· «Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.» Εἴπατε, τίς «ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων», ὃς «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών»; Ἄνθρωπος οὐκ ἔστιν ἐν μορφῇ θεοῦ· οὐκ ἐν φύσει θεοῦ γὰρ ὁ ἄνθρωπος. Φύσιν γὰρ τὴν μορφὴν οἶδεν ὁ σύμπας τῶν ἁγίων χορός. Καὶ δοῦλος οὐ κενοῖ ἑαυτὸν μορφὴν δούλου λαμβάνων.

Πῶς γὰρ λαμβάνει, ὅπερ ἐστί; Καὶ πῶς ἄνθρωπος ἀνθρώποις ὁμοιοῦται ἢ ὑπήκοος τῷ θεῷ γενόμενος ταπεινοῖ ἑαυτόν; Ἄνθρωπος γὰρ μᾶλλον ὑψοῦται ὑπήκοος τῷ θεῷ γινόμενος καὶ ἴσος τῷ θεῷ καθιστάμενος ἁρπαγμὸν ἡγεῖται. Ὥστε περὶ τοῦ φύσει υἱοῦ τοῦ θεοῦ καὶ θεοῦ ταῦτα εἴρηται, ὅτε γέγονεν ἄνθρωπος. Οὐ γὰρ ἄνθρωπος ὢν πρότερον ὕστερον θεὸς ἐχρημάτισεν—οὕτω γὰρ ἁρπαγμὸν ἡγήσατο—, ἀλλὰ θεὸς ὢν ἀπ᾽ ἀρχῆς ὕστερον γέγονεν ἄνθρωπος. Καὶ ὡς μὲν θεὸς ὢν κατὰ φύσιν ταπεινοῖ ἑαυτὸν γενόμενος ἄνθρωπος· ὡς δὲ γενόμενος ἄνθρωπος ὑπερυψοῦται τῷ «ὑπὲρ πᾶν ὄνομα» ὀνόματι τοῦ υἱοῦ τοῦ θεοῦ. Ὁ αὐτὸς γὰρ ἦν καὶ ἔστιν υἱὸς θεοῦ καὶ θεὸς κατὰ φύσιν καὶ υἱὸς ἀνθρώπου ἐγένετο καὶ ἄνθρωπος κατὰ φύσιν· οὕτω γὰρ ὁ θεῖος ἀπόστολος ἀπεφήνατο. Οὐ γὰρ εἶπεν· Ἄνθρωπος ὢν ἐγένετο θεός, ἀλλ᾽ «ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ»· οὐχ ὑψοῦται γὰρ ὁ ὕψιστος, ἀλλὰ ταπεινοῖ ἑαυτὸν ἑκουσίως ἄνθρωπος γενόμενος. Οὐ περὶ ἄλλου τοίνυν τὴν ταπείνωσιν ἔφη καὶ περὶ ἄλλου τὴν ὕψωσιν, ἀλλὰ περὶ τοῦ αὐτοῦ. Εἷς γάρ ἐστιν ὁ τοῦτο κἀκεῖνο δεξάμενος, τὸ μὲν καθὸ θεὸς ὢν γέγονεν ἄνθρωπος, τὸ δὲ καθὸ ἄνθρωπος γεγονὼς ᾠκειώσατο τὰ τῆς φύσεως, καὶ οὕτως ὑπερυψῶσθαι λέγεται.