Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Σεβηριανῶν

Ἰωάννης ὁ Δαμασκηνός

Ανθρώπινη φύση του Χριστού και αντίκρουση των πολεμίων

Λεπτομερής εξέταση της διαφοράς μεταξύ των μερών του ανθρώπου, όπως η ψυχή και το σώμα, και των ασύγχυτων φύσεων του Χριστού, με παράλληλη επισήμανση των προθέσεων των ετεροδόξων να συκοφαντήσουν την τέλεια ανθρωπότητα του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 3

Μέρη μὲν γὰρ ἀνθρώπου ψυχὴ καὶ σῶμα· μέρη δὲ τῶν μερῶν αἱ περὶ αὐτῶν διαιρέσεις καὶ ὑποδιαιρέσεις· καὶ μέρη μὲν Χριστοῦ ἀσύγχυτα, θεότης καὶ ἀνθρωπότης.

Ψυχὴ δὲ καὶ σῶμα, οὐ μέρη Χριστοῦ, ἀλλὰ μέρη τοῦ μέρους. Μέρη γὰρ τῶν μερῶν τοῦ ἀνθρώπου, ἐπὶ μὲν τῆς ψυχῆς, οὐσία λογικὴ καὶ ποιότης ἀσώματος ἔχουσα ἐν αὐτῇ νοῦν, καὶ αἴσθησιν, καὶ λόγον· ὧν τὸ μὲν ἡγεμονικὸν, τὸ δὲ θυμικὸν, τὸ δὲ ἐπιθυμ[ητ]ικόν· καὶ τούτων, τὸ μὲν ἐννοηματικὸν καὶ διανοητικὸν, μνημονευτικόν τε καὶ βουλευτικὸν, τὸ δὲ ὀρεκτικόν τε καὶ ἑλκτικὸν, τὸ δὲ ἀμυντικὸν, καὶ πολλὰ ἕτερα τούτοις ὑποδιαιροῦνται. Ἀφείσθω δὲ τὰ νῦν ζητεῖν, πότερον ὡς μέρη ταῦτά εἰσιν ἐν ψυχῇ, ἢ ὡς δυνάμεις· ἐπὶ δὲ τοῦ σώματος πάλιν διαίρεσις γίνεται εἰς ὁμοιομερῆ [καὶ ἀνομοιομερῆ]· καὶ τούτων ἔτι εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας· καὶ ταῦτα, εἰς ὀστέα καὶ σάρκα καὶ νεῦρα· καὶ ταῦτα εἰς τέσσαρα στοιχεῖα· καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος. Καὶ πολλὰ δὲ ἕτερα φιλοσοφοῦσι ἰατρῶν παῖδες περὶ δυνάμεων φυσικῶν· ὧν τὴν μὲν ἑλκτικὴν, τὴν δὲ καθελκτικὴν, τὴν δὲ ἀλλοιωτικὴν, τὴν δὲ ἀποκριτικὴν ὀνομάζουσι· πολλὰ δὲ καὶ περὶ αἰσθήσεως καὶ φαντασίας, καὶ τοῦ συνέχοντος τὸ ζῶον ζωτικοῦ καὶ ὀργανικοῦ πνεύματος, ἑτέρου παρὰ τὸ λογικὸν, ὥς φασιν, ὑπάρχοντος. Ὥσπερ τοίνυν ἀπόχρη πρὸς τὸ παραστῆσαι ταῦτα πάντα διὰ τοῦ σάρκα εἰπεῖν, ἢ σῶμα ἀνθρώπου· καὶ ἀπόχρη ἄνθρωπον, ἢ φύσιν ἀνθρώπου εἰρηκότα, πάντα δηλῶσαί τε καὶ παραστῆσαι τὰ ἐξ ὧν συνέστηκεν, ἐν οἷς καὶ γνωρίζεται.

Οἱ δὲ, οὐχ ἵνα αὐτὸν ἄνθρωπον τέλειον ἀποφήνωσιν, ἀλλ᾽ ἵνα τὸν Κύριον συκοφαντήσωσι, καὶ τῆς ἡμετέρας αὐτὸν ἀλλοτριώσωσι φύσεως, καὶ ἢ μὴ προσειληφότα τὴν ἀρχὴν τὸ ἡμέτερον, ἢ μὴ σῶον φυλάξαντα, ὅπερ ἔσχε παρ᾽ ἡμῶν.