Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Συστηματική πραγματεία: Έννοια, σκοπός και είδη των εικόνων

Εισαγωγή σε νέα συστηματική εξέταση, όπου αναλύονται εκτενώς ο ορισμός της εικόνας, ο σκοπός κατασκευής της, οι διάφοροι τρόποι απεικόνισης και το τι δύναται και τι δεν δύναται να εικονιστεί.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 8 από 20

Ἀλλὰ πάντα ἐάσας κατὰ μόνων τῶν εἰκόνων ὥρμησεν ὁ διάβολος· καὶ τοσοῦτος αὐτῷ φθόνος ἐστὶ κατὰ τῶν εἰκόνων, ὡς καὶ ἐν τῷ Λειμωναρίῳ τοῦ ἁγίου Σωφρονίου τοῦ πατριάρχου Ἱεροσολύμων γέγραπται οὕτως· «Ἔλεγεν ὁ ἀββᾶς Θεόδωρος ὁ Αἰλιώτης, ὅτι ἦν τις ἔγκλειστος εἰς τὸ ὄρος τῶν ἐλαιῶν ἀγωνιστής· πανὺ δὲ αὐτῷ ἐπολέμει ὁ δαίμων τῆς πορνείας. Ἐν μιᾷ οὖν, ὡς ἐπέκειτο αὐτῷ σφοδρῶς, ἤρξατο ὁ γέρων ἀποδύρεσθαι καὶ λέγειν τῷ δαίμονι· ‘Ἕως πότε οὐκ ἐνδίδως μοι;

Ἀπόστα λοιπὸν ἀπ᾽ ἐμοῦ, συνεγήρασάς μοι·’ Φαίνεται αὐτῷ ὁ δαίμων ὀφθαλμοφανῶς λέγων· ‘Ὄμοσόν μοι, ὅτι οὐδενὶ λέγεις, ὃ μέλλω λέγειν σοι, καὶ οὐκέτι σοι πολεμῶ.’ Καὶ ὤμοσεν αὐτῷ ὁ γέρων, ὅτι ‘μὰ τὸν κατοικοῦντα ἐν τοῖς ὑψίστοις, οὐκ εἴπω τινί, ἅπερ εἴπῃς μοι.’ Τότε λέγει αὐτῷ ὁ δαίμων· ‘Μὴ προσκυνήσῃς ταύτῃ τῇ εἰκόνι, καὶ οὐκέτι σοι πολεμήσω.’ Εἶχε δὲ ἡ εἰκὼν ἐκτύπωμα τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον βαστάζουσαν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἴδε, τίνα μιμοῦνται οἱ προσκυνεῖσθαι τὰς εἰκόνας κωλύοντες καὶ τίνος εἰσὶν ὄργανα· ὁ γὰρ δαίμων τῆς πορνείας ᾑρετίσατο μὴ προσκυνεῖσθαι τὴν εἰκόνα τῆς δεσποίνης ἤπερ εἰς τὴν τῆς πορνείας ἀκαθαρσίαν ἐμπεσεῖν τὸν γέροντα ὡς μείζονα τῆς πορνείας ἁμαρτίαν ταύτην ἐπιστάμενος.» Ἀλλ᾽ ἐπειδὴ περὶ εἰκόνος ὁ λόγος ἐστὶ καὶ προσκυνήσεως, φέρε πλατύτερον περὶ τούτων τὸν λόγον διευκρινήσωμεν καὶ εἴπωμεν· πρῶτον, τί ἐστιν εἰκών; δεύτερον, τίνος χάριν γέγονεν εἰκών; τρίτον, πόσαι διαφοραὶ εἰκόνων; τέταρτον, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ μὴ εἰκονιζόμενον; πέμπτον, τίς πρῶτος ἐποίησεν εἰκόνας;

Εἶτα καὶ περὶ προσκυνήσεως· πρῶτον, τί ἐστι προσκύνησις; δεύτερον, πόσοι τρόποι προσκυνήσεως; τρίτον, πόσα τὰ προσκυνούμενα εὑρίσκομεν ἐν τῇ γραφῇ; τέταρτον, ὅτι πᾶσα προσκύνησις διὰ τὸν φύσει προσκυνητὸν θεόν ἐστι· πέμπτον, ὅτι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει.

Πρῶτον, τί ἐστιν εἰκών; Εἰκὼν μὲν οὖν ἐστιν ὁμοίωμα καὶ παράδειγμα καὶ ἐκτύπωμά τινος ἐν ἑαυτῷ δεικνύον τὸ εἰκονιζόμενον, πάντως δὲ οὐ κατὰ πάντα ἔοικεν ἡ εἰκὼν τῷ πρωτοτύπῳ τουτέστι τῷ εἰκονιζομένῳ—ἄλλο γάρ ἐστιν ἡ εἰκὼν καὶ ἄλλο τὸ εἰκονιζόμενον—καὶ πάντως ὁρᾶται ἐν αὐτοῖς διαφορά, ἐπεὶ οὐκ ἄλλο τοῦτο καὶ ἄλλο ἐκεῖνο. Οἷόν τι λέγω· Ἡ εἰκὼν τοῦ ἀνθρώπου, εἰ καὶ τὸν χαρακτῆρα ἐκτυποῖ τοῦ σώματος, ἀλλὰ τὰς ψυχικὰς δυνάμεις οὐκ ἔχει· οὔτε γὰρ ζῇ οὔτε λογίζεται οὔτε φθέγγεται οὔτε αἰσθάνεται οὔτε μέλος κινεῖ. Καὶ ὁ υἱὸς εἰκὼν φυσικὴ ὢν τοῦ πατρὸς ἔχει τι παρηλλαγμένον πρὸς αὐτόν· υἱὸς γάρ ἐστι καὶ οὐ πατήρ.

Δεύτερον, τίνος χάριν ἐστὶν ἡ εἰκών; Πᾶσα εἰκὼν ἐκφαντορικὴ τοῦ κρυφίου ἐστὶ καὶ δεικτική. Οἷόν τι λέγω· Ἐπειδὴ ὁ ἄνθρωπος οὔτε τοῦ ἀοράτου γυμνὴν ἔχει τὴν γνῶσιν σώματι καλυπτομένης τῆς ψυχῆς οὔτε τῶν μετ᾽ αὐτὸν ἐσομένων οὔτε τῶν τόπῳ διεστηκότων καὶ ἀπεχόντων ὡς τόπῳ καὶ χρόνῳ περιγραφόμενος, πρὸς ὁδηγίαν γνώσεως καὶ φανέρωσιν καὶ δημοσίευσιν τῶν κεκρυμμένων ἐπενοήθη ἡ εἰκών, πάντως δὲ πρὸς ὠφέλειαν καὶ εὐεργεσίαν καὶ σωτηρίαν, ὅπως στηλιτευομένων καὶ θριαμβευομένων τῶν πραγμάτων διαγνῶμεν τὰ κεκρυμμένα καὶ τὰ μὲν καλὰ ποθήσωμεν καὶ ζηλώσωμεν, τὰ δὲ ἐναντία τουτέστι τὰ κακὰ ἀποστραφῶμεν καὶ μισήσωμεν.

Τρίτον, πόσαι διαφοραὶ εἰκόνων; Διαφοραὶ δὲ εἰκόνων εἰσί. Πρώτη μὲν οὖν εἰκών ἐστιν ἡ φυσική. Ἐν ἑκάστῳ δὲ πράγματι δεῖ πρῶτον εἶναι τὸ κατὰ φύσιν καὶ τότε τὸ κατὰ θέσιν καὶ μίμησιν, οἷον δεῖ πρῶτον εἶναι φύσει ἄνθρωπον καὶ τότε θέσει κατὰ μίμησιν. Πρώτη οὖν φυσικὴ καὶ ἀπαράλλακτος εἰκὼν τοῦ ἀοράτου θεοῦ ὁ υἱὸς τοῦ πατρὸς ἐν ἑαυτῷ δεικνὺς τὸν πατέρα. «Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε», καὶ πάλιν «οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν.» Ὅτι δὲ εἰκών ἐστιν ὁ υἱὸς τοῦ πατρός, φησὶν ὁ ἀπόστολος· «Ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου θεοῦ», καὶ πρὸς Ἑβραίους «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ», καὶ ὅτι ἐν ἑαυτῷ δεικνύει τὸν πατέρα ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ τοῦ Φιλίππου εἰπόντος· «Δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν», φησὶν ὁ κύριος· «Τοσοῦτον χρόνον ἔχω μεθ᾽ ὑμῶν, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα.» Ἔστι μὲν ὁ υἱὸς εἰκὼν τοῦ πατρὸς φυσική, ἀπαράλλακτος, κατὰ πάντα ὁμοία τῷ πατρὶ πλὴν τῆς ἀγεννησίας καὶ τῆς πατρότητος· ὁ μὲν γὰρ πατὴρ γεννήτωρ ἀγέννητος, ὁ δὲ υἱὸς γεννητὸς καὶ οὐ πατήρ. Καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον εἰκὼν τοῦ υἱοῦ· «οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.»

Διὰ πνεύματος οὖν ἁγίου γινώσκομεν τὸν Χριστὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν καὶ ἐν τῷ υἱῷ καθορῶμεν τὸν πατέρα· φύσει γὰρ νοῦ μὲν λόγος ἄγγελος, λόγου δὲ μηνυτικὸν τὸ πνεῦμα. Ὁμοία δὲ καὶ ἀπαράλλακτός ἐστιν εἰκὼν τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον ἐν μόνῳ τῷ ἐκπορευτῷ τὸ διάφορον ἔχον· ὁ μὲν γὰρ υἱὸς γεννητός, ἀλλ᾽ οὐκ ἐκπορευτός. Καὶ ἑκάστου δὲ πατρὸς ὁ υἱὸς φυσική ἐστιν εἰκών. Καὶ οὗτος μὲν ὁ πρῶτος τρόπος τῆς εἰκόνος, ὁ φυσικός.

Δεύτερος τρόπος εἰκόνος ἡ ἐν τῷ θεῷ τῶν ὑπ᾽ αὐτοῦ ἐσομένων ἔννοια, τουτέστιν ἡ προαιώνιος αὐτοῦ βούλησις ἡ ἀεὶ ὡσαύτως ἔχουσα· ἄτρεπτον γὰρ τὸ θεῖον, καὶ ἡ βούλησις αὐτοῦ ἄναρχος, ᾗ, καθὼς προαιωνίως ἐβουλήθη, ἐν τῷ προορισθέντι ὑπ᾽ αὐτοῦ καιρῷ γίνεται τὰ ὁρισθέντα· εἰκόνες γὰρ καὶ παραδείγματα τῶν ὑπ᾽ αὐτοῦ ἐσομένων ἡ περὶ ἑκάστου αὐτῶν ἔννοια, οἳ καὶ προορισμοὶ παρὰ τῷ ἁγίῳ Διονυσίῳ ὀνομάζονται. Ἐν γὰρ τῇ βουλῇ αὐτοῦ ἐχαρακτηρίζετο καὶ εἰκονίζετο πρὶν γενέσεως αὐτῶν τὰ ὑπ᾽ αὐτοῦ προωρισμένα καὶ ἀπαραβάτως ἐσόμενα.

Τρίτος τρόπος εἰκόνος ὁ κατὰ μίμησιν ὑπὸ θεοῦ γενόμενος, τουτέστιν ὁ ἄνθρωπος. Πῶς γὰρ ὁ κτιστὸς τῆς αὐτῆς φύσεως ἔσται τῷ ἀκτίστῳ ἀλλὰ κατὰ μίμησιν; Ὥσπερ γὰρ νοῦς (ὁ πατὴρ) καὶ λόγος (ὁ υἱὸς) καὶ πνεῦμα τὸ ἅγιον εἷς θεός, οὕτω καὶ νοῦς καὶ λόγος καὶ πνεῦμα εἷς ἄνθρωπος, καὶ κατὰ τὸ αὐτεξούσιον καὶ τὸ ἀρχικόν· λέγει γὰρ ὁ θεός· «Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν», καὶ εὐθέως ἐπήγαγε· «Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ», καὶ πάλιν «καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάσης τῆς γῆς καὶ κατακυριεύσατε αὐτῆς.» Τέταρτος τρόπος εἰκόνος τῆς γραφῆς σχήματα καὶ μορφὰς καὶ τύπους ἀναπλαττούσης τῶν ἀοράτων καὶ ἀσωμάτων σωματικῶς τυπουμένων πρὸς ἀμυδρὰν κατανόησιν θεοῦ τε καὶ ἀγγέλων διὰ τὸ μὴ δύνασθαι ἡμᾶς τὰ ἀσώματα ἄνευ σχημάτων ἀναλογούντων ἡμῖν θεωρεῖν, καθώς φησιν ὁ πολὺς τὰ θεῖα Διονύσιος ὁ Ἀρεοπαγίτης. Ὅτι μὲν γὰρ εἰκότως προβέβληνται τῶν ἀτυπώτων οἱ τύποι καὶ τὰ σχήματα τῶν ἀσχηματίστων, οὐ μόνην αἰτίαν φαίη τις εἶναι τὴν καθ᾽ ἡμᾶς ἀναλογίαν ἀδυνατοῦσαν ἀμέσως ἐπὶ τὰς νοητὰς ἀνατείνεσθαι θεωρίας καὶ δεομένην οἰκείων καὶ συμφυῶν ἀναγωγῶν.

Εἰ τοίνυν τῆς ἡμῶν προνοῶν ἀναλογίας ὁ θεῖος λόγος, πάντοθεν τὸ ἀνατατικὸν ἡμῖν ποριζόμενος, καὶ τοῖς ἁπλοῖς καὶ ἀμορφώτοις τύπους τινὰς περιτίθησι, πῶς μὴ εἰκονίσει τὰ σχήμασι μεμορφωμένα κατὰ τὴν οἰκείαν φύσιν καὶ ποθούμενα μέν, διὰ δὲ τὸ μὴ παρεῖναι ὁρᾶσθαι μὴ δυνάμενα; Φησὶ γοῦν ὁ θεορήμων Γρηγόριος, ὅτι πολλὰ κάμνων ὁ νοῦς ἐκβῆναι τὰ σωματικὰ πάντη ἀδυνατεῖ· «Ἀλλὰ καὶ τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται.» Ὁρῶμεν δὲ καὶ ἐν τοῖς κτίσμασιν εἰκόνας μηνυούσας ἡμῖν ἀμυδρῶς τὰς θείας ἐμφάσεις, ὡς ὅτε λέγομεν τὴν ἁγίαν τριάδα τὴν ὑπεράρχιον εἰκονίζεσθαι δι᾽ ἡλίου καὶ φωτὸς καὶ ἀκτῖνος ἢ πηγῆς ἀναβλυζούσης καὶ πηγαζομένου νάματος καὶ προχοῆς ἢ νοῦ καὶ λόγου καὶ πνεύματος τοῦ καθ᾽ ἡμᾶς ἢ ῥόδου φυτοῦ καὶ ἄνθους καὶ εὐωδίας.

Πέμπτος τρόπος εἰκόνος λέγεται ὁ προεικονίζων καὶ προδιαγράφων τὰ μέλλοντα ὡς ἡ βάτος καὶ ὁ ἐπὶ πόκον ὑετὸς τὴν παρθένον καὶ θεοτόκον καὶ ἡ ῥάβδος καὶ ἡ στάμνος καὶ ὡς ὁ ὄφις τοὺς τὸ δῆγμα διὰ σταυροῦ καταργήσαντας τοῦ ἀρχεκάκου ὄφεως ἥ τε θάλασσα, τὸ ὕδωρ καὶ ἡ νεφέλη τὸ τοῦ βαπτίσματος πνεῦμα.

Ἕκτος τρόπος εἰκόνος ὁ πρὸς μνήμην τῶν γεγονότων ἢ θαύματος ἢ ἀρετῆς πρὸς δόξαν καὶ τιμὴν καὶ στηλογραφίαν τῶν ἀριστευσάντων καὶ ἐν ἀρετῇ διαπρεψάντων ἢ κακίας πρὸς θρίαμβον καὶ αἰσχύνην τῶν κακίστων ἀνδρῶν, πρὸς τὴν εἰς ὕστερον τῶν θεωμένων ὠφέλειαν, ὡς ἂν τὰ μὲν κακὰ φύγωμεν, τὰς δὲ ἀρετὰς ζηλώσωμεν. Διπλῆ δὲ αὕτη· διά τε λόγου ταῖς βίβλοις ἐγγραφομένου—εἰκονίζει γὰρ τὸ γράμμα τὸν λόγον, ὡς ὁ θεὸς τὸν νόμον ταῖς πλαξὶν ἐνεκόλαψε καὶ τοὺς τῶν θεοφιλῶν ἀνδρῶν βίους ἀναγράπτους γενέσθαι προσέταξε— καὶ διὰ θεωρίας αἰσθητῆς, ὡς τὴν στάμνον καὶ τὴν ῥάβδον ἐν τῇ κιβωτῷ τεθῆναι προσέταξεν εἰς μνημόσυνον αἰώνιον καὶ ὡς τὰ ὀνόματα τῶν φυλῶν ἐγκολαφθῆναι τοῖς λίθοις τῆς ἐπωμίδος ἐκέλευσεν, οὐ μὴν ἀλλὰ καὶ τοὺς δώδεκα λίθους ἀρθῆναι ἐκ τοῦ Ἰορδάνου εἰς τύπον τῶν ἱερέων—βαβαὶ τοῦ μυστηρίου, ὡς μέγιστον τοῖς πιστοῖς ἐν ἀληθείᾳ— τῶν αἰρόντων τὴν κιβωτὸν καὶ τῆς τοῦ ὕδατος ἐκλείψεως. Οὕτω καὶ νῦν τὰς εἰκόνας τῶν γεγονότων ἐναρέτων ἀνδρῶν πρὸς ζῆλον καὶ μνήμην καὶ ζῆλον ἡμῶν πόθῳ ἀναγράφομεν. Ἢ τοίνυν πᾶσαν εἰκόνα ἄνελε καὶ ἀντινομοθέτει τῷ ταῦτα προστάξαντι γίνεσθαι ἢ ἑκάστην δέχου κατὰ τὸν ἑκάστῃ πρέποντα λόγον καὶ τρόπον.

Τέταρτον κεφάλαιον, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ μὴ εἰκονιζόμενον καὶ πῶς ἕκαστον εἰκονίζεται. Τὰ μὲν σώματα ὡς καὶ σχήματα καὶ περιγραφὴν σωματικὴν ἔχοντα καὶ χρῶμα εἰκότως εἰκονίζονται. Ἄγγελος δὲ καὶ ψυχὴ καὶ δαίμων, εἰ καὶ μὴ σωματικῶς καὶ παχέως, ἀλλὰ κατὰ τὴν ἑαυτῶν φύσιν καὶ σχηματίζονται καὶ περιγράφονται—νοητοὶ γὰρ ὄντες ἐν νοητοῖς τόποις νοητῶς παρεῖναι καὶ ἐνεργεῖν πιστεύονται—, εἰκονίζονται μὲν οὖν σωματικῶς, ὡς εἰκόνισε Μωσῆς τὰ χερουβὶμ καὶ ὡς ὡράθησαν τοῖς ἀξίοις, ἀλλ᾽ ἀσώματον καὶ νοητήν τινα θεωρίαν δηλούσης τῆς σωματικῆς εἰκόνος. Ἡ δὲ θεία φύσις ἀπερίγραπτός ἐστι μόνη καὶ παντελῶς ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀκατάληπτος, εἰ καὶ ἡ θεία γραφὴ τύπους θεῷ περιτίθησι τὸ μὲν δοκεῖν σωματικούς, ὥστε σχήματα ὁρᾶσθαι, καὶ αὐτοὺς δὲ ἀσωμάτους· οὐ γὰρ σωματικοῖς ὀφθαλμοῖς, ἀλλὰ νοεροῖς ἑωρῶντο τοῖς προφήταις καὶ οἷς ἀπεκαλύπτοντο, οὐ γὰρ πᾶσιν ἑωρῶντο. Ἁπλῷ δὲ λόγῳ εἰπεῖν, δυνάμεθα ποιεῖν εἰκόνας πάντων τῶν σχημάτων, ὧν εἴδομεν· νοοῦμεν δὲ ταῦτα, καθὼς ὡράθη. Εἰ γὰρ καὶ ἀπὸ τῶν λόγων ἔσθ᾽ ὅτε κατανοοῦμεν σχήματα, ἀλλ᾽ ἐξ ὧν εἴδομεν, καὶ ἐπὶ τὴν τούτων ἐρχόμεθα κατανόησιν. Οὕτω καὶ ἐφ᾽ ἑκάστης αἰσθήσεως, ἐξ ὧν ὠσφράνθημεν ἢ ἐγευσάμεθα ἢ ἡψάμεθα, διὰ λόγων ἐπὶ τὴν τούτων ἐρχόμεθα κατανόησιν.

Οἴδαμεν οὖν, ὅτι οὔτε θεοῦ οὔτε ἀγγέλου οὔτε ψυχῆς οὔτε δαίμονος δυνατὸν θεαθῆναι φύσιν, ἀλλ᾽ ἐν μετασχηματισμῷ τινι θεωροῦνται ταῦτα τῆς θείας προνοίας τύπους καὶ σχήματα περιτιθείσης τοῖς ἀσωμάτοις καὶ ἀτυπώτοις καὶ μὴ ἔχουσι σχηματισμὸν σωματικῶς πρὸς τὸ χειραγωγηθῆναι ἡμᾶς καὶ πρὸς παχυμερῆ καὶ μερικὴν αὐτῶν γνῶσιν, ἵνα μὴ ἐν παντελεῖ ἀγνοίᾳ ὦμεν θεοῦ καὶ τῶν ἀσωμάτων κτισμάτων.

Ὁ μὲν γὰρ θεὸς φύσει καὶ παντελῶς ἀσώματος· ἄγγελος δὲ καὶ ψυχὴ καὶ δαίμων πρὸς μὲν θεὸν συγκρινόμενοι τὸν μόνον ἀσύγκριτον σώματά εἰσι, πρὸς δὲ τὰ ὑλικὰ σώματα ἀσώματοι. Μὴ θέλων οὖν ὁ θεὸς παντελῶς ἀγνοεῖν ἡμᾶς τὰ ἀσώματα περιέθηκεν αὐτοῖς τύπους καὶ σχήματα καὶ εἰκόνας κατὰ τὴν ἀναλογίαν τῆς φύσεως ἡμῶν σχήματα σωματικὰ ἐν ἀύλῳ ὁράσει νοὸς ὁρώμενα, καὶ ταῦτα σχηματίζομεν καὶ εἰκονίζομεν, ἐπεί πως ἐσχηματίσθη καὶ εἰκονίσθη τὰ χερουβίμ. Ἀλλὰ καὶ θεοῦ σχήματα καὶ εἰκόνας ἡ γραφὴ ἔχει.