Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Ιστορικές αναφορές και θεολογική διάκριση της προσκύνησης

Αξιοποίηση ιστορικών και χρονογραφικών πηγών, όπως του Ευσεβίου και του Σωκράτη, για αρχαία μνημεία και ανδριάντες, αποδεικνύοντας τη μακρά ιστορική συνέχεια της τιμητικής προσκύνησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 15 από 20

Εὐσεβίου τοῦ Παμφίλου ἐκ τῆς πέμπτης βίβλου τῶν ἐν εὐαγγελίοις ἀποδείξεων εἰς τὸ «Ὤφθη ὁ θεὸς τῷ Ἀβραὰμ παρὰ τῇ δρυῒ τῇ Μαμβρῆ»· Ὅθεν εἰσέτι καὶ νῦν παρὰ τοῖς παλαιοῖς πλησιοχώροις ὡς ἂν θεῖος ὁ τόπος εἰς τιμὴν τῶν αὐτόθι τῷ Ἀβραὰμ ἐπιφανέντων θρησκεύεται καὶ θεωρεῖται εἰς δεῦρο διαμένουσα ἡ τερέβινθος οἵ τε τῷ Ἀβραὰμ ἐπιξενωθέντες ἐπὶ γραφῆς ἀνακείμενοι, δύο μὲν ἑκατέρωθεν, μέσος δὲ ὁ κρείττων ὑπερέχων τῇ τιμῇ. Εἴη δ᾽ ἂν ὁ δεδηλωμένος ἡμῖν κύριος αὐτός, ὁ ἡμέτερος σωτήρ, ὃν καὶ οἱ ἀγνοοῦντες σέβουσι, τὰ θεῖα λόγια πιστούμενοι. Οὗτος δὴ οὖν αὐτὸς ἐξ ἐκείνου τὰ τῆς εὐσεβείας σπέρματα εἰς ἀνθρώπους καταβαλλόμενος, ἀνθρώπινον ὑποδὺς εἶδός τε καὶ σχῆμα, τῷ θεοφιλεῖ προπάτορι Ἀβραάμ, ὅστις ἦν, ἑαυτὸν ἐξέφηνε καὶ τὴν τοῦ πατρὸς αὐτῷ παρεδίδου γνῶσιν.

Ἐκ τῆς χρονογραφίας Ἰωάννου Ἀντιοχείας τοῦ καὶ Μαλάλα περὶ τῆς αἱμορροούσης καί, ἧς ἐποίησε τῷ σωτῆρι Χριστῷ, στήλης· Ἀπὸ τότε καὶ ὁ βαπτιστὴς Ἰωάννης δῆλος ἐγένετο τοῖς ἀνθρώποις· καὶ ἀπέτεμεν αὐτὸν Ἡρῴδης ὁ τοπάρχης εἰς τὸ βασίλειον τῆς Τραχωνίτιδος χώρας, ἐν Σεβαστῇ τῇ πόλει, πρὸ ὀκτὼ Καλανδῶν Ἰουνίων ἐν ὑπατείᾳ Φλάκκωνος καὶ Ῥουφίνου. Διὰ τοῦτο λυπούμενος ὁ Ἡρῴδης ὁ βασιλεὺς ὁ Φιλίππου ἀνῆλθεν ἀπὸ τῆς Ἰουδαίας. Καὶ προσῆλθεν αὐτῷ γυνή τις εὔπορος, οἰκοῦσα τὴν αὐτὴν Πανεάδα πόλιν, ὀνόματι Βερνίκη, βουλομένη ὡς ἰαθεῖσα ὑπὸ τοῦ Ἰησοῦ στήλην αὐτῷ ἀναστῆσαι. Καὶ μὴ τολμῶσα δίχα βασιλικῆς κελεύσεως τοῦτο ποιῆσαι δέησιν δέδωκε τῷ βασιλεῖ Ἡρῴδῃ αἰτοῦσα στήλην χρυσῆν τῷ σωτῆρι Χριστῷ ἐν τῇ αὐτῆς πόλει στῆσαι. Ἥτις δέησις εἶχεν οὕτως· «Σεβαστῷ Ἡρῴδῃ, τοπάρχῃ καὶ θεσμοθέτῃ Ἰουδαίων τε καὶ Ἑλλήνων, βασιλεῖ Τραχωνίτιδος, δέησις καὶ ἱκεσία παρὰ Βερνίκης ἀξιωματικῆς πόλεως Πανεάδος.

Δικαιοσύνη καὶ φιλανθρωπία καὶ τὰ λοιπὰ τῶν ἀρετῶν περιστέφουσι τὴν ὑμετέραν κορυφήν. Ὅθεν κἀγὼ τοῦτο εἰδυῖα 〈ἧκον〉 σὺν ἀγαθαῖς ταῖς ἐλπίσι πάντων τῶν τευξομένων· ἥτις ἡ τοῦ παρόντος προοιμίου κρηπίς· προϊὼν γάρ σε ὁ λόγος διδάξει. Ἐκ παίδων ληφθεῖσα πάθη αἱμορροίας ὀχετῶν εἰς ἰατροὺς ἀναλώσασά μου τὸν βίον καὶ πλοῦτον ἴασιν οὐχ εὗρον. Ἀκηκουῖα δὲ τοῦ θαυμαζομένου Χριστοῦ τὰ ἰάματα, ὡς νεκροὺς ἐξανίστησι, πάλιν εἰς φῶς ἕλκων καὶ δαίμονας ἐκ βροτῶν ἀπελαύνων καὶ πάντας τοὺς ἐν νόσῳ μαραινομένους λόγῳ θεραπεύων, κἀγὼ πρὸς αὐτὸν ὡς πρὸς θεὸν ἔδραμον. Καὶ προσεσχηκυῖα τῷ περιέχοντι αὐτὸν πλήθει, δειλιάσασα, μὴ τὸν ἐκ τοῦ πάθους μολυσμὸν ἀποστρεφόμενος ὀργισθῇ κατ᾽ ἐμοῦ καὶ πλείων μοι ἐπέλθῃ ἡ πληγὴ τῆς νόσου, καθ᾽ ἑαυτὴν ἐλογισάμην, ὅτι, ἐὰν δυνηθείην ἅψασθαι τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. Οὗ καὶ ἁψαμένη καὶ σταθείσης μου τῆς πηγῆς τοῦ αἵματος γέγονα παραχρῆμα ὑγιής. Αὐτὸς δὲ μᾶλλον ὡς προγνοὺς τῆς ἐμῆς καρδίας τὰ βουλεύματα ἀνέκραξε· ‘Τίς μου ἥψατο;

Δύναμις ἀπ᾽ ἐμοῦ ἐξῆλθεν.’ Ἐγὼ οὖν ὠχριάσασα καὶ στένουσα, τὴν νόσον θρασυτέραν ἀποστρέφειν ἐπ᾽ ἐμὲ λογιζομένη, προσπεσοῦσα αὐτῷ τὴν γῆν ἐπλήρωσα δακρύων, τὴν τόλμαν ἐξειποῦσα. Αὐτὸς δὲ ὡς ἀγαθὸς σπλαγχνισθεὶς ἐπ᾽ ἐμοὶ ἐπεσφράγιζέ μου τὴν ἴασιν εἰρηκώς· ‘Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.’ Οὕτω καὶ ὑμεῖς, σεβαστοί, τὴν δέησιν τῇ δεομένῃ ἀξίαν παράσχετε.» Ὁ δὲ βασιλεὺς Ἡρῴδης ἀκηκοὼς ταῦτα διὰ τῆς δεήσεως ἐξεπλάγη τὸ θαῦμα καὶ φοβηθεὶς τὸ μυστήριον τῆς ἰάσεως εἶπεν· «Ἡ εἰς σὲ γενομένη ἴασις, ὦ γύναι, μείζονος στήλης ἐστὶν ἀξία. Πορευθεῖσα τοίνυν, οἵαν βούλει, ἀνάστησον αὐτῷ στήλην δοξάζουσα τὸν ἰασάμενον.» Καὶ εὐθέως αὐτὴ Βερνίκη ἡ πρῴην αἱμορροοῦσα ἐν μέσῳ τῆς ἰδίας αὐτῆς πόλεως Πανεάδος ἀνέστησε τῷ κυρίῳ καὶ θεῷ στήλην χαλκῆν ἐκ χαλκοῦ θερμηλάτου μίξασα χρυσὸν καὶ ἄργυρον. Ἥτις στήλη μένει ἐν Πανεάδι τῇ πόλει ἕως νῦν, οὐ πρὸ πολλοῦ χρόνου μετενεχθεῖσα, ἀφ᾽ οὗ ἵστατο, ἐν μέσῳ τῆς πόλεως εἰς ἅγιον τόπον, εἰς οἶκον εὐκτήριον. Ὅπερ ὑπόμνημα εὑρέθη ἐν τῇ αὐτῇ πόλει Πανεάδι παρὰ Βάσσῳ τινί, γενομένῳ ἀπὸ Ἰουδαίων χριστιανῷ, ἐν ᾧ ὑπῆρχεν ὁ βίος τῶν βασιλευσάντων πάντων τῆς Ἰουδαϊκῆς χώρας.

Τῆς ἑβδόμης βίβλου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐσεβίου τοῦ Παμφίλου περὶ τῆς αἱμορροούσης Πανεάδος· Ἐπειδὴ τῆσδε τῆς πόλεως ἐμνήσθημεν, οὐκ ἄξιον ἡγοῦμαι διήγησιν παρελθεῖν καὶ τοῖς μεθ᾽ ἡμᾶς μνημονεύεσθαι ἀξίαν. Τὴν γὰρ αἱμορροοῦσαν, ἣν ἐκ τῶν ἱερῶν εὐαγγελίων παρὰ τοῦ σωτῆρος ἡμῶν τοῦ πάθους ἀπαλλαγὴν εὑρέσθαι μεμαθήκαμεν, ἐνθένδε ἐλέγετο ὁρμᾶσθαι τόν τε οἶκον αὐτῆς ἐπὶ τῆς πόλεως δείκνυσθαι καὶ τῆς ὑπὸ τοῦ σωτῆρος εἰς αὐτὴν εὐεργεσίας θαυμαστὰ τρόπαια παραμένειν. Ἑστάναι γὰρ ἐφ᾽ ὑψηλοῦ λίθου πρὸς μὲν ταῖς πύλαις τοῦ αὐτῆς οἴκου γυναικὸς ἐκτύπωμα χάλκεον, ἐπὶ γόνυ κεκλιμένον καὶ τεταμέναις ἐπὶ τοὔμπροσθεν ταῖς χερσὶν ἱκετευούσῃ ἐοικός, οὗ ἀντικρὺ ἄλλο τῆς αὐτῆς ὕλης ἀνδρὸς ὄρθιον σχῆμα διπλοΐδα κοσμίως βεβλημένον καὶ τὴν χεῖρα αὐτῇ ἐκεῖ προτεῖνον, οὗ παρὰ τοῖς ποσὶν ἐπὶ τῆς στήλης ταύτης ξένον τι βοτάνης εἶδος φύειν, ὡς μέχρι τοῦ κρασπέδου τῆς τοῦ χαλκοῦ διπλοΐδος ἀνιόν, ἀλεξιφάρμακον πάντων τῶν νοσημάτων τυγχάνειν. Τοῦτον δὲ τὸν ἀνδριάντα εἰκόνα τοῦ κυρίου Ἰησοῦ φέρειν ἔλεγον, ἔμεινε δὲ καὶ εἰς ἡμᾶς, ὡς καὶ ὄψει παραλαβεῖν ἐπιδημήσαντα τῇ πόλει.

Καὶ θαυμαστὸν οὐδὲν τοὺς πάλαι ἐξ ἐθνῶν εὐεργετηθέντας παρὰ τοῦ σωτῆρος ἡμῶν τοιαῦτα πεποιηκέναι, ὁπότε καὶ τῶν ἀποστόλων αὐτῶν τὰς εἰκόνας, Πέτρου καὶ Παύλου, καὶ αὐτοῦ τοῦ σωτῆρος διαχρωματιζομένας ἱστορήσαμεν, ὡς εἰκός, τῶν παλαιῶν ἀπαραφυλάκτως, οἷα ἐθνικῆς συνηθείας οὔσης παρ᾽ αὐτοῖς, τοῦτον τιμᾶν εἰωθότων τὸν τρόπον.

Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς Ἱστορίας ἐνάτου βιβλίου εἰς τὸν βασιλέα Κωνσταντῖνον· Εὖ μάλα τῆς ἐκ θεοῦ συνῃσθημένος βοηθείας, αὐτίκα τοῦ σωτηρίου τρόπαιον πάθους ὑπὸ χεῖρα ἰδίας εἰκόνος ἀνατιθέναι προστάττει, καὶ δὴ τὸ σωτήριον σημεῖον ἐν τῇ δεξιᾷ κατέχοντα αὐτόν, μάλιστα ἑστώτων ἐπὶ Ῥώμης δεδημοσιευμένων τόπων στήσαντας αὐτὴν δὴ ταύτην παραγραφὴν ἐν τάξει ῥήμασιν αὐτοῖς τῇ Ῥωμαίων κελεῦσαι φωνῇ· «Τούτῳ τῷ σωτηριώδει, τῷ ἀληθεῖ ἐλέγχῳ τῆς ἀνδρείας, τὴν πόλιν ὑμῶν ἀπὸ τοῦ τυράννου διασωθεῖσαν ἠλευθέρωσα, ἔτι μὴν καὶ τὴν σύγκλητον καὶ τὸν δῆμον Ῥωμαίων τῇ ἀρχαίᾳ ἐπιφανείᾳ καὶ λαμπρότητι ἐλευθερώσας ἀποκατέστησα.» Ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας Σωκράτους, βιβλίου πρώτου, κεφαλαίου ιηʹ, περὶ τοῦ αὐτοῦ βασιλέως· Μετὰ ταῦτα δὲ ὁ βασιλεὺς Κωνσταντῖνος ἐπιμελέστερος ὢν τὰ περὶ χριστιανισμοῦ ἀπεστράφη τὰς Ἑλληνικὰς θρησκείας, καὶ παύει μὲν τὰ μονομάχια, εἰκόνας δὲ τὰς ἰδίας ἐν τοῖς ναοῖς ἀπέθετο.

Στεφάνου Βοστρηνοῦ κατὰ Ἰουδαίων κεφ. δʹ. Ἡμεῖς δὲ τὰς εἰκόνας τῶν ἁγίων εἰς μνήμην τῶν ἁγίων ἐποιήσαμεν, οἷον Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωσέως καὶ Ἡλία καὶ Ζαχαρίου καὶ τῶν λοιπῶν προφητῶν καὶ ἁγίων μαρτύρων τῶν δι᾽ αὐτὸν ἀναιρεθέντων, ἵνα πᾶς ὁ ὁρῶν αὐτῶν τὰς εἰκόνας μνημονεύῃ αὐτῶν καὶ δοξάζῃ τὸν δοξάσαντα αὐτούς.

Τοῦ αὐτοῦ· Περὶ δὲ εἰκόνων θαρροῦμεν, ὅτι πᾶν ἔργον γινόμενον ἐν ὀνόματι θεοῦ καλὸν καὶ ἅγιόν ἐστι. Περὶ δὲ εἰδώλων καὶ ἀγαλμάτων, ἄπαγε· κακὰ γὰρ καὶ ἀλλόκοτα καὶ αὐτὰ καὶ οἱ ποιοῦντες αὐτά. Ἕτερον γάρ ἐστιν εἰκὼν ἁγίου προφήτου, καὶ ἕτερον ἄγαλμα ἢ ζῷδον Κρόνου καὶ Ἀφροδίτης Ἡλίου τε καὶ Σελήνης. Ἐπεὶ δὲ καὶ ἄνθρωπος κατ᾽ εἰκόνα θεοῦ γέγονε, προσκυνεῖται. Ὁ δὲ ὄφις, ἐπειδὴ εἰκών ἐστι διαβόλου, ἀκάθαρτός ἐστι καὶ ἀπόβλητος. Εἰ δὲ τὰ χειροποίητα ἀποβάλλῃ, εἰπέ, ὦ Ἰουδαῖε· Τί ἐστιν ἐπὶ γῆς ἀχειροποίητον, ὃ προσκυνεῖται; Μὴ ἡ κιβωτὸς τοῦ θεοῦ ἀχειροποίητος ἦν; Τὸ θυσιαστήριον καὶ τὸ ἱλαστήριον καὶ τὰ χερουβὶμ καὶ ἡ στάμνος ἡ χρυσῆ ἡ ἔχουσα τὸ μάννα καὶ ἡ τράπεζα καὶ ἡ σκηνὴ ἡ ἐσωτέρα καὶ πάντα, ἃ Ἅγια ἁγίων ἐκλήθησαν ὑπὸ τοῦ θεοῦ;

Οὐκ ἦσαν τὰ χερουβὶμ χειροποίητα, εἰκόνες ἀγγέλων; Τί λέγεις; Εἰ εἴδωλα ἀποκαλεῖς αὐτά, τί λέγεις τῷ Μωσῇ προσκυνήσαντι καὶ τῷ Ἰσραήλ; Καὶ ἡ μὲν προσκύνησις τιμῆς ἐστι σύμβολον. Καθὼς καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ προσκυνοῦμεν τὸν μὲν θεὸν κατὰ τὴν θεϊκὴν λατρείαν καὶ ἀξίαν προσκύνησιν δοξάζομεν καὶ τρέμομεν ὡς ποιητὴν καὶ χορηγὸν ἡμῶν, τοὺς δὲ ἀγγέλους καὶ δούλους τοῦ θεοῦ κατὰ τιμὴν τοῦ θεοῦ ὡς ποιήματα τοῦ θεοῦ καὶ δούλους αὐτοῦ· εἰκὼν γάρ ἐστιν ὄνομα καὶ ὁμοίωσις τοῦ ἐν αὐτῇ γραφέντος. Διὸ καὶ γράμμασι καὶ χαράγμασιν ἀεὶ μνημονεύομεν τῶν τοῦ κυρίου παθημάτων καὶ τῶν ἁγίων προφητῶν τῶν ἐν νόμῳ καὶ εὐαγγελίοις γεγραμμένων.

Τοῦ ἁγίου Γρηγορίου Ναζιανζοῦ ἐκ τοῦ λόγου τοῦ κατὰ Ἰουλιανοῦ τοῦ παραβάτου· Οὗ τὰ σύμβολα τῆς ἐπὶ τούτῳ πληγῆς αἱ εἰκόνες φέρουσιν ἔτι δημόσιαι προκείμεναι. Τοῦ Χρυσοστόμου ἐκ τῆς ἑρμηνείας τοῦ δικαίου Ἰώβ· «Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ.» Καθάπερ ἐπὶ τῶν εἰκόνων, ἐπειδάν τινα γράφωμεν ἐν τῇ ἱστορικῇ γραφῇ, «Ὁ δεῖνα ἀνέθηκε» γράφομεν, οὕτω καὶ ἐνταῦθα, τὴν εἰκόνα τῆς ψυχῆς αὐτοῦ γράψας, ὁ γράψας τὸ βιβλίον ὥσπερ ἐν χοινικίδι κάτωθεν ὑπογράφων λέγει· «Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐχ ἥμαρτεν Ἰώβ.» Ἐκ τοῦ βίου τοῦ ἁγίου Κωνσταντίνου, βιβλίου δʹ· Ὅσῃ δὲ αὐτοῦ ἡ ψυχὴ πίστεως ἐνθέου ἐστήρικτο δυνάμει, μάθοι ἄν τις καὶ ἐκ τοῦδε λογιζόμενος, ὡς ἐν τοῖς χρυσοῖς νομίσμασιν αὐτὸς τὴν αὐτοῦ εἰκόνα διεγράφετο, ὡς ἄνω βλέπειν δοκεῖν ἀνατεταμένην πρὸς θεὸν εὐχομένου τρόπον. Τούτου μὲν οὖν τὰ ἐκτυπώματα καθ᾽ ὅλης τῆς Ῥωμαίων γῆς, ἐν αὐτοῖς δὲ τοῖς βασιλείοις κατά τινας πόλεις ἐν ταῖς εἰς τὸ μετέωρον τῶν προπύλων ἀνακειμέναις εἰκόσιν ἑστὼς ὄρθιος ἐγράφετο, ἄνω μὲν εἰς τὸν οὐρανὸν ἐμβλέπων, τὼ χεῖρε ἐκτεταμένω, εὐχομένου σχήματι. Ὧδε μὲν οὖν αὐτὸς ἑαυτὸν ἐν ταῖς εἰκονογραφίαις εὐχόμενον ἱστορεῖ.

Τοῦ αὐτοῦ ἐκ τοῦ τρίτου βιβλίου· Ὧδε μὲν οὖν ἡ βασιλέως ἐτελειοῦτο μήτηρ, ἀξία τε τιμῆς πλείστης τῶν τε αὐτῆς ἕνεκα θεοφιλῶν πράξεων τοῦ τε ἐξ αὐτῆς φύντος ὑπερφυοῦς καὶ παραδόξου φυτοῦ, ὃν πρὸς τοῖς ἅπασι καὶ τῆς εἰς τὴν γεννησαμένην ὁσίας μακαρίζειν ἄξιον, οὕτω μὲν αὐτὴν θεοσεβῆ καταστήσαντα μὴ οὖσαν τὸ πρότερον, ὡς αὐτῷ δοκεῖν ἐκ πρώτης τῷ κοινῷ σωτῆρι μεμαθητεῦσθαι, οὕτω δὲ τῷ ἀξιώματι βασιλικῷ τετιμηκότα, ὡς ἐν ἅπασιν ἔθνεσι παρ᾽ αὐτοῖς τοῖς στρατιωτικοῖς τάγμασιν αὐγούσταν βασιλίδα ἀναγορεύεσθαι, χρυσοῖς τε νομίσμασι καὶ τὴν αὐτῆς ἐκτυποῦσθαι εἰκόνα.

Τοῦ αὐτοῦ τετάρτου λόγου κεφαλαίου ξθʹ· Οἱ δὲ τὴν βασιλίδα πόλιν οἰκοῦντες αὐτῇ τῇ συγκλήτῳ καὶ δήμῳ Ῥωμαίων, ὡς τὴν βασιλέως ἐπέγνωσαν τελευτήν, δεινῇ καὶ πάσης συμφορᾶς ἐπέκεινα τῇ ἀκοῇ δεδεμένοι πένθος ἄσχετον ἐποιοῦντο. Λουτρὰ δὲ ἀπεκλείοντο καὶ ἀγοραὶ πάνδημοί τε θέαι καὶ πάντα, ὅσα ἐπὶ ῥᾳστώνῃ βίου τοῖς εὐθυμουμένοις πράττειν ἔθος ἦν. Κατηφεῖς δὲ οἱ πάλαι τρυφηλοὶ τὰς προόδους ἐποιοῦντο, ὁμοῦ τε οἱ πάντες τὸν μακάριον ἀνευφήμουν, τὸν θεοφιλῆ, τὸν ὡς ἀληθῶς τῆς βασιλείας ἐπάξιον. Καὶ οὐ ταῦτα βοαῖς ἐφώνουν μόναις, εἰς ἔργα δὲ χωροῦντες εἰκόνων ἀναθήμασιν, οἱάπερ ζῶντα καὶ τεθνηκότα αὐτὸν ἐτίμων, οὐρανοῦ μὲν σχῆμα διατυπώσαντες ἐν χρωμάτων γραφῇ, ὑπὲρ ἀψίδα δὲ οὐρανῶν ἐν αἰθερίῳ διατριβῇ διαναπαυόμενον αὐτὸν τῇ γραφῇ παραδιδόντες.

Τοῦ αὐτοῦ κεφαλαίου ογʹ· Τούτῳ γοῦν ἐμφερῶς ὁ τρισμακάριος πολυπλάσιος διὰ τῆς τῶν παίδων διαδοχῆς ἀνθ᾽ ἑνὸς ἐγίνετο, ὡς εἰκόνων ἀναστάσει παρὰ πᾶσιν ἔθνεσιν ἅμα τοῖς αὐτοῦ τιμᾶσθαι παισίν. Θεοδωρήτου, ἐπισκόπου Κύρρου, καὶ Πολυχρονίου ἐκ τῆς εἰς τὸν Ἰεζεκιὴλ ἑρμηνείας· Καὶ ὥσπερ οἱ Ῥωμαῖοι τὰς βασιλικὰς εἰκόνας γράφοντες τούς τε δορυφόρους περιιστῶσι καὶ τὰ ἔθνη ὑποτεταγμένα ποιοῦσι, τὸν ὅμοιον τρόπον κἀνταῦθα· ἐπειδὴ ὁ βασιλεὺς διὰ τῆς ὀπτασίας σχηματίζει τὸν θεὸν ὡς ἐπὶ θρόνου ὀχούμενον πάντων τῶν ἐπὶ γῆς δείκνυσι τὰς εἰκόνας τῷ τε σχήματι τὸ πρέπον ἀποδίδωσι κατὰ πάντων τῶν τοῦ θεοῦ διδάσκων τὴν δεσποτείαν.

Τοῦ αὐτοῦ· «Καὶ σύ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου καὶ διαγράψεις ἐν αὐτῇ ὅλην τὴν Ἱερουσαλὴμ καὶ δώσεις ἐν αὐτῇ περιοχὴν καὶ οἰκοδομήσεις ἐν αὐτῇ προμαχῶνας καὶ περιβαλεῖς ἐπὶ αὐτὴν χάρακα καὶ δώσεις ἐπ᾽ αὐτῇ παρεμβολὰς καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ.» Ἑρμηνεία· Εἴ σοι φοβερὸν νενόμισται τὸ ἐξ ἐναντίας τῷ πλήθει διαλέγεσθαι καὶ προλέγειν τῆς πόλεως τὴν πόρθησιν καὶ τοῦ ναοῦ τὴν κατασκαφὴν καὶ τὰ ἐκ τούτων συμβησόμενα δεινά, ἑτέρως τοῦτο μήνυσον ὡς κἀκείνους σωφρονίζειν καὶ σὲ δεικνύναι τὴν ἐπιείκειαν. «Καὶ λαβών», φησί, «πλίνθον διάγραψον τὴν πόλιν.» Ἐπιγεγράφθω δὲ τῆς πόλεως ἡ προσηγορία, ὥστε γνωρίζεσθαι ταύτην οὖσαν «τὴν Ἱερουσαλήμ». Ποιήσας δὲ τὴν πόλιν περίστησον τῷ τῆς γραφῆς σχήματι «χάρακα», ἵνα ἐστὶ στρατοπέδου πλῆθος. Αἱ δὲ δυνάμεις κατὰ τάξιν πολεμικὴν προσιέτωσαν· τοῦτο γὰρ λέγει «παρεμβολὰς» ἀντὶ τοῦ τάγματα στρατιωτικὰ παρεστῶτα, μὴ μόνον περιπεφραγμένα ὅπλοις, ἀλλὰ τὰ μηχανήματα ἐπιφερόμενα, οἷς καθαιρήσουσι τὰ τείχη ταῦτα· τὰ τείχη γὰρ ταῦτα μηνύει «τὰς βελοστάσεις». Θαυμασιώτατα δὲ μόνον τὴν περὶ τὴν πόλιν περίστασιν τοῦ πλήθους μηνύει, ἵνα πρὸ τῶν δεινῶν τῷ φόβῳ καταπλήξας ἀποστήσῃ αὐτῆς τὴν παρανομίαν.