Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Ανασκευή των κατηγοριών περί ειδωλολατρίας και παραδείγματα ορθής προσκύνησης

Απαντήσεις στις κατηγορίες περί ξυλολατρίας με αντιπαραβολή των χριστιανικών πρακτικών προς τα εθνικά έθιμα, και βιβλικά παραδείγματα απονομής σεβασμού σε ιερά πρόσωπα και σύμβολα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 16 από 20

Ἐκ τοῦ μαρτυρίου τοῦ ἁγίου Εὐσταθίου τοῦ καὶ Πλακίδα· Ἐξελθόντος αὐτοῦ ἐν μιᾷ ἡμέρᾳ κατὰ τὸ σύνηθες ἐπὶ τὰ ὄρη θηρεῦσαι μετὰ τοῦ στρατοπέδου καὶ πάσης τῆς θεραπείας, ὤφθη αὐτῷ ἀγέλη ἐλάφων βοσκομένη. Καὶ διαστήσας κατὰ τὸ σύνηθες τὸν στρατὸν ἐποιεῖτο τὴν κατ᾽ αὐτῶν δίωξιν. Παντὸς δὲ τοῦ στρατοῦ ἐπὶ τὴν σύλληψιν ἀσχολουμένου τῶν ἐλάφων ὁ ὑπερμεγεθέστατος πάσης τῆς ἀγέλης καὶ εὐειδέστατος ἀποσπασθεὶς τῆς ἀγέλης ὥρμησε κατὰ τοῦ δρυμοῦ ἐν τοῖς δασυτέροις τόποις τῆς ὕλης καὶ δυσβάτοις χωρίοις. Ὃν θεασάμενος ὁ Πλακίδας καὶ ἐπιθυμήσας συλλαβέσθαι αὐτόν, καταλιπὼν πάντας μετ᾽ ὀλίγων στρατιωτῶν κατεδίωκεν αὐτόν. Ἀτονησάντων δὲ τῶν συνόντων μόνος προσεκαρτέρει τῇ διώξει. Κατὰ πρόνοιαν δὲ θεοῦ μήτε τοῦ ἵππου αὐτοῦ ἀτονήσαντος μήτε αὐτοῦ πρὸς τὴν δυσχέρειαν τοῦ τόπου ἀποκνήσαντος ἐπὶ πολὺ καταδιώκων μακρὰν εὑρέθη τοῦ στρατοπέδου αὐτοῦ. Ὁ δὲ ἔλαφος ἐκεῖνος καταλαβὼν ἀκρώρειαν πέτρας 〈ὑψηλοτάτης ἔστη ἐπάνω αὐτῆς· Φθάσας δὲ πλησίον ὁ στρατηλάτης,〉 μηδενὸς συνόντος αὐτῷ, ἔστη περισκοπῶν πάντοθεν καὶ ἐννοῶν, ποίῳ τρόπῳ λάβηται τοῦ ἐλάφου. Ἀλλ᾽ ὁ πάνσοφος καὶ οἰκτίρμων θεός, ὁ παντοίας ὁδοὺς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐπινοήσας, ἀντιθηρεύει τοῦτον ἐν τῇ θήρᾳ, οὐχ ὡς Κορνήλιον διὰ Πέτρου, ἀλλ᾽ ὡς Παῦλον διώκοντα διὰ τῆς ἰδίας ἐπιφανείας.

Ἐπὶ πολὺ δὲ ἑστῶτος τοῦ Πλακίδα καὶ ἀτενίζοντος μὲν εἰς τὸν ἔλαφον, θαυμάζοντος δὲ αὐτοῦ τὸ μέγεθος καὶ ἀμηχανοῦντος περὶ τὴν σύλληψιν δείκνυσι κύριος τεράστιόν τι τοιοῦτον οὐκ ἀπεικὸς οὐδὲ ὑπερβαῖνον τῆς αὐτοῦ δυνάμεως τὸ μέγεθος, ἀλλ᾽ ὥσπερ ἐπὶ τοῦ Βαλαὰμ λόγον ἐνθεὶς τῇ ὄνῳ ἤλεγξεν αὐτοῦ τὴν διάνοιαν, οὕτως καὶ ἐνταῦθα δείκνυσι τούτῳ ἐπὶ μὲν τῶν κεράτων τοῦ ἐλάφου τὸν τύπον τοῦ ἁγίου σταυροῦ ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου λάμποντα, μέσον δὲ τῶν κεράτων τὴν εἰκόνα τοῦ θεοφόρου σώματος, οὗ διὰ τὴν ἡμετέραν σωτηρίαν ἀναλαβεῖν κατεδέξατο· καὶ φωνὴν ἀνθρωπίνην ἐνθεὶς τῇ ἐλάφῳ προσκαλεῖται τὸν Πλακίδαν λέγων· «Ὦ Πλακίδα, τί με διώκεις;

Ἰδοὺ ἕνεκέν σου παρῆν καὶ ἐν τῷ ζώῳ τούτῳ ὤφθην σοι. Ἐγώ εἰμι Ἰησοῦς ὁ Χριστός, ὃν ἀγνοῶν σέβῃ· αἱ γὰρ εὐποιίαι σου, ἃς σὺ ποιεῖς εἰς τοὺς δεομένους, παρέστησαν ἐνώπιόν μου, καὶ ἦλθον ἐμφανίσαι σοι ἐμαυτὸν διὰ τοῦ ἐλάφου τούτου καὶ ἀντιζωγρῆσαί σε καὶ συσχεῖν τοῖς δικτύοις τῆς φιλανθρωπίας μου. Οὐ γάρ ἐστι δίκαιον, τὸν ἐμοὶ προσφιλῆ διὰ τῶν ἀγαθῶν ἔργων δουλεύειν δαίμοσιν ἀκαθάρτοις καὶ εἰδώλοις νεκροῖς καὶ κωφοῖς. Διὰ γὰρ τοῦτο ἦλθον ἐπὶ γῆς ἐν τῷ εἴδει τούτῳ, ᾧ νῦν ὁρᾷς, σῶσαι θέλων τὸ τῶν ἀνθρώπων γένος.» Τοῦ ἁγίου Λεοντίου Νεαπόλεως τῆς Κυπρίων νήσου πρὸς Ἰουδαίους, πέμπτου λόγου· Φέρε δὴ λοιπόν, φέρε προθύμως καὶ τὴν τῆς ἐκτυπώσεως τῶν σεπτῶν εἰκόνων ἀπολογίαν ποιησώμεθα, ὅπως ἐμφραγῶσι στόματα ἀνόμων λαλούντων ἄδικα· νομικὴ γὰρ αὕτη ἡ παράδοσις καὶ οὐχ ἡμετέρα.

Ἄκουσον γὰρ αὐτοῦ τοῦ θεοῦ λέγοντος πρὸς Μωσέα εἰκόνας δύο χερουβὶμ γλυπτῶν καὶ χωνευτῶν κατασκευάσαι σκιαζόντων τὸ ἱλαστήριον. Καὶ πάλιν τὸν ναὸν ἔδειξεν ὁ θεὸς τῷ Ἰεζεκιήλ, γλυπτὰ πρόσωπα, φησίν, εἶχε λεόντων καὶ φοινίκων καὶ ἀνθρώπων καὶ χερουβίμ, ἀπὸ τοῦ ἐδάφους αὐτοῦ ἕως τοῦ φατνώματος τῆς στέγης. Ὄντως φοβερὸς ὁ λόγος. Ὁ θεὸς ὁ ἐντειλάμενος τῷ Ἰσραὴλ μὴ ποιῆσαι γλυπτὸν μήτε εἰκόνα μήτε ὁμοίωμα, ὅσα ἐστὶν ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐστὶν ἐπὶ τῆς γῆς, αὐτὸς προστάσσει τῷ Μωσῇ ποιῆσαι γλυπτὰ ζῷα χερουβίμ, καὶ τῷ Ἰεζεκιὴλ πλήρη εἰκόνων καὶ ὀνομάτων γλυπτῶν λεόντων καὶ φοινίκων καὶ ἀνθρώπων δείκνυσι τὸν ναὸν ὁ θεός. Καὶ Σολομὼν ἐκ νόμου λαβὼν τὸ τύπωμα πλήρη πεποίηκε τὸν ναὸν χαλκῶν γλυπτῶν, βοῶν καὶ φοινίκων καὶ ἀνθρώπων καὶ οὐ κατεγνώσθη ὑπὸ τοῦ θεοῦ ἐν τούτῳ.

Εἰ τοίνυν ἐμοῦ καταγινώσκειν θέλεις περὶ εἰκόνων, προκατάγνωθι τοῦ θεοῦ τοῦ ταῦτα ποιεῖν κελεύσαντος ὡς ὑπόμνησιν αὐτοῦ εἶναι παρ᾽ ἡμῖν. Τοῦ αὐτοῦ, ἐκ τοῦ πέμπτου λόγου· Πάλιν ἡμᾶς διαπαίζουσι περὶ τοῦ τιμίου σταυροῦ καὶ τῆς τῶν θεοτυπώτων εἰκόνων σημειώσεώς τε καὶ προσκυνήσεως εἰδωλολάτρας ἡμᾶς καὶ ξυλοθέους ὀνομάζοντες οἱ πανάθεοι. Εἰ δὲ ξυλόθεός εἰμι, ὡς λέγεις, ἄθεε, καὶ πολύθεος πάντως. Εἰ δὲ πολύθεος, ἐχρῆν με πάντως ὀμνύντα λέγειν· Μὰ τοὺς θεούς, καθάπερ καὶ σὺ ἕνα ὁρῶν μόσχον ἔλεγες· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ.» Ἀλλ᾽ οὐκ ἀξιωθείης τοῦτο παρὰ χριστιανῶν στομάτων ἀκοῦσαί ποτε, ἀλλ᾽ εἴθισται ἀεὶ ἡ μοιχαλὶς καὶ ἄπιστος συναγωγὴ τὴν πανσώφρονα Χριστοῦ ἐκκλησίαν ὡς πόρνην διαγορεύειν.

Τοῦ αὐτοῦ· Οὐδὲ γὰρ παρ᾽ ἡμῶν ὡς θεοὶ προσκυνοῦνται οἱ τῶν ἁγίων χαρακτῆρες καὶ εἰκόνες καὶ τύποι. Εἰ γὰρ ὡς θεῷ προσεκυνοῦμεν τῷ ξύλῳ τῆς εἰκόνος, ἐμέλλομεν πάντως καὶ τοῖς λοιποῖς προσκυνεῖν ξύλοις καὶ οὐχ ὡς πολλάκις λεανθέντος τοῦ χαρακτῆρος τῷ πυρὶ τὴν εἰκόνα κατεκαίομεν. Καὶ πάλιν, ἕως μέν ἐστι συνδεδεμένα τὰ ξύλα τοῦ σταυροῦ, προσκυνῶ τὸν τύπον διὰ τὸν ἐν αὐτῷ σταυρωθέντα Χριστόν· ἐπὰν δὲ διαιρεθῶσιν ἐξ ἀλλήλων, ῥίπτω αὐτὰ καὶ κατακαίω. Καὶ ὥσπερ ὁ κέλευσιν βασιλέως δεξάμενος ἐσφραγισμένην καὶ ἀσπασάμενος τὴν σφραγίδα οὐ τὸν πηλὸν ἐτίμησεν, οὐ τὸν χάρτην ἢ τὸν μόλυβδον, ἀλλὰ τῷ βασιλεῖ ἀπένειμε τὸ σέβας καὶ τὴν προσκύνησιν, οὕτω καὶ χριστιανῶν παῖδες τῷ τύπῳ τοῦ σταυροῦ προσκυνοῦντες οὐ τὴν φύσιν τοῦ ξύλου προσκυνοῦμεν, ἀλλὰ σφραγίδα καὶ δακτύλιον καὶ χαρακτῆρα Χριστοῦ αὐτοῦ βλέποντες δι᾽ αὐτοῦ τὸν ἐν αὐτῷ σταυρωθέντα ἀσπαζόμεθα καὶ προσκυνοῦμεν.

Τοῦ αὐτοῦ· Καὶ διὰ τοῦτο Χριστὸν καὶ τὰ Χριστοῦ πάθη ἐν ἐκκλησίαις καὶ οἴκοις καὶ ἀγοραῖς καὶ ἐν εἰκόσι καὶ ἐν σινδόνι καὶ ἐν ταμείοις καὶ ἐν ἱματίοις καὶ ἐν παντὶ τόπῳ ἐκτυπῶ καὶ διαγράφω, ἵνα διηνεκῶς ὁρῶν ταῦτα ἀναμιμνήσκωμαι καὶ μὴ ἐπιλάθωμαι, ὥσπερ σὺ ἐπελάθου κυρίου τοῦ θεοῦ σου ἀεί. Καὶ ὥσπερ σὺ προσκυνῶν τὸ βιβλίον τοῦ νόμου οὐ τὴν φύσιν τῶν δερμάτων καὶ τοῦ μέλανος προσκυνεῖς, ἀλλὰ τοὺς λόγους τοῦ θεοῦ τοὺς ἐγκειμένους ἐν αὐτῷ, οὕτως κἀγὼ τῇ εἰκόνι τοῦ Χριστοῦ προσκυνῶ, οὐ τῇ φύσει τοῦ ξύλου καὶ τῶν χρωμάτων—μὴ γένοιτο—, ἀλλ᾽ ἀψύχῳ χαρακτῆρι Χριστοῦ προσκυνῶν δι᾽ αὐτοῦ αὐτὸν Χριστὸν δοκῶ κρατεῖν καὶ προσκυνεῖν. Καὶ ὥσπερ Ἰακὼβ δεξάμενος παρὰ τῶν ἀδελφῶν τοῦ Ἰωσὴφ τὸν χιτῶνα τὸν ποικίλον ᾑμαγμένον, ὅτε ἐπίπρασαν τὸν Ἰωσήφ, κατεφίλησε πάντως τὸν χιτῶνα μετὰ δακρύων καὶ τοῖς ὀφθαλμοῖς τοῖς ἰδίοις τοῦτον ἔθηκεν οὐ τὸ ἱμάτιον θρηνῶν, ἀλλὰ δι᾽ αὐτοῦ τὸν Ἰωσὴφ νομίζων καταφιλεῖν καὶ ἐν χερσὶν αὐτὸν κατέχειν, οὕτω καὶ χριστιανῶν παῖδες εἰκόνα 〈Χριστοῦ〉 ἢ ἀποστόλου ἢ μάρτυρος κατασπαζόμενοι τῇ σαρκὶ τῇ ψυχῇ νομίζομεν αὐτὸν ἐκεῖνον τὸν Χριστὸν ἢ τὸν μάρτυρα αὐτοῦ ἀσπάζεσθαι. Ὡς γοῦν πολλάκις εἶπον, ὁ σκοπὸς ἐξετάζεται ἐπὶ παντὸς ἀσπασμοῦ καὶ ἐπὶ πάσης προσκυνήσεως.

Εἰ δὲ ἐμοὶ ἐγκαλεῖς λέγων, ὅτι ὡς θεῷ προσκυνῶ τῷ ξύλῳ τοῦ σταυροῦ, διὰ τί οὐκ ἐγκαλεῖς τῷ Ἰακὼβ προσκυνήσαντι ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου τοῦ Ἰωσήφ; Ἀλλὰ πρόδηλον, ὅτι οὐ τὸ ξύλον τιμῶν προσεκύνησεν, ἀλλὰ διὰ τοῦ ξύλου τῷ Ἰωσὴφ προσεκύνησεν, ὥσπερ καὶ ἡμεῖς διὰ τοῦ σταυροῦ τῷ Χριστῷ. Ἐπεὶ καὶ Ἀβραὰμ τοῖς πωλήσασιν αὐτῷ τὸν τάφον ἀνδράσιν ἀσεβέσι προσεκύνησε καὶ γόνυ ἔκαμψεν ἐπὶ τὴν γῆν, ἀλλ᾽ οὐχ ὡς θεοὺς αὐτοὺς προσεκύνησε. Καὶ πάλιν ὁ Ἰακὼβ τὸν Φαραὼ ηὐλόγησεν ἀσεβῆ καὶ εἰδωλολάτρην ὄντα καὶ τὸν Ἠσαῦ ἑπτάκις, ἀλλ᾽ οὐχ ὡς θεόν. Ἴδε, πόσους ἀσπασμοὺς καὶ πόσας προσκυνήσεις ἀπέδειξά σοι γραφικάς τε καὶ φυσικὰς μὴ ἐχούσας κατάγνωσιν. Ἐμὲ δέ, ἐπὰν ἴδῃς εἰκόνα Χριστοῦ ἢ τῆς πανάγνου αὐτοῦ μητρὸς ἢ ἁγίου προσκυνοῦντα, ἀγανακτεῖς εὐθέως καὶ βλασφημεῖς καὶ ἀποπηδᾷς καὶ εἰδωλολάτρην με ἀποκαλεῖς καὶ οὐκ αἰσχύνῃ καὶ φρίττεις καὶ ἐρυθριᾷς, ὁρῶν με καθ᾽ ἑκάστην ἡμέραν ἐν πάσῃ τῇ οἰκουμένῃ ναοὺς εἰδώλων καταλύοντα καὶ ναοὺς μαρτύρων ἀνεγείροντα. Εἰ τὰ εἴδωλα προσεκύνουν, διατί τοὺς μάρτυρας τιμῶ τοὺς καταλύσαντας τὰ εἴδωλα; Εἰ δὲ τὰ ξύλα, ὡς φῄς, δοξάζω, πῶς τιμῶ τοὺς ἁγίους τοὺς τὰ ξύλινα ξόανα τῶν δαιμόνων κατακαύσαντας; Εἰ δὲ καὶ τοὺς λίθους δοξάζω, πῶς δοξάζω τοὺς ἀποστόλους τοὺς τὰ λίθινα εἴδωλα κατακλάσαντας;

Εἰ τὰς εἰκόνας τῶν ψευδωνύμων θεῶν σέβω, πῶς δοξάζω καὶ ἐπαινῶ καὶ ἑορτὰς ἐπιτελῶ τῶν τριῶν παίδων τῶν ἐν Βαβυλῶνι ἀθλησάντων καὶ τῇ εἰκόνι τῇ χρυσῇ μὴ προσκυνησάντων τῇ εἰδωλικῇ; Ἀλλ᾽ ὄντως πολλὴ τῶν ἀνόμων ἡ πώρωσις, πολλὴ τύφλωσις. Ὦ Ἰουδαῖε, πολλὴ ἡ ἀναίδειά σου καὶ ἡ ἀσέβεια· ἀληθῶς ἀδικεῖται ὑπὸ σοῦ ἡ ἀλήθεια. «Ἀνάστα, ὁ θεός, δίκασον τὴν δίκην σου·» κρῖνον καὶ δίκασον ἡμῖν ἐξ ἔθνους οὐχ ὁσίου, ἀλλὰ ἀνοσίου καὶ ἀλλοτρίου καὶ παροξύνοντός σε διὰ παντός.

Τοῦ αὐτοῦ· Εἰ μὲν οὖν, ὡς πολλάκις εἶπον, τῷ ξύλῳ καὶ τῷ λίθῳ ὡς θεῷ προσεκύνουν, εἶπα ἂν κἀγὼ τῷ ξύλῳ καὶ λίθῳ· «Σύ με ἐγέννησας.» Εἰ δὲ τὰς εἰκόνας τῶν ἁγίων προσκυνῶ, τοὺς ἁγίους μᾶλλον, καὶ προσκυνῶ τὰς τῶν ἁγίων μαρτύρων ἀθλήσεις καὶ τιμῶ, πῶς λέγεις εἴδωλα ταῦτα, ὦ ἀνόητε; Τὰ γὰρ εἴδωλα τῶν ψευδωνύμων, τῶν μοιχῶν καὶ φονευτῶν καὶ τεκνοθυτῶν καὶ μαλακῶν ὁμοιώματά εἰσι καὶ οὐ προφητῶν οὐδὲ ἀποστόλων. Καὶ ἵνα ἐκ μέρους παραστήσω σοι σύντομον καὶ πιστότατον ὑπόδειγμα περὶ χριστιανικῶν καὶ Ἑλληνικῶν ὁμοιωμάτων, ἄκουσον.

Εἶχον ἐν Βαβυλῶνι οἱ Χαλδαῖοι ὄργανα παντοῖα μουσικὰ πρὸς θεραπείαν εἰδώλων δαιμόνων, εἶχον δὲ καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ Ἱερουσαλὴμ ὄργανα, ἃ ἐπὶ ταῖς ἰτέαις ἐκρέμασαν· καὶ ἀμφότερα ὄργανα καὶ νάβλαι καὶ κιθάραι καὶ αὐλοὶ ὑπῆρχον, ἀλλὰ τὰ μὲν εἰς δόξαν θεοῦ ἐγένοντο, τὰ δὲ εἰς θεραπείαν τῶν δαιμόνων ἀντίμιμα. Οὕτω λοιπὸν καὶ ἐπὶ τῶν εἰκόνων καὶ εἰδώλων Ἑλληνικῶν καὶ χριστιανικῶν νόει, ὅτι ἐκεῖνα μὲν εἰς δόξαν διαβόλου καὶ μνήμην κατεσκευάσθησαν, ταῦτα δὲ εἰς δόξαν Χριστοῦ καὶ ἀποστόλων καὶ μαρτύρων καὶ ἁγίων αὐτοῦ.

Τοῦ αὐτοῦ· Ὅταν τοίνυν ἴδῃς χριστιανὸν προσκυνοῦντα τῷ σταυρῷ, γνῶθι, ὅτι διὰ Χριστὸν τὸν σταυρωθέντα καὶ οὐ τὴν φύσιν τοῦ ξύλου προσκυνεῖ. Ἐπεὶ πάντα ἂν τὰ ξύλα προσεκυνοῦμεν τοῦ ἀγροῦ, καὶ ὥσπερ ὁ Ἰσραὴλ προσεκύνει τὰ ἄλση καὶ τὰ δένδρα λέγων· «Σύ μου εἶ θεός, καὶ σύ με ἐγέννησας.» Ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλὰ μνήμην καὶ γραφὴν ἔχομεν τῶν τοῦ κυρίου παθημάτων καὶ τῶν δι᾽ αὐτὸν ἀθλησάντων ἐν ταῖς ἐκκλησίαις καὶ οἴκοις ἔχομεν πάντα δι᾽ αὐτὸν ποιοῦντες, τὸν ἡμέτερον κύριον.

Καὶ αὖθις, εἰπέ, ὦ Ἰουδαῖε, ποία γραφὴ ἐπέτρεψε Μωσεῖ προσκυνῆσαι Ἰοθόρ, τῷ γαμβρῷ αὐτοῦ, εἰδωλολάτρῃ ὄντι, καὶ Ἰακὼβ τῷ Φαραὼ καὶ Ἀβραὰμ τοῖς υἱοῖς Ἐμμὼρ καὶ Δανιὴλ τῷ Ναβουχοδονόσορ ἀσεβεῖ ὄντι; Καὶ εἰ ἐκεῖνοι δίκαιοι καὶ προφῆται 〈ὄντες〉 διὰ κοσμικὴν καὶ πρόσκαιρον ζωὴν ταῦτα ἐποίουν, πῶς ἐμοὶ ἐγκαλεῖς προσκυνοῦντι ταῖς ἁγίαις τῶν ἁγίων μνήμαις γραφικαῖς καὶ ἱστορικαῖς καὶ τὰ πάθη καὶ τὰς ἀθλήσεις, ἐξ ὧν καθ᾽ ἡμέραν εὐεργετοῦμαι καὶ αἰώνιον καὶ ἀΐδιον ζωὴν ἐκδέχομαι;