Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Διηγήσεις θαυμάτων, βεβηλώσεων και θείων τιμωριών

Παράθεση θαυμαστών γεγονότων και θείων δικών εναντίον εκείνων που εξύβρισαν ή κατέστρεψαν ιερές εικόνες, περιλαμβανομένων διηγήσεων για στασιαστές και αιρετικούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 17 από 20

Τῆς ἐκκλησιαστικῆς ἱστορίας Θεοδώρου δʹ τόμου· Ὑπὸ δὲ ταύτην τὴν ὑπατείαν κατὰ τὸν μῆνα τὸν Δεκέμβριον, ἔχοντα αὐτὸν τριακάδα καὶ πέμπτην ἡμέραν, θαῦμα φοβερὸν καὶ ἐξαίσιον πᾶσάν τε ἀκοὴν ἀνθρώπων καταπλῆττον γεγένηται. Ὀλύμπιος γάρ τις τοὔνομα Εὐθυμίου τοῦ τῆς Ἀρείου θρησκείας ἐξάρχοντος τὸν βαδιστὴν παραχορεύων ἐν τῷ λουτρῷ τοῦ παλατίου Ἑλενιανῶν γενόμενος κατὰ τὸν προμαλάττοντα καὶ θεασάμενός τινας τῶν λουομένων τὴν τοῦ ὁμοουσίου δόξαν σεμνύνοντας ἔφη αὐταῖς λέξεσιν οὕτως· «Τί γάρ ἐστιν ἡ τριάς; Ποίῳ δὲ τοίχῳ οὐκ ἐπιγέγραπται;» Καὶ κρατήσας τῶν ἑαυτοῦ ἀναγκαίων ἔφη· «Ἴδε, κἀγὼ τριάδα ἔχω», ὥστε κινηθέντας τοὺς ἐκεῖ εὑρεθέντας μέλλειν αὐτὸν διαχειρίζεσθαι· ἀλλ᾽ εἴρχθησαν ὑπό τινος Μάγνου, πρεσβυτέρου τῶν ἁγίων ἀποστόλων ἐν τῷ περιτειχίσματι, ἀνθρώπου θαυμαστοῦ καὶ τὸν θεὸν θεραπεύοντος, φήσαντος πρὸς αὐτούς, ὡς οὐκ ἂν διαλάθῃ τὸν τῆς παντεφόρου δίκης ὀφθαλμὸν ἀκριβεῖ λόγῳ γράφοντα. Αἰδοῖ δὲ τοῦ ἀνδρὸς τῆς ταραχῆς παυσαμένων ἐξανέστη ὁ Ὀλύμπιος καὶ τῇ ἐμβάσει τῶν θερμῶν ὡς ἔθος χρησάμενος ἔξεισιν ἐπὶ τὴν τῶν ψυχρῶν ὑδάτων δεξαμένην, ἥτις λαμβάνει τὰ ὕδατα ἐκ πηγῆς τικτομένης μέσον τοῦ σεπτοῦ θυσιαστηρίου τοῦ εὐαγοῦς οἴκου τοῦ πρωτομάρτυρος Στεφάνου, ὃν ἐν παλαιοῖς ἔκτισεν ἀξιώμασιν ἀρχοντικοῖς διαλάμψας Αὐρηλιανός· ἐνθένδε ἡγοῦμαι θείας ἐποψίας τὸ ὕδωρ ἀξιοῦσθαι.

Ἐν ᾗ καταβὰς θᾶττον ἐπαναβαίνει κραυγάζων· «Ἐλεήσατέ με, ἐλεήσατε», καὶ κνήθων αὐτοῦ τὰς σάρκας τῶν ὀστῶν ἀπεμέριζε.

Πάντες δὲ περὶ αὐτὸν γενόμενοι καὶ κρατήσαντες, σινδόνι περιτυλίξαντες ἀνέκλιναν ψυχορραγοῦντα. Ἐπηρώτων δέ, τί ἂν εἴη τὸ συμβάν· καί φησιν ὁ Ὀλύμπιος· «Ἄνδρα κατεῖδον λευχειμονοῦντα ἐπιβάντα μοι κατὰ τῆς νεροφόρου καὶ τρεῖς σίκλας θερμοῦ περιχέαντά μοι καὶ λέγοντά μοι· ‘Μὴ δυσφήμει’.» Λαβόντες δὲ αὐτὸν φορείῳ οἱ αὐτῷ διαφέροντες μετεκόμισαν ἐν ἑτέρῳ λουτρῷ προσκειμένῳ τῇ τῶν Ἀρειανῶν ἐκκλησίᾳ.

Θελόντων δὲ αὐτῶν ἀποτυλίξαι τὴν σινδόνα ἀπ᾽ αὐτοῦ συνεξέπαιρον πάσας τὰς σάρκας αὐτοῦ, καὶ οὕτως νεκρωθεὶς ἀπέδωκε τὸ πνεῦμα. Γνωστὸν δὲ ἐγένετο τοῦτο σχεδὸν καθ᾽ ὅλης τῆς βασιλίδος. Ἐφήμιζον δέ τινες περὶ τοῦ πεπονθότος, ὡς χρόνοις τισὶν ἀπὸ τῆς τὸ ὁμοούσιον δοξαζούσης θρησκείας εἰς τὴν Ἀρείου μετεβαπτίσατο λατρείαν. Ἐπειδὴ δὲ τὸ συμβεβηκὸς καὶ ἀκοαῖς βασιλέων ἐπλησίασεν—Ἀναστάσιος δὲ ἦν—, ἐπέτρεψεν εἰκόνι χρωματισθὲν τὸ τεράστιον ὕπερθε τῆς νεροφόρου καταπαγῆναι. Ἰωάννης δέ τις διάκονος καὶ ἔκδικος τοῦ προλεχθέντος εὐαγοῦς οἴκου Στεφάνου τοῦ τῶν μαρτύρων πρώτου, ἀνὴρ εἰ καί τις ἄλλος ζῆλον ὑπὲρ τοῦ ὁμοουσίου δόγματος ἑκάστοτε ἐνδεικνύμενος καὶ αὐτὸς εἰκόνι κατέγραψεν, ἀλλ᾽ οὐχ ἁπλῶς· τῶν γὰρ ἐκεῖσε λουομένων καὶ θεασαμένων τὰ ὀνόματα κατέγραψε, καὶ ἔνθα εἴη ἕκαστος οἰκῶν, ἔτι τε καὶ τῶν τοῖς ὕδασιν ὑπηρετούντων. Μαρτυρεῖ δὲ ἡ εἰκὼν ἄχρι τοῦ παρόντος πεπηγυῖα ἐν τῷ ἐμβόλῳ τοῦ τετραστόου τοῦ πολλάκις εἰρημένου εὐκτηρίου. Ἐπειδὴ δὲ τῷ θαύματι θαῦμα ἐπηκολούθησεν, οὐχ ὅσιον παριδεῖν τῆς αὐτῆς ὑποθέσεως τυγχάνον, ὅπερ, εἰ καὶ τὸν παρόντα καιρὸν ὑπερῆλθε, λέγειν οὐκ ὀκνήσω. Θεασάμενοι γὰρ οἱ τῆς Ἀρείου συμμορίας ἐπικρατοῦντα θρίαμβον ἐλιπάρησαν τὸν τοῦ παλατίου Ἑλενιανῶν τὴν φροντίδα πεπιστευμένον ὡς ἐξάρχοντα καὶ τῆς τοῦ λουτροῦ διοικήσεως καθελόντα, κατακρύψαι τὴν εἰκόνα.

Ὃς πρόφασιν εὐμήχανον εὑράμενος τὴν ἐκ τῶν ὑδάτων προσγινομένην νοτίδα ὡς σκυλθεῖσαν τὴν εἰκόνα ἀφελόμενος, φησίν, ἐπὶ διορθώσει κατέκρυψεν.

Ἣν ὁ βασιλεύς, ἐγκυκλίους ἐπιδημίας τελῶν εἰς ἕκαστον τόπον βασιλικόν, παραγενόμενος κἀκεῖσε τὴν εἰκόνα ἐπεζήτει· καὶ οὕτως αὖθις τῷ τοίχῳ κατεπάγη. Παρὰ πόδας δὲ τὸν Εὐτυχιανόν (τοῦτο γὰρ ἦν ὄνομα τῷ διαιταρίῳ) ὀργή τις θεοδίκαστος παραλαβοῦσα τὸν μὲν δεξιὸν ὀφθαλμὸν διαρρεῦσαι πεποίηκε, κακίστως δὲ καὶ τὰ λοιπὰ περισείουσα μέλη, προσπελάσαι παρεσκεύασε τῷ εὐαγεῖ εὐκτηρίῳ, ἔνθα πεπίστευται ἀναπαύεσθαι μέρος ἱερῶν λειψάνων τῶν θεσπίων Παντολέοντος καὶ Μαρίνου, ἐπικαλουμένου τοῦ τόπου Ὁμόνοια ἐκ τοῦ ἐκεῖ συνελθόντας τοὺς ἑκατὸν πεντήκοντα ἐπισκόπους ἐπὶ Θεοδοσίου τοῦ μεγάλου βασιλέως κοινήν τινα καὶ συμπεφωνημένην διδασκαλίαν τοῦ τε ὁμοουσίου τῆς θείας τριάδος ποιήσασθαι καὶ τῆς ἐνανθρωπήσεως δὲ τοῦ κυρίου τρανῶσαι τὴν ἐκ παρθένου πρόσληψιν, ταύτην τὴν ἐπωνυμίαν τεκτήνασθαι.

Ἡμέρας τε περίπου ἑπτὰ προσκαρτεροῦντος καὶ ὀνοῦντος οὐδέν, ἀλλὰ καὶ διαβρωθέντων αὐτῷ καὶ τῶν διδύμων, μεσούσης μιᾶς τῶν νυκτῶν ὁ λαχὼν ὑποδιάκονος τὴν παννύχιον ἔχειν ὁρᾷ κατ᾽ ὄναρ βασιλέα τινὰ ἐπιστάντα καὶ τῇ χειρὶ ὑποδεικνύντα τὸν ἀσθενῆ λέγειν· «Πῶς ὑπεδέξω τοῦτον; Τίς δὲ ὁ ἐνταῦθα ἀγαγών; Οὗτος ὁ μετὰ τῶν εἰς ἐμὲ δυσφημούντων συμφραξάμενος. Οὗτος ὁ κατακρύψας τὴν εἰκόνα τοῦ θαύματος.» Διαναστὰς δὲ ὁ κληρικὸς τὸ ὀφθὲν διηγήσατο, φήσας τῶν ἀδυνάτων τυγχάνειν ἰαθῆναι τοῦτον τῆς μάστιγος. Τῇ δὲ αὐτῇ νυκτὶ ὁ Εὐτυχιανὸς ὥσπερ εἰς ὕπνον ἐκ τῶν ὀδυνῶν ὑπαχθεὶς ὁρᾷ τινα νεανίαν εὐνοῦχον παραγαυδίῳ λαμπρῷ ἠμφιεσμένον λέγοντα αὐτῷ· «Τί ἔχεις;» Ὡς δέ «Ἀποθνήσκω», ἔφη, «κατατηκόμενος καὶ θεραπείας μὴ τυγχάνων» ἤκουε λέγοντος, ὡς «οὐδείς σοι δύναται βοηθῆσαι· ὁ γὰρ βασιλεὺς δεινῶς ὀργίζεται κατὰ σοῦ.» Ἠντιβόλει οὗτος καί φησι· «Τίνα κινήσω ἢ τί ποιήσω;» Ὁ δέ φησιν· «Εἰ θέλεις ἀνεθῆναι, ἄπιθι συντόμως ἐν τῷ λουτρῷ Ἑλενιανῶν καὶ ἐγγύθεν τῆς εἰκόνος τοῦ καυθέντος Ἀρειανοῦ ἀναπαύθητι.» Παραυτὰ δὲ διυπνίσας ἕνα τῶν ὑπηρετούντων ἐφώνει. Ἐξεπλάγησαν δέ· τριῶν γὰρ ἡμερῶν ἤδη παρελθουσῶν ἀφωνίᾳ συνείχετο. Καί φησι πρὸς αὐτούς, ἀπάγειν αὐτὸν κατὰ τὸ προσταχθὲν διεκελεύσατο.

Φθάσας δὲ τὸν τόπον καὶ πρὸς τὴν εἰκόνα τεθεὶς ἐξέπνει· τὴν γὰρ ἀπὸ τοῦ σώματος διάστασιν τῆς ψυχῆς ἐλευθερίαν ἀνέσεως ὁ ὀφθεὶς ἀγορεύων ἠλήθευσεν.

Τοῦ ἁγίου Ἀναστασίου τοῦ ἁγίου ὄρους Σινᾶ· Ἀπὸ τεσσάρων μιλίων Δαμασκοῦ χώριόν ἐστιν ἐπιλεγόμενον Καρσάτας· ἐν ᾧ χωρίῳ ναός ἐστι τοῦ ἁγίου Θεοδώρου. Ἐν τούτῳ τῷ ναῷ εἰσελθόντες Σαρακηνοὶ κατῴκησαν πάντα ῥύπον καὶ ἀκαθαρσίαν ἐκ γυναικῶν καὶ παίδων καὶ ἀλόγων ποιήσαντες. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν καθεζομένων πλειόνων αὐτῶν καὶ συντυγχανόντων ἔρριψεν εἷς ἐξ αὐτῶν σαγίταν κατὰ τῆς εἰκόνος τοῦ ἁγίου Θεοδώρου καὶ ἔκρουσεν εἰς τὸν δεξιὸν ὦμον αὐτοῦ, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ κατῆλθεν ἕως κάτω τῆς εἰκόνος, πάντων θεωρούντων τὸ γενόμενον σημεῖον καὶ τὴν σαγίταν πεπηγμένην εἰς τὸν ὦμον τοῦ ἁγίου καὶ τὸ αἷμα κατερχόμενον. Καὶ μὴν σημεῖον τοιοῦτον παράδοξον γενόμενον θεασάμενοι οὐκ ἦλθον εἰς συναίσθησιν· οὐ μετενόησεν ὁ τὴν σαγίταν ῥίψας, οὐκ ἐτάραξεν ἑαυτὸν εἷς ἐξ αὐτῶν, οὐκ ἀνεχώρησαν τοῦ ναοῦ, οὐκ ἐπαύσαντο ῥυποῦντες αὐτόν.

Καὶ μέντοιγε τὴν ἐσχάτην ἔδωκαν τιμωρίαν. Εἰκοσιτεσσάρων γὰρ οἴκων ὑπαρχόντων ἐξ αὐτῶν τῶν κατοικούντων ἐν τῷ ναῷ ἐντὸς ὀλίγων ἡμερῶν ἅπαντες πικρῷ θανάτῳ ἐξηλείφθησαν, μηδενὸς τούτων τελευτήσαντος ἐν τῷ αὐτῷ χωρίῳ εἰ μὴ αὐτῶν τῶν κατοικούντων ἐν τῷ ναῷ ἐν ταῖς αὐταῖς ἡμέραις. Αὕτη οὖν ἡ εἰκὼν ἡ τοξευθεῖσα ἔτι περίεστιν ἔχουσα καὶ τὴν πληγὴν τῆς σαγίτας καὶ τὸν τύπον τοῦ αἵματος. Πολλοὶ δὲ ζῶσι τῶν θεασαμένων καὶ εὑρεθέντων τότε, ὅτε τὸ παράδοξον τοῦτο γέγονε.

Κἀγὼ δὲ ὡς θεασάμενος τὴν αὐτοῦ εἰκόνα, καὶ θεασάμενος, ὃ ἐθεασάμην, ἔγραψα. Ἐκ τοῦ βίου τοῦ ἁγίου Συμεῶνος τοῦ θαυματουργοῦ ἐξήγησις Ἀρκαδίου, ἀρχιεπισκόπου Κύπρου, θαῦμα ἑκατοστὸν τριακοστὸν δεύτερον· Συνέβη δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἄνδρα τινὰ ἀγοραῖον τῆς πόλεως Ἀντιοχείας συνοχῇ δεινῇ κατέχεσθαι ὑπὸ δαίμονος πονηροῦ καὶ στενοχωρεῖσθαι ἐπὶ χρόνους, ὥστε καταπνίγεσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ, σφιγγομένων τῶν πνοϊκῶν αὐτοῦ. Οὗτος ἀνελθὼν πρὸς τὸν ἅγιον καὶ τυχὼν ἰάσεως ταῖς αὐτοῦ πρεσβείαις καὶ γενόμενος ὡς μηδὲν πεπονθὼς κακὸν καὶ ἐπανελθὼν εἰς τὸν ἴδιον οἶκον κατ᾽ εὐχαριστίαν ἀνέστησεν αὐτῷ εἰκόνα ἐν δημοσίῳ καὶ ἐμφανεῖ τῆς πόλεως τόπῳ, ἐπάνω τῶν θυρῶν τοῦ ἐργαστηρίου αὐτοῦ. Ἰδόντες δὲ αὐτήν τινες τῶν ἀπίστων οὕτως ἐντίμως μετὰ φώτων καὶ βήλων δοξαζομένην καὶ πλησθέντες ζήλου συνετάραξαν τοὺς ὁμοίους αὐτῶν ἀτάκτους ἀνθρώπους, ὥστε συνελθεῖν πλῆθος καὶ ἐνταράχως κράζειν· «Αἶρε τοῦ ζῆν τὸν τοῦτο πεποιηκότα, καὶ ἡ εἰκὼν καταβληθήτω.» Συνέβη δὲ κατ᾽ οἰκονομίαν θεοῦ τὸν ἄνδρα μὴ εὑρεθῆναι τότε ἐν τῷ οἴκῳ αὐτοῦ· προεθυμοῦντο γὰρ διαχειρίσασθαι αὐτὸν ἄλλων ἄλλα κραζόντων.

Ἡ γὰρ κακία αὐτῶν πολλὴ καὶ μεγάλη ἦν ἐνώπιον τοῦ θεοῦ σφόδρα καὶ ὁ φθόνος ἄμετρος, ὑφ᾽ οὗ καὶ ἐνεργούμενοι εἰς τοῦτο συνεληλύθεισαν καιρὸν νομίσαντες εὑρεῖν καταστασιάσαι καὶ καθυβρίσαι τὸν ἅγιον ὡς πολλάκις ἐλέγξαντα τὴν κακοπιστίαν καὶ πλάνην τῶν ἐν αὐτοῖς ἑλληνιζόντων. Ὡς οὖν οὐκ ἠδύναντο φέρειν τὴν τοσαύτην μανίαν, ἐπέτρεψαν ἑνὶ τῶν στρατιωτῶν ἀνελθεῖν ἐν ἀναβαθμοῖς καὶ ῥῖψαι τὴν εἰκόνα. Ἀνελθὼν δὲ ἐκεῖνος καὶ ἐκτείνας τὰς χεῖρας τοῦ ποιῆσαι τὸ προσταχθὲν εὐθέως ἀπερράγη ἄνωθεν κάτω καταπεσὼν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο θόρυβος μέγας εἰς τὸν ὄχλον. Καὶ προσέθεντο ἐξαφθέντες ἄλλον ἀναγαγεῖν, καὶ ἐκτείνας κἀκεῖνος τὰς χεῖρας αὐτοῦ κατασῦραι αὐτὴν ὡσαύτως ἀπερράγη ἐπὶ τὴν γῆν. Καὶ τούτου γενομένου φοβηθέντες πάντες ἤρξαντο τὴν σφραγῖδα τοῦ σταυροῦ περιάπτειν ἑαυτοῖς. Ἐπὶ πλέον δὲ μεμηνότες οἱ ἄπιστοι ἐκεῖνοι προσέθεντο καὶ τρίτον ἀνενέγκαι ἐπὶ τούτῳ, καὶ ὡς ἐξέτεινε καὶ αὐτὸς τὰς χεῖρας τοῦ ῥῖψαι τὴν εἰκόνα, ὁμοίως καὶ αὐτὸς κατερράγη ἐπὶ τὴν γῆν. Τότε φόβος μέγας ἐπῆλθεν ἐπὶ πάντας τοὺς περιεστῶτας πιστούς, οἳ καὶ ἐκπληττόμενοι ἐπὶ τῇ πωρώσει καὶ τόλμῃ τῶν ἀπίστων καὶ ἀνοσίων ἐκείνων ἀνδρῶν προσκυνοῦντες μετὰ προσευχῆς τῇ εἰκόνι ἀνεχώρουν.

Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ λόγου τοῦ «Ἐπιγνῶναι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις»· Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοί, μηδὲ καταπίπτωμεν ἐπὶ τῇ παρούσῃ θλίψει, ἀλλὰ θαυμάσωμεν τὸ εὐμήχανον τῆς τοῦ θεοῦ σοφίας· δι᾽ ὧν γὰρ προσεδόκησεν ὁ διάβολος τὴν πόλιν ἡμῶν καταβᾶλαι, διὰ τούτων αὐτὴν ὁ θεὸς ἀνέστησε καὶ ἀνώρθωσεν. Ὁ μὲν γὰρ διάβολος ἐνέπνευσέ τισι παρανόμοις ἀνθρώποις καὶ τοὺς τῶν βασιλέων ὕβρισαν ἀνδριάντας, ἵνα καὶ αὐτὸ τῆς πόλεως ἀφανίσῃ τὸ ἔδαφος.

Τοῦ αὐτοῦ· Ἐπειδὴ δὲ συνέβη τὰ τολμηθέντα καί τινες μιαροὶ καὶ παμμίαροι τοὺς νόμους καταπατήσαντες τοὺς ἀνδριάντας καθεῖλον καὶ τὸν περὶ τῶν ἐσχάτων πᾶσιν ἐπεκρέμασαν κίνδυνον καὶ νῦν ὑπὲρ τῆς ζωῆς αὐτῆς δεδοίκαμεν παροξύναντες βασιλέα, οὐκέτι λοιπὸν ἡ τῶν χρημάτων δάκνει ζημία, ἀλλ᾽ ἕτερα ἀντ᾽ ἐκείνων πάντων ἀκούω λεγόντων· «Λαβέτω τὴν οὐσίαν ὁ βασιλεύς, ἀποστησόμεθα τῶν ἀγορῶν καὶ τῶν οἰκιῶν ἀγαπητῶς· μόνον τὸ σῶμά τις ἡμῖν γυμνὸν ὑπόσχηται διασῴζειν.» Ὥσπερ οὖν ἐνταῦθα, πρὶν ἢ τὸν ὑπὸ τοῦ θανάτου φόβον ἡμῖν ἐπιστῆναι, ἔδακεν ἡ ζημία τῶν χρημάτων, ἐπειδὴ δὲ ἐτολμήθη τὰ παράνομα, ἐπεισελθὼν τὴν ὀδύνην τῆς ζημίας ἀπώθησεν 〈...〉 Τοῦ αὐτοῦ· Οὐκ οἶδας, κἂν μὴ λῃστεύῃ τις, ἐν δὲ τῷ τῶν λῃστῶν σπηλαίῳ φανῇ, τὴν αὐτὴν ἐκείνοις δίδωσι δίκην; Καὶ τί λέγω τὰ τῶν λῃστῶν; Ἴστε δήπου πάντες καὶ μέμνησθε, ὅτι τοὺς ἀνδριάντας καθεῖλον παρ᾽ ἡμῖν μιαροί τινες ἄνθρωποι καὶ γόητες, ἀλλ᾽, ὅσοι παρόντες ἁπλῶς τοῖς γινομένοις ἐφάνησαν, εἰς δικαστήριον ἁρπασθέντες καὶ συνανασχεθέντες ἐκείνοις τὴν ἐσχάτην ἔδωκαν δίκην.

Θεοδωρήτου, ἐπισκόπου Κύρρου, ἐκ τῆς Φιλοθέου ἱστορίας περὶ Μακεδονίου Ἀσιανίτου· Ἄλλοτε δὲ τῆς πόλεως ἀπό τινος πονηροῦ δαίμονος βακχευθείσης, ὡς δῆθεν νόσον ἀποδιῶξαι τῇ μανίᾳ κατὰ τῶν βασιλικῶν ἐχρήσαντο στηλῶν ἀνοήτως 〈...〉 Ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας Θεοδώρου ἀναγνώστου Κωνσταντινουπόλεως περί τινος αἱρετικοῦ Παλλαδίου· Ὁ δὲ τῆς Ἀντιοχείας ἐπίσκοπος Παλλάδιος πρὸς χάριν βασιλέως διαπραττόμενος τοὺς τοῖς ἐν Χαλκηδόνι ἁγίοις δόγμασιν ἑπομένους ἐμυσάττετο καὶ τὰς τῶν ἁγίων πατέρων εἰκόνας καθεῖλεν.

Ἐκ τοῦ βίου τοῦ ἁγίου Κωνσταντίνου, τοῦ τρίτου βιβλίου, κεφαλαίου τετάρτου· Τὰ μὲν οὖν αὐτῷ καταθύμια συνετελεῖτο, τὰ δὲ τῆς τοῦ φθόνου βασκανίας δεινῶς τὰς κατὰ τὴν Ἀλεξάνδρειαν ἐκκλησίας ἐκταράττοντα καὶ τὰ Θηβαίων τε καὶ Αἰγυπτίων σχίσματα ἐποίουν καὶ ἄλλα κακὰ οὐ σμικρά, αὐτῶν ἐκείνων προσρηγνυμένων καθ᾽ ἑκάστην πόλιν ἐπισκόπων ἐπισκόποις δήμων τε δήμοις ἐπανισταμένων καὶ μονονουχὶ συμπληγάδαις, κατακοπτόντων ἀλλήλους, ὥστε ἰδεῖν φρενῶν ἐκστάσει ἀνοσίως ἐγχειρεῖν καὶ τὰς βασιλέων ἀφρόνως ὑβρίζειν εἰκόνας.

Τῆς ἐκκλησιαστικῆς ἱστορίας, περὶ τῶν τὰ Διοσκόρου φρονούντων· Εἰς τοσοῦτον γὰρ ἐληλύθει τῆς τόλμης, ὥστε καὶ τὰ τῶν ἐκεῖ γεγονότων μακαρίων ποιμένων ὀνόματα τῶν ἱερῶν διπτύχων ἀνεῖλε καὶ τὰς αὐτῶν εἰκόνας καθεῖλε κατακαύσας τυραννικῶς.

Τῆς αὐτῆς ἱστορίας, περὶ τοῦ διαδεξαμένου τὸν θρόνον Κωνσταντινουπόλεως μετὰ Μακεδόνιον αἱρετικοῦ· Οὗτος ὁ ἀνόσιος ἐν ταῖς συνάξεσιν ἀπερχόμενος τοὺς σεπτοὺς οἴκους ἀναθεωρεῖσθαι κελεύων, εἴ που μὴ γεγραμμένον ἐν εἰκόνι εὕρισκε Μακεδόνιον, ταύτην εἰ μὴ καθεῖλεν, οὐκ ἂν ἐλειτούργει.

Τῆς αὐτῆς ἱστορίας, περὶ Ἰουλιανοῦ καὶ Τιμοθέου τοῦ καὶ Αἰλούρου· Τοῦτον τὸν Ἰουλιανὸν γνωρίζουσί τινες τῶν ταῖς ταραχαῖς χαιρόντων Τιμοθέῳ τῷ ἐπισκόπῳ ὑπὸ τοῦ προλεχθέντος Μακεδονίου συγκροτηθέντα, καὶ δι᾽ ἣν αἰτίαν συνεκροτεῖτο. Διὰ τῶν ὑπηρετουμένων αὐτῷ θᾶττον παρενέγκας παρόντων καὶ πολιτικῶν ἀρχόντων ἐν τῷ ἐπισκοπείῳ ἠνάγκαζε τὰ τῆς ἐν Χαλκηδόνι συνόδου ἀναθέματι ὑποβαλεῖν.

Δεόμενος δὲ ὁ γέρων ταῖς εἰκόσι τῶν κατοιχομένων ἱερέων Φλαβιανοῦ καὶ Ἀνατολίου τῶν ἀρχιεπισκόπων ἐν Κωνσταντινουπόλει κεχρωματισμένων, δι᾽ ὧν ἡ ἐν Χαλκηδόνι σύνοδος τὸ κῦρος ἐκτήσατο, ἐκραύγαζεν· «Εἰ μὴ θέλετε ἀφήσειν τὰ τῆς λελεγμένης ἁγίας συνόδου ἀναθεματίσαι, τὰς τῶν ἐπισκόπων εἰκόνας καὶ τῶν ἱερῶν διπτύχων ἀπαλεῖψαι 〈...〉» Τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς τὸν ἅγιον Φλαβιανὸν Ἀντιοχείας· Καὶ ὁ ὄχλος ἐδείχθη τοῦτο, ὅπερ ἐστίν· ἀλόγῳ γὰρ χρησάμενοι ὁρμῇ στρατηγῷ ὥρμων κατὰ τῶν βασιλικῶν εἰκόνων καὶ στηλῶν καὶ καταβαλόντες ταύτας ἔσυρον διὰ τῆς ἀγορᾶς. Ἡ γὰρ μανία τὰς φρένας ἐλύττησε καὶ τοὺς σώφρονας λογισμοὺς ἐτύφλωσεν ὁ θυμός.

Τοῦ αὐτοῦ λόγου ἐκ τοῦ πατριάρχου Φλαβιανοῦ πρὸς Θεοδόσιον τὸν μέγαν βασιλέα· Ἡμάρτομεν, ὦ βασιλεῦ· οὐ κρύπτομεν τὴν ἁμαρτίαν, ἧς καὶ ἡ κτίσις κατηγορεῖ. Οὐκ ἀρνούμεθα τὴν μανίαν, ἣν κατὰ τῶν σῶν εἰκόνων ἐμάνημεν, μᾶλλον δὲ καθ᾽ ἑαυτῶν, ἀλλὰ τὴν φιλανθρωπίαν ὡς κατάκριτοι περιμένομεν.