Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Προοίμιο και θεολογική θεμελίωση της εικονογραφίας

Εισαγωγή στους υπερασπιστικούς λόγους, όπου αναπτύσσονται τα κίνητρα της συγγραφής, ο κίνδυνος της εικονομαχίας και η Ενσάρκωση του Λόγου ως το απόλυτο θεμέλιο για την απεικόνιση του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 20

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Δαμασκηνοῦ λόγος ἀπολογητικὸς πρὸς τοὺς διαβάλλοντας τὰς ἁγίας εἰκόνας. Ἐχρῆν μὲν ἡμᾶς ἀεὶ τῆς ἑαυτῶν συναισθανομένους ἀναξιότητος σιγὴν ἄγειν καὶ θεῷ τὴν τῶν ἡμαρτημένων ἡμῖν προσάγειν ἐξομολόγησιν, ἀλλ᾽ ἐπειδὴ πάντα καλὰ ἐν καιρῷ αὐτῶν, ὁρῶ δὲ τὴν ἐκκλησίαν, ἣν ὁ θεὸς ᾠκοδόμησεν ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν ὄντος ἀκρογωνιαίου Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ βαλλομένην ὥσπερ θαλαττίῳ κλύδωνι κύμασιν ἀλλεπαλλήλοις κορυφουμένῳ, ἐξ ἐπαχθεστάτης φορᾶς τῶν πονηρῶν πνευμάτων κυκωμένην τε καὶ ταραττομένην, καὶ τὸν χιτῶνα Χριστοῦ τὸν ἄνωθεν ὑφαντὸν διαιρούμενον, ὃν ἀσεβῶν διελεῖν ηὐθαδιάσαντο παῖδες, καὶ τὸ σῶμα αὐτοῦ εἰς διαφόρους δόξας κατατεμνόμενον, ὅ ἐστιν ὁ τοῦ θεοῦ λαὸς καὶ ἡ τῆς ἐκκλησίας ἄνωθεν κεκρατηκυῖα παράδοσις, οὐκ εὔλογον ἡγησάμην σιγᾶν καὶ δεσμὸν ἐπιθεῖναι τῇ γλώσσῃ τὴν ἠπειλημένην ἀπόφασιν ὑφορώμενος τὴν φάσκουσαν· «Ἐὰν ὑποστείλῃ, οὐκ εὐδοκεῖ ἐν σοὶ ἡ ψυχή μου», καὶ «ἐὰν ἴδῃς τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ ἀναγγείλῃς τῷ ἀδελφῷ σου, ἐκ σοῦ ἐκζητήσω τὸ αἷμα αὐτοῦ.» Φόβῳ τοίνυν ἀφορήτῳ βαλλόμενος ἐπὶ τὸ λέγειν ἐλήλυθα οὐ βασιλέων ὕψος πρὸ τῆς ἀληθείας τιθείς· «ἐλάλουν γάρ,» ἤκουσα τοῦ θεοπάτορος λέγοντος Δαυίδ, «ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην», ἀλλὰ μᾶλλον καὶ μᾶλλον τούτῳ πρὸς τὸ λέγειν νυττόμενος.

Δεινὸν γὰρ βασιλέως λόγος πρὸς ὑπαγωγὴν τῶν ὑπηκόων· ὀλίγοι γάρ, ὅσοι τῶν ἀνέκαθεν τῶν βασιλικῶν κατωλιγώρησαν θεσπισμάτων, ὅσοι τὸν ἐπὶ γῆς βασιλέα βασιλευόμενον οἴδασιν ἄνωθεν, καὶ ὡς κρατοῦσιν οἱ νόμοι τῶν βασιλέων.

Πρῶτον μὲν οὖν ἁπάντων οἷόν τινα τρόπιν ἢ θεμέλιον τῷ λογισμῷ καταπήξας τὴν τῆς ἐκκλησιαστικῆς θεσμοθεσίας συντήρησιν, δι᾽ ἧς ἡ σωτηρία προσγίνεσθαι πέφυκε, τοῦ λόγου τὴν βαλβίδα ἠνέῳξα καὶ τοῦτον ὥσπερ ἵππον εὐχάλινον τῆς ἀφετηρίας παρώρμησα. Δεινὸν γὰρ ὄντως ᾠήθην καὶ πέρα δεινῶν τοσούτοις τὴν ἐκκλησίαν ἀμαρύσσουσαν προτερήμασι καὶ ταῖς τῶν εὐσεβεστάτων ἀνδρῶν ἄνωθεν παραδόσεσιν ὡραϊσθεῖσαν παλινοστεῖν ἐπὶ τὰ πτωχὰ στοιχεῖα, φοβουμένην φόβον, οὗ οὐκ ἔστι φόβος, καὶ ὥσπερ οὐκ ἐγνωκυῖαν τὸν ὄντως θεὸν ὑφορᾶσθαι τὸν εἰς εἰδωλολατρείαν ὄλισθον καὶ κἂν γοῦν ἐν σμικροτάτῳ τῆς τελειότητος λείπεσθαι, ὥσπερ τινὰ στιγμὴν ἐπίμωμον ἐν μέσῳ προσώπου λίαν ὡραϊσμένου φέρουσαν, τῷ ἀπόσῳ τοῦ παρεγγράμματος τοῦ κάλλους τὸ πᾶν λυμαινομένην· οὐ γὰρ μικρὸν τὸ μικρόν, ὅταν εἰς μέγα ἐκφέρῃ, ὅπου γε οὐδὲ σμικρὸν τὸ παρεγχάραγμα ἄνωθεν κεκρατηκυῖαν ἐκκλησίας ἀνατραπῆναι παράδοσιν, οἷα κατεγνωσμένων τῶν προκαθηγησαμένων ἡμᾶς, ὧν ἐχρῆν ἀναθεωροῦντας τὴν ἀναστροφὴν μιμεῖσθαι τὴν πίστιν.

Ἐκλιπαρῶ τοίνυν πρῶτον μὲν τὸν παντοκράτορα κύριον, ᾧ γυμνὰ πάντα καὶ τετραχηλισμένα, πρὸς ὃν ἡμῖν ὁ λόγος, εἰδότα τῆς ταπεινῆς μου γνώμης ἐν τούτῳ τὸ ἀκραιφνὲς καὶ τοῦ σκοποῦ τὸ εἰλικρινές, δοῦναί μοι λόγον ἐν ἀνοίξει τοῦ στόματός μου καὶ τοῦ νοῦ τὰς ἡνίας οἰκείαις χερσὶν ἀναδέξασθαι καὶ τοῦτον πρὸς ἑαυτὸν ἐπισπάσασθαι, πρὸς ἐνώπιόν τε καὶ εὐθεῖαν τρίβον τὴν ῥύμην ποιούμενον μὴ ἐγκλίνοντα πρὸς τὰ δοκοῦντα δεξιὰ ἢ ἀναφανδὸν ἀριστερὰ γνωριζόμενα, —μεθ᾽ ὃν ἅπαντα τὸν τοῦ θεοῦ λαόν, τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα, σὺν τῷ καλῷ ποιμένι τῆς λογικῆς Χριστοῦ ποίμνης, τῷ τὴν Χριστοῦ ἱεραρχίαν ἐν ἑαυτῷ ὑπογράφοντι, δέξασθαί μου τὸν λόγον μετ᾽ εὐμενείας, μὴ τῷ ἐλαχίστῳ τῆς ἀξίας προσέχοντας ἢ λόγων ἐπιζητοῦντας στροφάς, ἐπεὶ τούτων οὐ παντελῶς, ἴδρις ὁ πένης ἐγώ, ἀλλὰ τῆς τῶν νοημάτων φροντίσαι δυνάμεως («οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλ᾽ ἐν δυνάμει»)· οὐ γὰρ νικῆσαι σκοπός, ἀλλὰ τῇ ἀληθείᾳ πολεμουμένῃ χεῖρα ὀρέξαι, τῆς προαιρέσεως ὀρεγούσης χεῖρα δυνάμεως. Ἀρωγὸν τοίνυν τὴν ἐνυπόστατον ἐπικεκλημένος ἀλήθειαν ἐντεῦθεν τοῦ λόγου τὰς ἀρχὰς ποιήσομαι.

Ἰωάννου ταπεινοῦ μοναχοῦ Δαμασκηνοῦ πρὸς τοὺς καταλέγοντας τὰς εἰκόνας λόγος δεύτερος. Δότε συγγνώμην αἰτοῦντι, δεσπόται μου, καὶ δέξασθε πληροφορίας λόγον παρ᾽ ἐμοῦ τοῦ ἀχρείου καὶ ἐλαχίστου δούλου τῆς τοῦ θεοῦ ἐκκλησίας.

Οὐ γὰρ δόξης ἕνεκεν ἢ φανητιασμοῦ πρὸς τὸ λέγειν ὥρμησα—θεὸς μάρτυς—, ἀλλὰ ζήλῳ ἀληθείας· αὐτὸν γὰρ μόνον ἐλπίδα σωτηρίας κέκτημαι καὶ σὺν αὐτῷ ὑπαντῆσαι τῷ δεσπότῃ Χριστῷ ἐλπίζω καὶ εὔχομαι τοῦτον αὐτῷ προσφέρων, τῶν ἀτόπως μοι πεπλημμελημένων γενέσθαι ἐξίλασμα. Ὁ μὲν γὰρ τὰ πέντε τάλαντα παρὰ τοῦ δεσπότου λαβὼν ἕτερα πέντε κερδήσας προσήγαγε, καὶ ὁ τὰ δύο ἰσάριθμα δύο· ὁ δὲ τὸ ἓν εἰληφὼς κατορύξας καὶ ἄκαρπον τοῦτο προσαγαγὼν πονηρὸς δοῦλος ἀκούσας εἰς τὸ ἐξώτερον κατακέκριται σκότος. Ὅπερ ἐγὼ μὴ παθεῖν ὑφορώμενος τῷ δεσποτικῷ ὑπείκω προστάγματι καὶ τὸ δεδομένον μοι παρ᾽ αὐτοῦ τοῦ λόγου τάλαντον ὑμῖν παρατίθημι τοῖς φρονίμοις τραπεζίταις, ὅπως ἐλθὼν ὁ κύριός μου εὕροι πολυπλασιαζόμενον καὶ τόκον καρποφοροῦν ψυχῶν καὶ δοῦλον πιστὸν εὑρὼν εἰσαγάγῃ με εἰς τὴν πεποθημένην μοι γλυκυτάτην χαρὰν αὐτοῦ. Ἀλλὰ δότε μοι οὖς ἀκροάσεως καὶ τὰς τραπέζας τῶν καρδιῶν ἀναπετάσαντες δέξασθέ μου τὸν λόγον καὶ εἰλικρινῶς διακρίνατε τῶν λεγομένων τὴν δύναμιν. —Δεύτερον δὲ τοῦτον τὸν λόγον περὶ εἰκόνων συνέταξα· τινὲς γὰρ τῶν τέκνων τῆς ἐκκλησίας ὑπέθεντό μοι τοῦτο ποιῆσαι διὰ τὸ μὴ πάνυ εὐδιάγνωστον τοῖς πολλοῖς τὸν πρῶτον εἶναι.

Ἀλλὰ καὶ ἐν τούτῳ σύγγνωτέ μοι ὑπακοὴν ἐκπληρώσαντι. Τοῦ αὐτοῦ ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ λόγος πρὸς τοὺς ἀποβαλλομένους τὰς σεπτὰς καὶ ἁγίας εἰκόνας. Ἔθος ἐστὶν τῷ πονηρῷ καὶ ἀρχεκάκῳ ὄφει, τῷ διαβόλῳ φημί, πολυτρόπως πολεμεῖν τῷ κατ᾽ εἰκόνα θεοῦ πλαστουργηθέντι ἀνθρώπῳ καὶ διὰ τῶν ἐναντίων τὸν αὐτοῦ κατεργάζεσθαι θάνατον. Εὐθὺς μὲν γὰρ ἐν ἀρχῇ ἐλπίδα καὶ ἐπιθυμίαν θεώσεως αὐτῷ ἔσπειρε καὶ δι᾽ αὐτῆς εἰς τὸν τῶν ἀλόγων κατήγαγε θάνατον, οὐ μὴν ἀλλὰ καὶ αἰσχραῖς καὶ ἀλόγοις ἡδοναῖς πολλάκις αὐτὸν ἐδελέασε.

Πόσον δὲ τὸ διάμετρον θεώσεως καὶ ἀλόγου ἐπιθυμίας. Ποτὲ μὲν εἰς ἀθεότητα ἤγαγε, καθώς φησιν ὁ θεοπάτωρ Δαυίδ· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός», ποτὲ δὲ εἰς πολυθεΐαν· καὶ ποτὲ μὲν μηδὲ τῷ φύσει προσκυνεῖν θεῷ ἔπεισε, ποτὲ δὲ δαίμοσιν, ἔτι δὲ οὐρανῷ τε καὶ γῇ, ἡλίῳ καὶ σελήνῃ καὶ ἀστράσι καὶ τῇ λοιπῇ κτίσει μέχρι κνωδάλων καὶ ἑρπετῶν προσκυνεῖν παρεσκεύασεν. Ὁμοίως γάρ ἐστι χαλεπὸν καὶ τὸ τοῖς τιμίοις τὴν ὀφειλομένην μὴ προσάγειν τιμὴν καὶ τοῖς ἀτίμοις τὴν μὴ προσήκουσαν προσάπτειν δόξαν.

Πάλιν τινὰς μὲν συνάναρχον τῷ θεῷ τὴν κακίαν λέγειν ἐδίδαξε, τινὰς δὲ αἴτιον τῆς κακίας τὸν φύσει ἀγαθὸν θεὸν ὁμολογεῖν ἐξηπάτησε. Καὶ οὓς μὲν μίαν φύσιν καὶ μίαν ὑπόστασιν τῆς θεότητος ἀφρόνως λέγειν ἐπλάνησεν, οὓς δὲ τρεῖς φύσεις καὶ τρεῖς ὑποστάσεις ἀθέσμως σέβειν ἐνόθευσε. Καὶ τισὶ μὲν μίαν ὑπόστασιν καὶ μίαν φύσιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος, τισὶ δὲ δύο φύσεις καὶ δύο ὑποστάσεις τοῦ αὐτοῦ δοξάζειν ὑπέθετο.

Ἡ δὲ ἀλήθεια μέσην ὁδὸν βαδίζουσα πάντα ταῦτα ἀπαρνεῖται τὰ ἄτοπα καὶ διδάσκει ἕνα θεὸν ὁμολογεῖν, μίαν φύσιν ἐν τρισὶν ὑποστάσεσι, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. Τὴν δὲ κακίαν οὐκ οὐσίαν, ἀλλὰ συμβεβηκός φησιν, ἔννοιάν τινα καὶ λόγον καὶ πρᾶξιν παρὰ τὸν νόμον τοῦ θεοῦ, ἐν τῷ ἐννοεῖσθαι καὶ λέγεσθαι καὶ πράττεσθαι τὴν ὕπαρξιν ἔχουσαν καὶ ἅμα τῷ παύσασθαι ἀφανιζομένην.

Ἔτι δὲ καὶ τὸν ἕνα τῆς ἁγίας τριάδος, τὸν Χριστόν, δύο φύσεις κηρύττει καὶ μίαν ὑπόστασιν. Ἡ δὲ ἀλήθεια μέσην ὁδὸν βαδίζουσα πάντα ἀπαρνεῖται τὰ ἄτοπα. Ἀλλ᾽ ὁ τῆς ἀληθείας ἐχθρὸς καὶ τῆς σωτηρίας τῶν ἀνθρώπων πολέμιος ὅ ποτε δαιμόνων καὶ ἀσεβῶν ἀνθρώπων καὶ πετεινῶν καὶ κνωδάλων καὶ ἑρπετῶν εἰκόνας ποιεῖν καὶ ταύταις ὡς θεοῖς προσκυνεῖν οὐ μόνον τὰ ἔθνη, ἀλλὰ καὶ αὐτοὺς τοὺς υἱοὺς Ἰσραὴλ πολλάκις πλανήσας νῦν εἰρήνην ἔχουσαν τὴν τοῦ Χριστοῦ ἐκκλησίαν συνταράξαι σπουδάζει διὰ χειλέων ἀδίκων καὶ γλώσσης δολίας λόγοις θείοις τὴν κακίαν παραρτύων καὶ ταύτης τὸ ἄσχημον καὶ σκοτεινὸν εἶδος ἐπικαλύπτειν πειρώμενος καὶ τὰς καρδίας τῶν ἀστηρίκτων σαλεύειν ἐκ τῆς ἀληθοῦς καὶ πατροπαραδότου συνηθείας· ἀνέστησαν γάρ τινες λέγοντες, ὡς οὐ δεῖ εἰκονίζειν καὶ προτιθέναι εἰς θεωρίαν καὶ δόξαν καὶ θαῦμα καὶ ζῆλον τὰ τοῦ Χριστοῦ σωτήρια θαύματά τε καὶ πάθη καὶ τὰς τῶν ἁγίων ἀνδραγαθίας κατὰ τοῦ διαβόλου. Καὶ τίς ἔχων γνῶσιν θείαν καὶ σύνεσιν πνευματικὴν οὐκ ἐπιγινώσκει, ὅτι ὑποβολὴ τοῦ διαβόλου ἐστίν; Οὐ θέλει γὰρ τὴν ἧτταν καὶ τὴν αἰσχύνην αὐτοῦ δημοσιεύεσθαι οὐδὲ τὴν τοῦ θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ δόξαν ἀνάγραπτον γίνεσθαι.

Εἰ μὲν γὰρ τοῦ θεοῦ τοῦ ἀοράτου εἰκόνα ἐποιοῦμεν, ὄντως ἡμαρτάνομεν· ἀδύνατον γὰρ τὸ ἀσώματον καὶ ἀσχημάτιστον καὶ ἀόρατον καὶ ἀπερίγραπτον εἰκονισθῆναι. Καὶ πάλιν· εἰ ἐποιοῦμεν εἰκόνας ἀνθρώπων καὶ ταύτας θεοὺς ἡγούμεθα καὶ ὡς θεοῖς ἐλατρεύομεν, ὄντως ἠσεβοῦμεν. Ἀλλ᾽ οὐδὲν τούτων ποιοῦμεν. Θεοῦ γὰρ σαρκωθέντος καὶ ὀφθέντος ἐπὶ τῆς γῆς σαρκὶ καὶ ἀνθρώποις συναναστραφέντος δι᾽ ἄφατον ἀγαθότητα καὶ φύσιν καὶ πάχος καὶ σχῆμα καὶ χρῶμα σαρκὸς ἀναλαβόντος τὴν εἰκόνα ποιοῦντες οὐ σφαλλόμεθα· ποθοῦμεν γὰρ αὐτοῦ ἰδεῖν τὸν χαρακτῆρα· ὡς γάρ φησιν ὁ θεῖος ἀπόστολος· «Ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι νῦν βλέπομεν». Καὶ ἡ εἰκὼν δὲ ἔσοπτρόν ἐστι καὶ αἴνιγμα ἁρμόζον τῇ τοῦ σώματος ἡμῶν παχύτητι· πολλὰ γὰρ κάμνων ὁ νοῦς οὐ δύναται ἐκβῆναι τὰ σωματικά, φησὶν ὁ θεῖος Γρηγόριος.