ξαʹ. Καὶ ἦν ὁ ἅγιος μέσον τῶν πετρῶν στενοχωρούμενος καὶ ἐκπιεζόμενος, ἐπικαλούμενος τὸν Χριστὸν καὶ λέγων· Ἐν πέτρᾳ ὕψωσάς με, ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου· πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ· ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνας τὰ διαβήματά μου. Δέξαι τοίνυν, Μονογενές, τὸ πνεῦμά μου, ὁ εἰδὼς τὴν στενοχωρίαν μου, καὶ μὴ συγκλείσῃς με εἰς χεῖρας ἐχθρῶν. Ἦσαν γὰρ πάντα τὰ ἐντὸς αὐτοῦ διεῤῥωγότα, καὶ τῶν ὀστῶν ἡ ἁρμονία πᾶσα συντεθλασμένη, καὶ οἱ βολβοὶ τῶν ὀφθαλμῶν ἐκπεπηδηκότες ἐκ τῶν θυρίδων αὐτῶν· ἀλλὰ καὶ οὕτως ἦν ἐγκαρτερῶν ὁ τοῦ Χριστοῦ γενναῖος ἀθλητὴς, ὥσπερ ἄκμων ἀνήλατος, ἢ λίθος ἀτέραμνος, καὶ παντὸς ἀδάμαντος ἰσχυρότερος. Ποιήσαντος οὖν τοῦ ἁγίου ἐν μέσῳ τῶν πετρῶν ἡμερονύκτιον, ἐκέλευσεν ὁ παράνομος Ἰουλιανὸς διαζευχθῆναι τὰς πέτρας, προσδοκῶν αὐτὸν διεῤῥωγότα καὶ συντεθραυσμένον καὶ νεκρὸν εὑρεθήσεσθαι· ἀνεῳχθεισῶν δὲ τῶν πετρῶν, ἐξῆλθεν ὁ ἅγιος περιπατῶν, τοὺς ὀφθαλμοὺς ἔχων ἐκπεπηδηκότας, καὶ τὰς ἰδίας ἕδρας καταλιπόντας, θέαμα φρικτὸν καὶ διήγημα ξένον τῆς ἀνθρωπίνης ὑπάρχων φύσεως, ἄνθρωπος γυμνὸς, κατατεθλασμένων αὐτοῦ τῶν ὀστῶν καὶ τῶν ἁρμονιῶν συντεθραυσμένων, τὴν οἰκονομίαν τῆς ἀνθρωπίνης φύσεως ἐκ τοῦ περιέχοντος σώματος ἐξελθοῦσαν παραδεικνὺς, περιεπάτει καὶ διελέγετο, καὶ πρὸς τὸν τύραννον ἀντεφθέγγετο.