Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Μαρτύριον τοῦ ἁγίου Ἀρτεμίου

Ἰωάννης ὁ Δαμασκηνός

Το τελικό μαρτύριο και η κοίμηση του αγίου Αρτεμίου

Το μαρτύριο της σύνθλιψης κάτω από βράχους και η παράδοξη επιβίωση του αγίου. Η τελική καταδίκη σε αποκεφαλισμό, η προσευχή του, η ουράνια κλήση και η μετακομιδή του λειψάνου του στην Κωνσταντινούπολη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 7 από 8

νηʹ. Αὐτὸς δὲ ὁ ἀσεβέστατος καὶ πάντων παρανομώτατος Ἰουλιανὸς ἠγαλλιᾶτο καὶ ἔχαιρεν, καὶ γαυριῶν ἐπὶ τούτοις, ἐκέλευσε καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν τῶν Ἰουδαίων ἀνιστᾷν· καὶ τοὺς Χριστιανοὺς τῆς πόλεως ἐκβαλὼν, τοῖς Ἰουδαίοις ἔδωκε κατοικεῖν, ἀποστείλας Ἀλύπιόν τινα τοῦ μετὰ σπουδῆς τὸν ναὸν ἀνοικοδομήσασθαι. Αὐτὸς δὲ προκαθίσας ἐπὶ τοῦ βήματος ἐν τῇ καλουμένῃ Βασιλικῇ, ἐκέλευσε προσαχθῆναι τὸν μάρτυρα· προσαχθέντος δὲ τοῦ ἁγίου, ἔφη πρὸς αὐτὸν, Πάντως ἤκουσας καὶ αὐτὸς, ἀσεβέστατε Ἀρτέμιε, τὸ τόλμημα τῶν ἀσεβῶν κατὰ σὲ Χριστιανῶν, ὅπερ ἐποίησαν ἐν Δάφνῃ ἐν τῷ ναῷ τοῦ σωτῆρος Ἀπόλλωνος, καὶ ὡς ἐνέπρησαν αὐτοῦ τὸν ναὸν σὺν τοῖς ἀναθήμασιν, καὶ τὸ πάντιμον καὶ θαυμαστὸν ἄγαλμα ἐξηφάνισαν· ἀλλ᾽ οὐ χαρήσονται ἐπιτωθάζοντες καὶ χλευάζοντες τὰ ἡμέτερα· ἐγὼ γὰρ ἀποτίσω τὴν ὑπὲρ τούτου ποινὴν ἑβδομηκοντάκις ἑπτὰ, καθώς φασι τὰ ὑμέτερα λόγια.

νθʹ. Καὶ ὁ μάρτυς· Ἤκουσα ὡς θεήλατος ὀργὴ καὶ πῦρ οὐρανόθεν κατελθὼν κατέφαγε τὸν θεόν σου, καὶ αὐτοῦ τὸν ναὸν ἐνέπρησεν πάντα καὶ κατηδάφισεν· εἰ οὖν θεὸς ἦν, τί μὴ ἑαυτὸν ἐκ τοῦ πυρὸς ἐῤῥύσατο; Καὶ ὁ παραβάτης· Τάχα καὶ αὐτὸς ἔοικάς μοι, ἀνοσιώτατε, κερτομεῖν ἐπὶ τοῖσδε καὶ κατακακχάζειν, ὡς ἅτε παρὰ τοῦ Θεοῦ σου ἐκδίκησιν τινα προσδεξάμενος. Καὶ ὁ μάρτυς· Ἐγὼ πάντοτε, δυσσεβέστατε, ἐπὶ τῇ τῶν δαιμόνων πτώσει τῶν παρὰ σοῦ τιμωμένων κομπάζω καὶ χαίρω καὶ ἀγαλλιῶ· καὶ ἐπὶ πᾶσιν οἷς ὁ Χριστός μου τερατουργεῖ, τερπόμενος γέγηθα· ἐκδίκησιν δὲ τῶν εἰς ἐμὲ πραττομένων παρὰ σοῦ, ἐκεῖ δέξομαι ὅποτ᾽ ἂν τὸ πῦρ ἐκεῖνο τὸ ἀκοίμητόν σε καταλήψεται καὶ ἡ διαιωνίζουσα κόλασις· κἀνταῦθα δὲ οὐ πολὺς παρελεύσεται χρόνος, καὶ τὸ μνημόσυνόν σου μετ᾽ ἤχου ἀφανισθήσεται.

Καὶ ὁ παραβάτης· Εἰ οὖν ἀγαλλιᾷς ἐπὶ τούτοις καὶ ἐπευφραίνεις, ἀνοσιώτατε, προσθήκην ἐγώ σοι ποιήσομαι τοῦ ποθουμένου ἀγαλλιάματος. Ἀλλὰ, δυσμενέστατε, φείδομαί σου δι᾽ οἰκείαν χρηστότητα, καὶ βούλομαί σε τῆς ἀνοίας παυσάμενον, σώφρονι λογισμῷ χρήσασθαι, καὶ προσελθεῖν θύσοντα τοῖς ἀθανάτοις θεοῖς· καὶ ἀξιώματι γὰρ μεγίστῳ κεκόσμησαι, καὶ πλοῦτος ἱκανὸς ἄνωθέν σοι καὶ ἐκ προγόνων σεσώρευται, καὶ πολλά σοι τὰ τῆς ἀρετῆς πλεονεκτήματα οἱ θεοὶ παρεσκεύασαν, κἂν αὐτὸς ἀχάριστος ὤφθης περὶ αὐτούς.

ξʹ. Καὶ ὁ μάρτυς· Τί μαίνῃ, παρανομώτατε, καὶ ἀσχολῇ ἐπὶ τοῖς ὀλεθρίοις ῥήμασιν; Ἔασας τὰς βαρβαρικὰς ἐπαναστάσεις, καὶ τὸν Περσικὸν ἀνεβάλου πόλεμον, δι᾽ ὃν τὴν οἰκουμένην πᾶσαν ἐσάλευσας, καὶ εἰς ἐμὲ τὸν τοῦ Θεοῦ δοῦλον ἀσχολῇ; Δίδου ἀπόφασιν κατ᾽ ἐμοῦ οἵαν ἐθέλεις· ἐγὼ γὰρ τοῖς θεοῖς σου οὐ λατρεύω, οὔτε τοῖς σοῖς προστάγμασιν ὑποκύπτω, ἀλλὰ τῷ Θεῷ μου καθ᾽ ἑκάστην προσφέρω θυσίαν αἰνέσεως καὶ ἐξομολογήσεως· ποίει οὖν ὃ θέλεις, παρανομώτατε. Ταῦτα ὁ παραβάτης ἀκούσας καὶ πλήρης θυμοῦ γενόμενος, λατόμους καὶ λιθοξόους ἐκέλευσεν εἰσελθεῖν, καί φησι πρὸς αὐτούς· Ὁρᾶτε τὴν ἀπότομον πέτραν τὴν ἀπέναντι τοῦ θεάτρου πρὸς τὸ κάταντες τῆς πόλεως ῥέπουσαν; Ταύτην οὖν διχάσαντες, καὶ τὸ ἕτερον μέρος αὐτῆς ἀνωφερέστερον στήσαντες, τουτονὶ τὸν ἀλιτήριον ἐμβιβάσατε μέσον· καὶ τοὺς δεσμοὺς τῆς πέτρας ἐναποῤῥήξαντες, ἄφετε μετὰ ῥύμης καὶ βάρους ἐναπελθεῖν πρὸς τὸ μέρος ὅθεν δεδίχασται· καὶ τούτου μέσον εὑρισκομένου ἅπας κατὰ μικρὸν συνθλασθήσεται, καὶ τὰ ἐντὸς αὐτοῦ πάντα διαῤῥαγήσονται· ἵν᾽ εἴδῃ τίνι ἀνθίσταται, καὶ τίνι πρὸς μάχην ἐξώπλισται, καὶ τί παρὰ τοῦ Θεοῦ αὐτοῦ ὠφεληθήσεται, εἰ ἄρα δυνήσεται αὐτὸν ἐξελέσθαι ἐκ τῶν χειρῶν μου.

Τοῦ ἔργου δὲ θᾶττον λόγου περαιωθέντος ἀφῆκαν οἱ λαξευταὶ τὴν πέτραν ὡς ὁ τύραννος ἔφησεν· ἡ δὲ σὺν βάρει πολλῷ ἐπὶ τοῦ πρηνοῦς ἐνεχθεῖσα, ὅλον ἐκάλυψε τὸ σῶμα τοῦ μάρτυρος, καὶ τοσοῦτον αὐτὸν ἐξεπίεσεν, ὥστε τῶν ὀστέων αὐτῶν κατατεθραυσμένων ἦχόν τινα κροτηθῆναι φοβερόν τε καὶ βίαιον καὶ ξένον ἀνθρωπίνῃ ἀκοῇ.

ξαʹ. Καὶ ἦν ὁ ἅγιος μέσον τῶν πετρῶν στενοχωρούμενος καὶ ἐκπιεζόμενος, ἐπικαλούμενος τὸν Χριστὸν καὶ λέγων· Ἐν πέτρᾳ ὕψωσάς με, ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου· πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ· ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνας τὰ διαβήματά μου. Δέξαι τοίνυν, Μονογενές, τὸ πνεῦμά μου, ὁ εἰδὼς τὴν στενοχωρίαν μου, καὶ μὴ συγκλείσῃς με εἰς χεῖρας ἐχθρῶν. Ἦσαν γὰρ πάντα τὰ ἐντὸς αὐτοῦ διεῤῥωγότα, καὶ τῶν ὀστῶν ἡ ἁρμονία πᾶσα συντεθλασμένη, καὶ οἱ βολβοὶ τῶν ὀφθαλμῶν ἐκπεπηδηκότες ἐκ τῶν θυρίδων αὐτῶν· ἀλλὰ καὶ οὕτως ἦν ἐγκαρτερῶν ὁ τοῦ Χριστοῦ γενναῖος ἀθλητὴς, ὥσπερ ἄκμων ἀνήλατος, ἢ λίθος ἀτέραμνος, καὶ παντὸς ἀδάμαντος ἰσχυρότερος. Ποιήσαντος οὖν τοῦ ἁγίου ἐν μέσῳ τῶν πετρῶν ἡμερονύκτιον, ἐκέλευσεν ὁ παράνομος Ἰουλιανὸς διαζευχθῆναι τὰς πέτρας, προσδοκῶν αὐτὸν διεῤῥωγότα καὶ συντεθραυσμένον καὶ νεκρὸν εὑρεθήσεσθαι· ἀνεῳχθεισῶν δὲ τῶν πετρῶν, ἐξῆλθεν ὁ ἅγιος περιπατῶν, τοὺς ὀφθαλμοὺς ἔχων ἐκπεπηδηκότας, καὶ τὰς ἰδίας ἕδρας καταλιπόντας, θέαμα φρικτὸν καὶ διήγημα ξένον τῆς ἀνθρωπίνης ὑπάρχων φύσεως, ἄνθρωπος γυμνὸς, κατατεθλασμένων αὐτοῦ τῶν ὀστῶν καὶ τῶν ἁρμονιῶν συντεθραυσμένων, τὴν οἰκονομίαν τῆς ἀνθρωπίνης φύσεως ἐκ τοῦ περιέχοντος σώματος ἐξελθοῦσαν παραδεικνὺς, περιεπάτει καὶ διελέγετο, καὶ πρὸς τὸν τύραννον ἀντεφθέγγετο.

ξβʹ. Ὃν ἰδὼν ὁ παμμίαρος Ἰουλιανὸς, ἔκθαμβος ὅλος ἐγένετο, καὶ πρὸς τοὺς παρόντας ἐφθέγξατο· Ὁρᾶτε, ἔφη, θέαμα ξένον καὶ διήγημα τῆς ἀνθρωπίνης ἀλλότριον φύσεως; ἆρ᾽ οὐκ ἐπῳδὸς καὶ γόης πέφυκ᾽ ὅδε; ἆρα μή τι φάντασμα καὶ δαιμόνων ἀπατηλῶν τοῦτο τεκμήριον; Νῦν πείθομαι τὸν Εὐριπίδην σοφὸν εἶναι καὶ πολλῶν πραγμάτων ἐν ἐπιστήμῃ τυγχάνοντα, ἐν Ὀρέστῃ τάδε φιλοσοφήσαντα· Οὐκ ἔστι δεινὸν ὧδ᾽ εἰπεῖν ἔπος, Οὐδὲ πάθος οὐδὲ ξυμφορὰν θεήλατον, Ἧς οὐκ ἂν ἄρετ᾽ ἄχθος ἀνθρώπου φύσις.

Μὰ τοὺς ἀθανάτους καὶ ἀηττήτους θεοὺς, οὐκ ἤλπιζον, ἄνδρες, ἔτι τοῦτον τὸν παλαμναῖον καὶ ἀλιτήριον ἐν τοῖς ζῶσι τετάχθαι. Νῦν δὲ καὶ τῶν ἐνδοσθίων αὐτοῦ ἐκραγέντων, καὶ τῆς ἁρμονίας ἁπάσης διαλυθείσης, κινεῖται καὶ φθέγγεται. Ἀλλ᾽ οἱ θεοὶ τοῦτον ἐταμιεύσαντο εἰς πολλῶν ἀνθρώπων σωφρονισμὸν, ἵν᾽ ᾖ μορμολύκιον τοῖς τὸ κράτος αὐτῶν μὴ προσκυνοῦσι τὸ ὑπερκόσμιον. Καί φησι πρὸς τὸν μάρτυρα· Ἰδοὺ, ταλαίπωρε, καὶ ὀφθαλμῶν ἐστερήθης, καὶ τῶν μελῶν ἁπάντων ἠχρείωσαι· ποία οὖν ἔτι λείπεταί σοι ἐλπὶς πρὸς ὃν μάτην ἤλπισας; Ἀλλὰ τὴν εὐμένειαν τῶν θεῶν ἐπικάλεσαι· ἴσως ἴλεοί σοι γενήσονται, καὶ μή σε ταῖς ἐν ᾅδου κολάσεσι παραδώσουσιν.

ξγʹ. Ὁ δὲ τοῦ Χριστοῦ μάρτυς κόλασιν ἀκούσας, ἐμειδίασε· καί φησι πρὸς τὸν ἀσυμπαθῆ καὶ ἀμείλικτον τύραννον· Οἱ σοὶ θεοί με ταῖς κολάσεσιν παραδώσουσιν; καὶ πῶς ἐκεῖνοι, παμμίαρε, τὴν ἰδίαν κόλασιν μὴ ἐκφυγόντες, ἄλλοις βοηθῆσαι δυνήσονται;

Ἐκείνοις ἡτοίμασται τὸ πῦρ τὸ αἰώνιον, ἐκείνοις ὁ Τάρταρος καὶ οἱ σκώληκες, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων ὁ μηδέπω παυόμενος· μεθ᾽ ὧν καὶ αὐτὸς παραδοθήσῃ τῷ αἰωνίῳ καὶ ἀτελευτήτῳ πυρὶ, εἰς αἰῶνα κολασθησόμενος· ὅτι τὸν σταυρὸν τοῦ Θεοῦ κατεπάτησας, καὶ τὸ αἷμα τὸ τίμιον ὃ ὑπὲρ ἡμῶν ἐξέχεεν, κοινὸν ἡγήσω, ἐνυβρίσας τὸ Πνεῦμα τῆς χάριτος ἐν ᾧ ἡγιάσθης, δαίμοσιν ὀλεθρίοις πειθόμενος.

Ἐμοὶ δὲ ὑπὲρ τούτου τοῦ μικροῦ καμάτου καὶ τῆς εὐτελοῦς τιμωρίας ἧς μοι προσήνεγκας, πολλὰ ἀνταποδοθήσεται ἔπαθλα καὶ στέφανοι νικητήριοι, οὓς ἀναδήσομαι εἰς τὸν ἀκήρατον νυμφῶνα μετὰ Χριστοῦ ἀνακλιθησόμενος, καὶ ταινιώσει μου τὴν κεφαλὴν ὁ Δεσπότης Χριστὸς ὑπὲρ τὸ ἐφήμερον στέφος, ὅπερ σὺ περιδέδεσαι. Ἀλλὰ τί μοι ταῦτα πρὸς σὲ τὸν ἀσεβῆ καὶ ἀλάστορα τύραννον; ἀπόστηθι ἀπ᾽ ἐμοῦ, παρανομώτατε καὶ πάντων ἀνθρώπων ἀνοσιώτατε· δίδου ἀπόφασιν κατ᾽ ἐμοῦ ὁποίαν ἐθέλεις, καὶ οἵαν ὁ Σατανᾶς ὁ κατοικῶν ἐν τῇ ψυχῇ σου ἐμβάλῃ σοι· ἐγὼ γὰρ τῷ σῷ θελήματι ἀντιτάσσομαι, καὶ τοῖς προστάγμασί σου οὐχ ὑποκύπτω. Ποίει οὖν ὃ θέλεις, παρανομώτατε.

ξδʹ. Ταῦτα ὁ παραβάτης καὶ τοῦ Θεοῦ ἀλλότριος Ἰουλιανὸς ἀκούσας παρὰ τοῦ μάρτυρος, ἀπεφήνατο κατ᾽ αὐτοῦ ταυτηνὶ τὴν ἀπόφασιν· Ἀρτέμιον τὸν τοὺς θεοὺς ἐνυβρίσαντα, καὶ τοὺς Ῥωμαϊκούς τε καὶ ἡμετέρους καταπατήσαντα νόμους, Χριστιανόν τε αὑτὸν ἀντὶ Ῥωμαίου καὶ Ἕλληνος καθομολογήσαντα, καὶ ἀντὶ δουκὸς καὶ αὐγουσταλίου Γαλιλαῖον ἑαυτὸν ὀνομάσαντα, τῇ τελευταίᾳ τοῦ θανάτου παραδεδώκαμεν ψήφῳ, τὴν μιαρὰν αὐτοῦ κεφαλὴν ξίφει ἐκκοπῆναι κελεύσαντες. Ταύτην οὖν τὴν ἀπόφασιν ὁ τοῦ Χριστοῦ μάρτυς δεξάμενος, ἐξελήλυθε τοῦ βήματος μετὰ τῶν ἀπαγόντων αὐτὸν στρατιωτῶν, χαίρων καὶ ἀγαλλιώμενος, ὑμνολογῶν καὶ δοξάζων τὸν βασιλέα Χριστόν. Φθάσαντες δὲ τὸν τόπον εἰς ὃν ἔμελλεν ὁ τοῦ Χριστοῦ στρατιώτης καὶ μάρτυς τὴν τελείωσιν δέξασθαι, ἔφη πρὸς τοὺς ἀπάγοντας αὐτὸν στρατιώτας· Ἀδελφοὶ, παρακαλῶ ὑμᾶς, ἔνδοτέ μοι μικρὸν τοῦ προσεύξασθαι· οἱ δὲ πρὸς αὐτὸν εἶπον· Ὡς ἔστι σοι καταθύμιον, ποίησον. Καὶ στραφεὶς ὁ ἅγιος κατὰ ἀνατολὰς, καὶ τὰς χεῖρας εἰς οὐρανοὺς ἐφαπλώσας, ηὔξατο οὕτως· ξεʹ.

Εὐχαριστῶ σοι, Δέσποτα Σῶτερ τῶν ἐν ἀληθείᾳ ἐπικαλουμένων τὸ ὄνομά σου, ὅτι ἐνίσχυσάς με τὸν ἀνάξιον δοῦλόν σου καταπατῆσαι τὰ κέντρα τοῦ διαβόλου, καὶ συντρίψαι τὰς αὐτοῦ παγίδας ἃς ἔθετο ὑποκάτωθεν τῶν ποδῶν μου, καὶ καταισχῦναι τὸν ἀποστάτην Ἰουλιανὸν τὸν ἀποσκιρτήσαντα τῆς σῆς δεσποτείας, καὶ προσκολληθέντα τῷ διαβόλῳ καὶ τοῖς μισοῦσί σε· τὸν καταπατήσαντα τοὺς νόμους τοὺς ἁγίους σου, καὶ βεβηλώσαντα τὰ ἔνθεά σου προστάγματα· εὐχαριστῶ σοι, φιλάνθρωπε, ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπείνωσίν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, ἀλλ᾽ ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου, καὶ κατεύθυνας τὰ διαβήματά μου. Εὐχαριστῶ σοι, μονογενὲς Λόγε τοῦ Πατρὸς, ὅτι ἠξίωσάς με τοῦ βραβείου τῆς ἄνω κλήσεως, καὶ τοῦ χοροῦ τῶν ἁγίων σου, καὶ ἐτελείωσάς με ἐν τῇ ὁμολογίᾳ σου, καὶ κατῄσχυνας τοὺς ἐπανισταμένους ἐπ᾽ ἐμέ· καὶ νῦν ἐπικαλοῦμαί σε, Δέσποτα, ἔπιδε ἐπ᾽ ἐμὲ καὶ ἐπὶ τοῖς ῥήμασί μου τοῖς ταπεινοῖς, καὶ δὸς ἀναψυχὴν τῇ κληρονομίᾳ σου, ὅτι ἠσθένησεν καὶ οὐ κατηρτήσω αὐτήν.

Ἰδοὺ γὰρ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν. Ἐπὶ τὸν λαόν σου κατεπανουργήσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. Εἶπον γάρ· Δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα τοῦ Χριστοῦ ἔτι. Ταῦτα κομπάζει Ἰουλιανός· ταῦτα θρασύνεται· ταῦτα ἀπειλᾷ τῷ λαῷ σου καὶ τῇ κληρονομίᾳ σου ὑπὲρ ἧς τὸ σὸν αἷμα ἐξέχεας. Ἰδοὺ γὰρ τὰ θυσιαστήριά σου κατεσκάφησαν, καὶ τὸ ἁγίασμά σου ἐμπέπρησται, καὶ ἡ εὐπρέπεια τοῦ οἴκου σου ἐξηφάνισται, καὶ τὸ αἷμα τῆς διαθήκης σου ἐξουδένωται, διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ τὰς βλασφημίας ἃς ἐξέχεεν Ἄρειος κατὰ σοῦ τοῦ Μονογενοῦς καὶ τοῦ ἁγίου σου Πνεύματος, ἀλλοτριῶν σε τῆς τοῦ Πατρὸς ὁμοουσιότητος καὶ ἀποξενῶν σε τῆς αὐτοῦ φύσεως, κτίσμα σε ἀποκαλῶν τὸν δημιουργὸν πάσης τῆς κτίσεως, καὶ ὑπὸ χρόνον τιθεὶς τὸν τοὺς αἰῶνας δημιουργήσαντα· φάσκων οὑτωσί· Ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός· βουλήσεως καὶ θελήσεως Υἱόν σε ἀποκαλῶν ὁ παρανομώτατος.

Ἀλλ᾽ ἐκεῖνος μὲν ὁ δυσσεβὴς εὗρεν τοῦ ἰδίου στόματος καὶ τῆς ἀδίκου γλώττης τὰς ἀμοιβὰς, εἰ καὶ αἱ βλασφημίαι αὐτοῦ μένουσι, καρποφοροῦσαι αὐτῷ τὴν αἰώνιον καὶ ἀτελεύτητον κόλασιν. Σὺ δὲ, μακρόθυμε, στῆσον τὴν καθ᾽ ἡμῶν τυραννίδα, καὶ σβέσον τὸν θυμόν σου τὸν δίκαιον καὶ τὴν ὀργὴν ἣν ἡμεῖς ἐξεκαύσαμεν, ἐν τῷ παροργίζειν σε, Κύριε· θραῦσον τῆς εἰδωλολατρείας τὰ ὀχυρώματα· σβέσον τοὺς βωμοὺς τῶν εἰδώλων, καὶ τὴν κνίσσαν τῶν ἀκαθάρτων αἱμάτων κατάπαυσον· ἵνα σοι θυσία καθαρὰ καὶ ἀναίμακτος προσάγηται ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου· ἵνα σου δοξάζηται τὸ πανάγιον ὄνομα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν τε καὶ ἀεὶ καὶ εἰς τοὺς ἅπαντας αἰῶνας τῶν αἰώνων.

Ἀμήν. ξϛʹ. Καὶ κλίνας τὰ γόνατα τρίτον, καὶ προσκυνήσας κατὰ ἀνατολὰς, προσηύξατο πάλιν λέγων· Θεὲ ἐκ Θεοῦ, μόνε ἐκ μόνου, Βασιλεῦ ἐκ βασιλέως, ὁ ἐν οὐρανοῖς ὣν καὶ καθεζόμενος ἐκ δεξιῶν τοῦ σε γεννήσαντος Θεοῦ καὶ Πατρὸς, ὁ ἐπὶ γῆς πολιτευσάμενος διὰ τὴν πάντων ἡμῶν σωτηρίαν· ὁ στέφανος τῶν ὑπὲρ σοῦ εὐσεβῶς ἀθλούντων, ἐπάκουσόν μου τοῦ ταπεινοῦ καὶ ἀναξίου δούλου σου, καὶ μετ᾽ εἰρήνης δέξαι μου τὴν ψυχὴν, καὶ ἀνάπαυσον αὐτὴν μετὰ τῶν ἁγίων τῶν ἀπ᾽ αἰῶνός σοι εὐαρεστησάντων καὶ δοξασάντων τὸ ὄνομά σου τὸ ἅγιον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν τε καὶ ἀεὶ καὶ εἰς τοὺς ἅπαντας αἰῶνας τῶν αἰώνων.

Ἀμήν. Καὶ ἐγένετο αὐτῷ ἐξ οὐρανοῦ φωνὴ λέγουσα· Ἀρτέμιε, εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ χάρις τῶν ἰαμάτων σοι δεδώρηται· σπεῦδε τοίνυν τὸν δρόμον σου, καὶ τὸν ἀγῶνα τελείωσον· εἴσελθε μετὰ τῶν ἁγίων, καὶ ἀπολάμβανε τὸ βραβεῖον τὸ ἡτοιμασμένον τοῖς ἁγίοις, καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ. Ὁ δὲ παράνομος βασιλεὺς πεσεῖται ἐν Περσίδι, σφάγιον γενησόμενον τοῖς ἀκαθάρτοις δαίμοσιν οὓς ἐθεράπευεν καὶ οὓς ἐτίμα, τοιαύτην ἀντιμισθίαν παρ᾽ αὐτῶν κομισάμενος, καὶ βασιλεύσει ἕτερος ἀντ᾽ αὐτοῦ χριστιανικώτατος καὶ θεοφιλέστατος, καταθραύων καὶ κατασπῶν πάντα τὰ τῶν εἰδώλων σεβάσματα. Ὁ δὲ λαὸς τοῦ Θεοῦ εὐφρανθήσεται, καὶ πᾶσαι Ἐκκλησίαι ἐλευθερωθήσονται τῆς εἰδωλομανίας, καὶ βαθεῖα εἰρήνη τὴν οἰκουμένην ἅπασαν καταλήψεται, καὶ τὸ ὄνομα τοῦ Χριστοῦ ὑψωθήσεται καὶ μεγαλυνθήσεται ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης. Οὐ γὰρ ἔτι ἀρεῖ κεφαλὴν ἡ εἰδωλολατρεία, οὐδ᾽ οὐ μὴ σχῇ χώραν ὁ Σατανᾶς, τοῦ τὸν θεμέλιον τῆς Ἐκκλησίας ἀναμοχλεῦσαι πύλαι γὰρ ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.

ξζʹ. Ταῦτα παρὰ τῆς θείας φωνῆς ἐνωτισθεὶς ὁ Μακάριος, καὶ πληροφορίαν λαβὼν τῶν μελλόντων πραγμάτων γενήσεσθαι, εὐχαρίστησέ τε τῷ Θεῷ, καὶ χαρᾶς καὶ εὐφροσύνης γενόμενος ἔμπλεως, ἔκλινε τὸν αὐχένα· καὶ προσελθὼν εἷς τῶν στρατιωτῶν, ἀπέτεμεν τὴν ἁγίαν αὐτοῦ κεφαλὴν, εἰκάδα ἐπέχοντος τοῦ Ὀκτωβρίου μηνὸς, ἐν ἡμέρᾳ ἕκτῃ τῇ καλουμένῃ Παρασκευῇ. Οὗ τὸ μακάριον καὶ ἅγιον σῶμα ἐξῃτήσατο παρὰ τοῦ βασιλέως Ἰουλιανοῦ γυνή τις πιστὴ, ὀνόματι Ἀρίστη, διάκονος ὑπάρχουσα τῆς ἐν Ἀντιοχείᾳ Ἐκκλησίας· καὶ ἐπέτρεψε δοθῆναι αὐτῇ· ἣ καὶ ποιήσασα γλωσσόκομον καὶ σμυρνίσασα τὸ ἅγιον αὐτοῦ καὶ μακάριον σῶμα, καὶ πολυτίμοις ἀρώμασι καὶ μύροις εὐωδιάσασα, κατέθετο ἐν τῷ γλωσσοκόμῳ, καὶ ἀνέπεμψεν ἐν τῇ πανευδαίμῳ Κωνσταντίνου πόλει, ἐν τόπῳ ἐπισήμῳ καταθεμένη, ὡς βουλομένη οἶκον ἄξιον τοῦ ἁγίου μεγαλομάρτυρος Ἀρτεμίου, πρὸς τὸ σύναξιν ἐπιτελεῖσθαι εἰς μνημόσυνον τῆς ἀοιδίμου μαρτυρίας αὐτοῦ. Ταῦτα ἐπράχθη ἐν Ἀντιοχείᾳ τῇ μεγίστῃ πόλει Συρίας, ἐπὶ Ἰουλιανοῦ Καίσαρος, τοῦ ἐπικληθέντος Παραβάτου, ἀνθυπατεύοντος Δουλκιτίου, καὶ τὴν ὕπαρχον διεπόντος ἀρχὴν Σαλουστίου· ἐν τόπῳ καλουμένῳ Δάφνῃ, βασιλευόντος ἐφ᾽ ἡμᾶς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.