Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Μαρτύριον τοῦ ἁγίου Ἀρτεμίου

Ἰωάννης ὁ Δαμασκηνός

Προοίμιο και ιστορικό πλαίσιο της βασιλείας του Μεγάλου Κωνσταντίνου

Εισαγωγή του συγγραφέα για τις δυσκολίες καταγραφής των μαρτυρολογίων και ιστορική αναδρομή από την επικράτηση του Χριστιανισμού και την Α΄ Οικουμενική Σύνοδο έως τον θάνατο του Μεγάλου Κωνσταντίνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 8

ΥΠΟΜΝΗΜΑ ΗΓΟΥΝ ΕΞΗΓΗΣΙΣ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΑΡΤΕΜΙΟΥ ΣΥΛΛΕΓΕΝ ΑΠΟ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΦΙΛΟΣΤΟΡΓΙΟΥ ΚΑΙ ΑΛΛΩΝ ΤΙΝΩΝ ΠΑΡΑ ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ. αʹ. Τὰ τοῦ μεγάλου καὶ ἐνδόξου μάρτυρος Ἀρτεμίου διηγεῖσθαι μέλλων ἀνδραγαθήματα, καὶ τὴν ἄθλησιν, τήν τε ἄνωθεν αὐτοῦ καὶ ἐκ προγόνων οὖσαν εὐγένειαν, ὦ ἱερὰ πανήγυρις καὶ θεοσύλλεκτον σύστημα, αὐτὸν ἐκεῖνον ἐπικαλοῦμαι τὸν μάρτυρα, καὶ τὴν ἐπισκιάζουσαν αὐτῷ χάριν τοῦ Πνεύματος, συλλήπτορά μοι γενέσθαι τοῦ λόγου καὶ συνεπίκουρον· καὶ αὐτοὺς ὑμᾶς ἐν παρακλήσει ποιοῦμαι τῶν ὑμετέρων εὐχῶν προσδεόμενος, ἵν᾽ εὔοδόν μοι καὶ ἀπρόσκοπον γένηται τουτὶ τὸ ἐγχείρημα, καὶ κατευθύνον πρὸς ἥνπερ ἐξώρμησα τοῦ μαρτυρίου αὐτοῦ καὶ τῆς ὁμολογίας διήγησιν. Καὶ μήτις μοι ταῦτα ἐγχειροῦντι ἐπιμεμφέσθω, ἀφορῶν εἰς τὸ πρῶτον καὶ ἀρχαῖον τοῦ θαυμασίου τούτου καὶ ἀοιδίμου ἀνδρὸς ὑπόμνημα· ὁ γὰρ ἐκεῖνο συντάξας, ὡς ὁ τότε καιρὸς ἀπῄτει, καὶ ὡς εἶχε δυνάμεως, ἔγραψε, πολλῷ θορύβῳ καὶ ταραχῇ τῶν τότε πραγμάτων συνεχομένων. Οὐ μὲν οὖν οὐδὲ αὐτός τις ἦν τῶν περιεσκεμμένων τε καὶ περὶ λόγους ἐσπουδακότων, ἀλλ᾽ ἁπλοῦς τις καὶ ἀπέριττος μόνης τῆς ἀληθείας πεφροντικὼς, καὶ τὸ λέγειν ὅπως οὖν στοχαζόμενος· καὶ κατὰ τὴν παροιμίαν, ἄκρῳ δακτύλῳ τῆς ἱερᾶς τῶν λόγων παιδείας ἁψάμενος.

βʹ. Ὥσπερ οὖν οὐδὲ αὐτὸς ἐγὼ ἀρκούντως ἔχω καὶ ἱκανῶς πρὸς τὴν τοῦ λόγου διήγησιν, κἂν ὁ πόθος τοῦ μάρτυρος καθέλκει καὶ τυραννεῖ μου τὸν λογισμὸν καὶ πρὸς τὸ λέγειν βιάζεται, ἐπαινετὸς μέντοι τῆς προθυμίας καὶ τῆς περὶ τὸν μάρτυρα πίστεως, ὅτι κἂν ὁπωσοῦν ἐτόλμησεν ἅψασθαι τῆς περὶ τὸ μαρτύριον αὐτοῦ διηγήσεως, μάλιστα τοῦ ἀποστάτου καὶ ἀσεβοῦς Ἰουλιανοῦ παραγγείλαντος τοῖς ἁλισκομένοις ἐπὶ τὸ τοῦ Χριστοῦ μαρτύριον μήτε ὑπόμνημα, μήτε ἄλλην τὴν οἱανοῦν ποιεῖσθαι ἀναγραφὴν, καθὼς οἱ πρότερον βασιλεῖς ἐνομοθέτησαν, ἀλλὰ τοὺς πλείονας αὐτῶν ἀναπολογήτους ἀπόλλυσθαι· τούτου τοῦ παραγγέλματος πανταχόσε καταφοιτήσαντος, ἐκολάζοντο μὲν οἱ τὸν Χριστὸν ὁμολογοῦντες· κατὰ δὲ τὸ κρατοῦν ἔθος, οὐδεὶς τῶν ἐκ τοῦ δήμου κομενταρισίων, ἢ τῶν λεγομένων ταχυγράφων, πρόνοιαν ἐποιεῖτο τοῦδε τοῦ παραγγέλματος. Ἐσπούδαζε γὰρ ὁ παράνομος καὶ αὐτὴν τῶν μαρτύρων ἐξαφανίσαι τὴν εὔκλειαν. Μόλις οὖν τινες ἐν ζοφεροῖς τισι καὶ ἀλαμπέσι τόποις κατακρυπτόμενοι, τοιούτων ἐφάπτεσθαι ἐτόλμων ὑπομνημάτων, τὴν τοῦ κρατοῦντος δεδιττόμενοι ἀγριότητα.

Πολλαὶ μὲν οὖν μυριάδες ἀνὰ πᾶσαν τὴν οἰκουμένην τῶν Χριστιανῶν κατεφθείροντο, μηδὲ μιᾶς τινος κατὰ τὸ κρατοῦν ἔθος ἀξιούμενοι ἐρωτήσεως· ἀλλὰ τοῦτο μὲν οὐδὲν παρέβλαψε τοὺς ἀθλητὰς τοῦ Χριστοῦ, τὸ μὴ τυχεῖν ὑπομνήματος· ὧν γὰρ τὰ ὀνόματα ἐν οὐρανοῖς Θεὸς ἀπεγράφετο, οὐδεμία τις ἦν χρεία τῶν παρ᾽ ἀνθρώποις ὑπομνημάτων. Ἀλλὰ περὶ μὲν τούτων ἅλις.

γʹ. Ἐγὼ δὲ, ὦ ἱερὰ πανήγυρις, καὶ Χριστοῦ λαὸς θεοσύλλεκτος, ἔθνος ἅγιον καὶ βασίλειον ἱεράτευμα, πολλοῖς ἐντυχὼν συγγράμμασι, καὶ μάλιστα τῶν τὰς ἱστορίας καὶ πράξεις τῶν βασιλέων συνταξαμένων, ἔπειτα δὲ καὶ τῶν περὶ τὴν ἐκκλησιαστικὴν ἱστορίαν σπουδασάντων, καὶ τὸ τοῦ μάρτυρος εὑρὼν ὄνομα ὧδε κἀκεῖσε διαθρυλλούμενόν τε καὶ περιφερόμενον, καὶ ἄνδρα περιφανῆ τε καὶ διαβόητον πάντων αὐτὸν ὁμολογούντων, οὐκ ᾠήθην ταῦτα τῆς λήθης ἐνθάψαι βυθοῖς, ἀλλ᾽ εἰς τὸ φανερὸν ἀγαγεῖν, καὶ ὑμῶν προθῆναι ταῖς ἀκοαῖς ὡς φιλοχρίστοις τε οὖσι καὶ φιλομάρτυσιν· ἵνα μὴ ἐν ὀλίγαις τισὶ συλλαβαῖς τὰ τηλικαῦτα ἐπηλυγάζωνται τοῦ θείου μάρτυρος πλεονεκτήματα· ἅμα τε καὶ ὑμῶν κατευφράναι σπεύδων τᾶς ἀκοὰς, ἔκ τε τῶν τῆς ἱστορίας διηγημάτων, καὶ τῶν ἀρτίως ἀναφανέντων τοῦ μάρτυρος ἀνδραγαθημάτων.

δʹ. Πολλοὶ μὲν οὖν τῶν τὰς ἱστορίας γραψάντων τοῦ ἀοιδίμου τούτου ἀνδρὸς ἐμνημόνευσαν, Εὐσέβιός τε ὁ Παμφίλου ὀνομαζόμενος, καὶ Σωκράτης ὁ τῆς Ναυάτου αἱρέσεως, καὶ Φιλοστόργιος ὁ τῆς Εὐνομίου καὶ αὐτὸς ὑπάρχων αἱρέσεως, Θεοδώρητός τε καὶ ἄλλοι πλείονες. Ὧν ὁ μὲν Εὐσέβιος ἐν τοῖς χρόνοις τοῦ μεγάλου Κωνσταντίνου ὤν τε καὶ γνωριζόμενος, καὶ τῶν τότε ἐπισκόπων ὑπάρχων ὁ λογιώτατος, παρεισάγει τὸν μάρτυρα τῆς συγκλήτου βουλῆς ἕνα τυγχάνοντα, καὶ γνώριμον ἐς τὰ βασιλέως ὑπάρχοντα, καὶ τῆς περὶ τὸν Κωνστάντιον τὸν αὐτοῦ υἱὸν ἑταιρίας, εἴτ᾽ οὖν φιλίας, σπουδαστὴν ἀκριβέστατον.

Φαίνεται γὰρ ὁ Μακάριος μηδὲ πώποτε τῆς πρὸς τὸν Κωνστάντιον φιλίας ἀποσπασάμενος, τὸ ἔνδοξον αὐτοῦ καὶ μεγαλουργὸν ὑποφαίνων τῆς φύσεως· ὁ δέ γε Φιλοστόργιος, εἰ καὶ διάπυρος ἐραστὴς τῆς Εὐνομίου ὑπάρχει αἱρέσεως, ἀλλ᾽ ὅμως ὑπὲρ πάντας ἐκθειάζει τὸν μάρτυρα, πολλήν τινα τὴν ἔνστασιν καὶ ἀκρίβειαν τῶν αὐτοῦ πράξεων ποιησάμενος, ἐκ τῶν ἄνωθεν χρόνων τὴν τῷ μάρτυρι προσοῦσαν εὐγένειαν ὑποσημηνάμενος, καὶ πρὶν ἢ τῶν τοῦ μαρτυρίου ἀγώνων ἐφάψασθαι. Ἄρξομαι τοίνυν κἀγὼ τῆς κατ᾽ αὐτὸν ἱστορίας, ὡς αἱ παλαιῶν διαγορεύουσιν δέλτοι.

εʹ. Τῆς εἰδωλολατρείας ἄρτι καταπαυθείσης, καὶ τῆς τῶν δαιμόνων ἀπάτης κατασβεσθείσης, ἐκ τῆς γενομένης φιλανθρωπίας παρὰ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ περὶ τὸν μακάριον καὶ ἀοίδιμον Κωνσταντῖνον, τὸν ὑπέρλαμπρον καὶ εὐσεβῆ βασιλέα, τὸν τοῦ Κώνσταντος υἱὸν καὶ τῆς μακαρίας Ἑλένης, ὅπως τε αὐτὸν ἐκ τῆς ματαίας τῶν εἰδώλων πλάνης ἀνεκαλέσατο, καὶ τῆς τοῦ ζωοποιοῦ σταυροῦ ἐν οὐρανῷ ἐπιδείξεως, πῶς τε τῶν ἐχθρῶν καὶ παρανόμων βασιλέων περιεγένετο διὰ τῆς τοῦ τιμίου σταυροῦ ἐνεργείας τε καὶ δυνάμεως, καὶ πῶς τὸ Χριστιανῶν θεοφιλὲς ὑψώθη κέρας, ὑπὸ τῆς αὐτοῦ προθυμίας καὶ πίστεως, συγκροτούμενόν τε καὶ συναυξανόμενον, ὥστε τὸ τοῦ Χριστοῦ κήρυγμα πᾶσαν πληρῶσαι τὴν οἰκουμένην, καθαιρεθῆναι δὲ πάντας τοὺς βωμοὺς τῶν εἰδώλων καὶ ξόανα καὶ ναοὺς ἅπαντας, ὅποι ποτὲ γῆς ἐτύγχανον, ἀνοικοδομεῖσθαι δὲ τὰς τοῦ Θεοῦ ἐκκλησίας, ἃς οἱ μισόχριστοι καὶ δυσσεβεῖς βασιλεῖς κατηνάλωσαν.

ϛʹ· Τούτων οὖν γινομένων, οὐκ ἤνεγκεν τὴν τοσαύτην μεταβολὴν ὁ τοῖς καλοῖς βασκαίνων διάβολος, ἀλλ᾽ ἤγειρε ζάλην καὶ τάραχον διὰ τῶν αὐτοῦ οἰκείων ὑπασπιστῶν. Ἄρειος γὰρ ὁ τῆς μανίας ἐπώνυμος, τῆς ἐν Ἀλεξανδρείᾳ Ἐκκλησίας ὑπάρχων πρεσβύτερος, δεινῶς τε ταύτην ἐτάραξε, δόγμα κινήσας παράνομον καὶ πάσης βλασφημίας ἀνάμεστον.

Ἔφασκε γὰρ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν προαιώνιον, κτίσμα εἶναι, καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀλλότριον. Διά τοι ταῦτα ἡ ἐν Νικαίᾳ τῶν ἁγίων τριακοσίων δεκαοκτὼ Πατέρων ἀθροίζεται σύνοδος, καὶ τὸν Ἄρειον καθελοῦσα, τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κηρύττει τοῦ Πατρὸς ὁμοούσιον. Ἀλλὰ ταῦτα μὲν αἵ τε τῶν ἔξωθεν ἱστορίαι διαγορεύουσιν, οὐκ ὀλίγοι δὲ τῶν ἡμετέρων διηκρίβωσάν τε καὶ κατετράνωσαν ἐμοὶ δὲ περὶ ταῦτα διατρίβειν ὁ νῦν οὐχ ἁρμόσει καιρὸς, ἄλλης περὶ τούτων δεομένης ἀκριβεστέρας σχολῆς τε καὶ διασκέψεως. Τὰ δὲ νῦν τὸ φθάσαν αὐτὸν τοῦ βίου τέλος διηγήσομαι.

ζʹ. Ὁ γοῦν φιλόχριστος βασιλεὺς Κωνσταντῖνος εἰς τὸ πρῶτον καὶ τριακοστὸν ἔτος προελθὼν τῆς αὐτοῦ βασιλείας, καὶ τοῦ δευτέρου ἐπιβὰς, ἐπειδὴ ἐπύθετο τοὺς Πέρσας εἰς πόλεμον ἐπ᾽ αὐτὸν παρασκευαζομένους, ἄρας ἐκ τῆς ἑαυτοῦ πόλεως, ἄχρι τῆς Νικομηδείας ὤφθη τῶν Βιθυνῶν· ἔνθα καὶ τελευτᾷ τὸν βίον ἐξ ἐπιβουλῆς τῶν ἑαυτοῦ ἀδελφῶν, φάρμακον αὐτῷ δηλητήριον ἐκχεαμένων, ἀστέρος, ὥς φασι, κομήτου τὸν θάνατον αὐτοῦ προμηνύσαντος.

Ἦσαν δὲ τῷ Κωνσταντίνῳ ἀδελφοὶ πρὸς πατρὸς οἵδε, Δαλμάτιος, Ἀναβαλλιανὸς, καὶ Κωνστάντιος· αὐτὸς γὰρ ἐξ Ἑλένης μόνος ἦν τῷ πατρὶ Κώνσταντι ἔτι ἰδιοτεύοντι· ἐκ δὲ τῆς θυγατρὸς Μαξιμιανοῦ, τοῦ Ἑρκουλλίου ἐπονομαζομένου, Θεοδώρας, ἕτεροι γεγόνασιν αὐτῷ παῖδες· ὅ τε προῤῥηθεὶς Δαλμάτιος, καὶ Ἀναβαλλιανὸς, καὶ Κωνστάντιος· οὓς καὶ Καίσαρας ὁ Κωνσταντῖνος καὶ νοβελλησίμους ἐτίμησε. Τούτων ὁ Κωνστάντιος ἐκ τῆς συναφθείσης αὐτῷ γαμετῆς γεννᾷ Γάλλον τε καὶ Ἰουλιανὸν τὸν παραβάτην ἐπικληθέντα, διὰ τὸ τὸν Χριστὸν ἐξομόσασθαι, καὶ πρὸς τὴν Ἑλληνικὴν ἀποκλῖναι θρησκείαν· ὃς καὶ τὸν μέγαν τοῦ Χριστοῦ μάρτυρα καὶ πολύαθλον Ἀρτέμιον ἐν τῷ βασιλεύειν αὐτὸν ἐκόλασε, διὰ τὴν εἰς Χριστὸν πίστιν καὶ τὸν ζῆλον τὸν ἔνθεον. Ἀλλὰ ταῦτα μὲν ὕστερον καὶ μετὰ χρόνου γεγόνασιν.

ηʹ. Ἐγὼ δὲ τὰ πεπραγμένα τοῖς ἄνω χρόνοις διηγησάμενος, ἐπὶ τὰ συμβάντα τῷ μάρτυρι πάλιν τρέψω τὸν λόγον· πῶς τε ὁ παράνομος καὶ παραβάτης Ἰουλιανὸς καὶ τίνι τρόπῳ ἐπὶ τὸ τῆς βασιλείας ἦλθεν ἀξίωμα· καὶ πῶς ὁ τοῦ Χριστοῦ μάρτυς Ἀρτέμιος εἰς τὸ τῆς Χριστοῦ ὁμολογίας πανίερον ἔδραμε στάδιον. Ἄρτι τοῦ μεγάλου Κωνσταντίνου τελευτήσαντος, ἡ τῶν Ῥωμαίων ἀρχὴ εἰς τρεῖς διῃρέθη ἀρχὰς, τῶν υἱῶν αὐτοῦ, Κωνσταντίνου, Κωνσταντίου τε καὶ Κώνσταντος, ταύτας μερισαμένων.

Καὶ τῷ μὲν πρώτῳ Κωνσταντίνῳ αἱ ἄνω Γαλλίαι καὶ τὰ ἐπέκεινα Ἄλπεων, αἵ τε Βρετανικαὶ νῆσοι, καὶ ἕως τοῦ ἑσπερίου ὠκεανοῦ κλῆρος ἐδόθησαν· τῷ δέ γε Κώνσταντι, ὡς ὑστάτῳ, αἱ κάτω Γαλλίαι, ἤγουν ἡ Ἰταλία καὶ αὐτὴ Ῥώμη. Ὁ δὲ Κωνστάντιος ὁ δεύτερος τῶν Κωνσταντίνου υἱῶν, ὃς ἦν ἐπὶ τῶν τῆς ἑῴας τότε πραγμάτων πρὸς τοὺς Πέρσας ἀγωνιζόμενος, τὸ τῆς ἑῴας ἀσπάζεται μέρος· καὶ τότε Βυζάντιον μετονομασθὲν εἰς Κωνσταντινούπολιν, καὶ νέαν Ῥώμην, ποιεῖται βασίλειον, καὶ ἀπὸ τοῦ Ἰλλυρικοῦ μέχρι τῆς Προποντίδος ὁπόσα ὑπήκοα Ῥωμαίοις, τήν τε Συρίαν καὶ Παλαιστίνην καὶ Μεσοποταμίαν καὶ Αἴγυπτον, καὶ τὰς νήσους ἁπάσας, τῇ αὐτοῦ βασιλείᾳ καὶ πολιτείᾳ ὑποτελῆ καθίστησιν.