Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Μαρτύριον τοῦ ἁγίου Ἀρτεμίου

Ἰωάννης ὁ Δαμασκηνός

Η άνοδος του Ιουλιανού του Παραβάτη και οι διωγμοί στην Αντιόχεια

Η εξέγερση του Ιουλιανού, ο θάνατος του Κωνσταντίου και η επαναφορά της ειδωλολατρίας. Οι πρώτες διώξεις στην Αντιόχεια και η θαρραλέα ομολογία των πρεσβυτέρων Ευγενίου και Μακαρίου με αναίρεση των ελληνικών μύθων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 8

ιθʹ. Ὁ μὲν οὖν μέγας Ἀρτέμιος ἐπὶ τὴν Αἴγυπτον ἐπορεύετο, τὴν τοῦ δουκὸς ἀξίαν ἀμφιασάμενος· ὁ δὲ Κωνστάντιος ἄρας ἀπὸ τῆς Κωνσταντινουπόλεως, τὴν ἐπὶ τῆς Συρίας ἐποιεῖτο ὁδὸν, καὶ φθάσας τὴν μεγαλόπολιν Ἀντιόχειαν, αὐτοῦ κατασκηνοῖ, τὸν πρὸς τοὺς Πέρσας ἑτοιμαζόμενος πόλεμον. Αὐτοῦ δὲ χρονοτριβήσαντος ἐν τῇ πόλει καὶ τὸν στρατὸν ἐξαρτύοντος, ἀφίκετο γράμματα πρὸς αὐτὸν δηλοῦντα τὴν τοῦ Ἰουλιανοῦ ἐπανάστασιν. Ὁ γὰρ Ἰουλιανὸς, ὡς δεδήλωταί μοι καὶ πρόσθεν, ἡνίκα τὸν περὶ τούτων ἐποιούμην λόγον, ἐπὶ φυλακῇ τῶν Ἑσπερίων εἰς τὰς Γαλλίας ὑπὸ τοῦ Κωνσταντίου Καῖσαρ ἀποδειχθεὶς, αὐτὸς ἐπὶ πλεῖον ἐν τῷ τοῦ Καίσαρος σχήματι εἶναι μὴ ἀνασχόμενος, τό τε διάδημα περιτίθεται, καὶ τῆς μείζονος ἀνθάπτεται βασιλείας. Ἐπεὶ δὲ ἀντελάβετο τῶν πραγμάτων, οὐκέτι μικρὸν οὐδὲν ἐνενόει, οὐδὲ διαμέλλειν ἐγίγνωσκε δεῖν· ἀλλὰ τὴν Εὐρώπην τέως ὑφ᾽ ἑαυτῷ ποιήσασθαι πᾶσαν ἐθέλων ὁπόση Ῥωμαίοις ὑπακούει, τῷ στρατῷ συνταξάμενος διὰ Γερμανῶν ἐπὶ τὸν Ἴστρον ἐχώρει, καὶ τῆς πέραν ὄχθης λαβόμενος, διὰ τῶν ἐκείνης χωρίων ἤλαυνεν· ἀμφοτέρους τοὺς ὑπάρχους διαλαθὼν, τόν τε τῶν Ἰταλιῶν Ταῦρον οὕτω καλούμενον καὶ τὸν Ἰλλυριῶν Φλορέντιον.

Ἐπεὶ δὲ κατὰ Παίονας ἐγένετο, διαβὰς ἐπὶ θάτερα τὸν ποταμὸν, αὐτίκα τήν τε Ἰλλυρίδα πᾶσαν ὑφ᾽ ἑαυτῷ γῆν εἶχε, καὶ τὰς Ἰταλίας, καὶ τὰ μέχρι τοῦ ἑσπερίου ὠκεανοῦ σύμπαντα ἔθνη ὁπόσα τῆς Ῥωμαίων ἐπικρατήσεως ἦν.

κʹ. Ὁ δὲ Κωνστάντιος ταῦτα διὰ τῶν γραμμάτων μαθὼν, ἐταράχθη τε ὥσπερ καὶ εἰκὸς ἦν, καὶ περὶ τῆς Κωνσταντινουπόλεως μάλιστα δείσας μὴ, ὅπερ κἀκεῖνος διενοεῖτο φθάσειεν, αὐτὴν ὑφ᾽ ἑαυτὸν ποιησάμενος, ἠπείγετο οὖν κατὰ τὸ δυνατὸν προκαταλαβεῖν.

Ἐν ὅσῳ δὲ ὁ στρατὸς αὐτῷ συνελέγετο κατὰ τὰς πόλεις τῆς Ἑώας ἐσκεδασμένος, καὶ ἔμελλεν ἐξαρτύεσθαι ὡς πρὸς τοσαύτην ὁδὸν, σημαίνει τοῖς ἐπισκόποις εἰς τὴν Νίκαιαν αὐτὸν ὡς ὅτι τάχιστα φθῆναι προαφικομένους· ἐμελέτα γὰρ δευτέραν ἐν αὐτῇ συγκροτῆσαι σύνοδον, παρὰ τῶν δυσσεβῶν Ἀρειανῶν κατὰ τοῦ ὁμοουσίου παροτρυνόμενος. Ἐπεὶ δὲ τὴν Κιλικίαν διεξελθὼν εἰς τὰς Μόψου καλουμένας κρήνας ἀφίκετο, ἀσθένειά τις αὐτῷ ἐξαπιναίως προσέπεσχε, καὶ οὐχ οἷός τε ἦν ἔτι τὸ πρόσω χωρεῖν. Ὡς δὲ ᾔσθετο φαύλως ἔχων ἤδη καὶ οὐκ ἂν βιωσόμενος, τὴν ταχίστην τὸν Ἀντιοχείας ἐπίσκοπον μεταπέμπεται Εὐζώϊον, καὶ αὐτῷ βαπτίσαι αὐτὸν ἐπιτρέπει· βαπτισάμενος δὲ καὶ μικρὸν ἐπιβιοὺς, αὐτόθι προλείπει τὸ ζῇν, βασιλεύσας τὰ σύμπαντα ἔτη τεσσαράκοντα, τὰ μὲν ἡμίσεα μετὰ τοῦ πατρὸς, τὰ δὲ ἐπίλοιπα μόνος.

Αὐτὸν δὲ ἡ στρατεία ὀλοφυραμένη, καὶ τὰ νομιζόμενα ἐπ᾽ αὐτῷ τελέσασα, λάρνακι τοῦτον ἐνέθεσαν, τοῖς εἰωθόσιν εἰς τὸ διαρκέσαι σκευάσαντες τὸν νεκρὸν, καὶ εἰς ἁρμαμάξαν ἐνθέμενοι, ἐκόμιζον ἐπὶ τὴν Κωνσταντινούπολιν, σὺν τοῖς οἰκείοις ἕκαστοι ὅπλοις αὐτῷ ἐφεπόμενοι, καὶ κατὰ τὸν αὐτὸν κόσμον ὅνπερ καὶ ζῶντος ὑπὸ τοῖς ἡγεμόσι τεταγμένοι ἐτύγχανον.

καʹ. Οὗτοι μὲν διὰ τὴν Κωνσταντινούπολιν εἶχον ἄγοντες τὸν νεκρὸν, καὶ Ἰουλιανὸς συνομάρτησεν ἐκ τῶν Ἰλλυριῶν ἀφικόμενος, καὶ ἤδη βεβαίως ἔχων τὴν πᾶσαν βασιλείαν, οὐδενὸς αὐτὸν μετὰ τὸν Κωνσταντίου θάνατον ἐναντιωθῆναι τολμήσαντος.

Κομιζομένου δὲ τοῦ νεκροῦ ἐπὶ τῷ νεῷ τῶν Ἀποστόλων, ἵνα περ αὐτὸν καταθήσειν πλησίον τοῦ πατρὸς ἔμελλον, αὐτὸς ἡγεῖτο τῆς κλίνης, τὸ διάδημα τῆς κεφαλῆς περιελών. Ἐπεὶ δὲ ἔθαψαν αὐτὸν, ἐπὶ τὰ βασίλεια ἤδη ἀπαλλαττόμενος, τό τε διάδημα ἐπέθετο αὖθις, καὶ τῶν πραγμάτων ἐγκρατὴς ἦν, μόνος ἤδη τὴν ὅλην τῶν Ῥωμαίων βασιλείαν ὑποζωσάμενος.

Ἐπεὶ οὖν ὁ Κωνστάντιος ἐκ ποδῶν ἦν, εἰς τοὺς ὑπολειπομένους, καὶ μάλιστα τῷ φθόνῳ τὴν αἰτίαν παρασχομένους τῆς ἀναιρέσεως Γάλλου, ἀνέψυχε τὸ ζέον τῆς ὀργῆς· καὶ αὐτίκα Εὐσέβιον μὲν τὸν πραιπόσιτον τῆς κεφαλῆς ἀφαιρεῖται, διότι τὴν ἀρχήν τε ἐφαίνετο ἐκ τῶν ἑαυτοῦ διαβολῶν τὸν ἅπαντα τῷ Γάλλῳ φόνον συγκερασάμενος. Παῦλον δὲ τὸν Σπανὸν εἰς τοὺς ὑπογραφέας τοῦ βασιλέως τελοῦντα πυρὶ παραδίδωσιν, ὡς πολλὰ δὴ μάλα τῷ Γάλλῳ ἐμπικρανάμενον.

Τούτους μὲν ἀμφοτέρους εἰς τὴν Χαλκηδόνα διαπέμψας, ἐκεῖ τῇ οἰκείᾳ δίκῃ ὑπάγει ἑκάτερον· ἀνεῖλεν δὲ καὶ Γαυδέντιον στρατηγὸν τῆς Ἀφρικῆς, καὶ ἄλλους τινὰς, ὁπόσοι τι εἰς αὐτὸν πεπαρῳνήκεσαν. κβʹ. Ἀλλὰ τούτους μὲν διὰ γραμμάτων ἐκόλασεν· τὸν δὲ τοῦ Χριστοῦ μάρτυρα καὶ γενναῖον ἀθλητὴν Ἀρτέμιον αὐτὸς δι᾽ ἑαυτοῦ ἐν Ἀντιοχείᾳ παρὼν καὶ παρόντα, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν ἀπανθρώπως ἐκόλασεν, καὶ τῆς παρούσης αὐτὸν ἀπεγύμνωσεν ἐξουσίας, μὴ φέρων τὴν αὐτοῦ παῤῥησίαν καὶ ἔνστασιν. Ὁ γὰρ Ἰουλιανὸς, ὡς δεδήλωται, τὴν τῶν Ῥωμαίων βασιλείαν ὑποζωσάμενος, ἐσπούδαζε μάλιστα τὸν Ἑλληνισμὸν ἐπανορθοῦν. Πανταχοῦ τοίνυν γράμματα διαπεμπόμενος, ἐκέλευε τὰ τούτων τεμένη καὶ τοὺς βωμοὺς ἀνιστᾷν μετὰ πολλῆς σπουδῆς τε καὶ προθυμίας· καὶ ὅσας ὁ μέγας Κωνσταντῖνος ταῖς ἐκκλησίαις προσόδους ἀπένειμε καὶ ὁ τούτου υἱὸς Κωνστάντιος, ταύτας ἀφελὼν, τοῖς τῶν δαιμόνων ναοῖς ἀφιέρωσεν· ἀντ᾽ ἐπισκόπων καὶ πρεσβυτέρων καὶ διακόνων καταστήσας ζακόρους, καὶ νεωκόρους, καὶ ῥάντας, καὶ θύτας, καὶ κανηφόρους, καὶ ὅσας ὁ Ἑλληνικὸς ὕθλος ἐπιφημίζει προσωνυμίας· ταῦτα μὲν οὖν καὶ ἕτερα διεπράττετο κατὰ τὴν Κωνσταντινούπολιν.

κγʹ. Μετὰ δὲ ταῦτα μητρὸς αὐτοῦ ἀδελφὸν ἔχων Ἰουλιανὸν τοὔνομα, τὴν τοῦ Χριστιανισμοῦ θρησκείαν ἀπαρνησάμενον διὰ τὴν ἐκείνου χάριν, καὶ πολλὴν ὑπὲρ τοῦ Ἑλληνισμοῦ προθυμίαν ἐπιδεικνύμενον, ἄρχοντα τῆς Ἑῴας ὃν καλοῦσι κόμητα ἐξέπεμψεν, ἐντειλάμενος τὰ μὲν τῶν ἐκκλησιῶν πράγματα κακοῦν τε καὶ διαφθείρειν, πανταχοῦ δὲ καὶ διὰ πάσης ἰδέας τὸν Ἑλληνισμὸν αὔξειν τε καὶ ἐπαίρειν, Ὁ δὲ ἀφικόμενος ἐν Ἀντιοχείᾳ, ἐπειρᾶτο μείζω τῶν ἐντεταλμένων τοῖς ἔργοις φαίνεσθαι, καὶ δὴ προσαιρεῖται μὲν πασῶν τῶν ἐκκλησιῶν ἅπαντα τὰ κειμήλια, ὅσα ἐν ἀργύρῳ τε καὶ χρυσῷ καὶ σηρικοῖς ὑφάσμασι διετέλει, ἀποκλείει δὲ καὶ τὰς ἐκκλησίας, τοῦ μή τινα εἰσφοιτᾷν ἐν αὐταῖς εὐχῆς ἕνεκα, κλεῖθρα καὶ μοχλοὺς τοῖς πυλῶσιν ἐπιβαλών. Καὶ ταῦτα μὲν κατὰ τὴν Ἀντιόχου πόλιν ὁ τῆς ἀνατολῆς ἄρχων εἰργάζετο.

Ὁ δὲ βασιλεὺς Ἰουλιανὸς ἔτι κατὰ τὴν Κωνσταντινούπολιν διεῖλκέ τινα χρόνον, τὰ ἐν ταύτῃ κρατύνας εἰς ὅπερ ἐνομίζετο μάλιστα τῇ βασιλείᾳ συμφέρειν, καὶ ὅπως ὁ Ἑλληνισμὸς αὐτῷ πρὸς τὸ μεγαλειότερον ἐξαρθῇ σκοπῶν τε καὶ πραγματευόμενος· ἄρας οὖν ἐκ τῆς Κωνσταντινουπόλεως σὺν παντὶ τῷ στρατῷ τὴν ἐπὶ τῆς Συρίας ἐποιεῖτο ὁδόν.

Διελθὼν τοίνυν ἅπασαν τὴν Φρυγίαν, καὶ πρὸς τὴν ἐσχάτην αὐτῆς πόλιν τὸ καλούμενον Ἰκόνιον καταντήσας, ἐξέκλινε τὴν Ἰσαυρίαν καταλιπὼν, καὶ τὸν λεγόμενον Ταῦρον ὑπεραναβὰς, ἦλθεν ἐπὶ τὰς πόλεις τῆς Κιλικίας, καὶ τῷ σταθμῷ προσπελάσας τῷ ἐν Ἰσσῷ, αὐτοῦ κατασκηνοῖ, τὸν ἐκ Μακεδονίας Ἀλέξανδρον μιμησάμενος· αὐτόθι γὰρ κἀκεῖνος ἐν Ἰσσῷ τὸν πρὸς Δαρεῖον τῶν Περσῶν βασιλέα συνεκρότησε πόλεμον, καὶ τοῦτον νικήσας, ἐπίσημον τὸν τόπον εἰργάσατο. Ἐκεῖθεν τὸν Ἰσσικὸν κόλπον διαπεράσας, ἦλθεν ἐν Ταρσοῖ τῇ πόλει· κἀκεῖθεν εἰς Ἀντιόχειαν θυμομαχὼν κατὰ τῶν Χριστιανῶν καὶ ἐπαπειλούμενος τὸ τούτων εἰς ἅπαν ἐξαλείφειν ὄνομα.

κεʹ. Ἐλθόντι τοιγαροῦν τῷ τυράννῳ ἐν Ἀντιοχείᾳ τῇ πόλει καὶ πρὸς τοῖς βασιλείοις οἴκοις κατασκηνώσαντι, καὶ οὐδὲ πρὸς ἡμέραν μίαν ἡσυχάσαντι, προσήχθησαν αὐτῷ ὥσπερ ἀπό τινος παραγγέλματος διαβληθέντες, Εὐγένιος καὶ Μακάριος πρεσβύτεροι τῆς ἐν Ἀντιοχείᾳ Ἐκκλησίας ὑπάρχοντες· οὓς προκαθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσε παραστῆναι ὁ ἀλιτήριος, καί φησι πρὸς αὐτούς· Τίνες ἐστὲ ἄνθρωποι, καὶ ποίου βίου καὶ τύχης τυγχάνοντες, ἐπὶ τοῦ ἡμετέρου προσήχθητε βήματος; Εὐγένιος ἔφη· Χριστιανοί ἐσμεν, καὶ τῆς Χριστοῦ ποίμνης ἀγελάρχαι τυγχάνομεν· τοῦτο βίος ἡμῖν καὶ τύχη καὶ ἐπιτήδευμα.

Καὶ ὁ βασιλεύς· Οὗ τοίνυν ἐστὶν ἡ τοῦ Χριστοῦ ποίμνη ἧς ὑμεῖς ἀγελάρχαι τυγχάνετε; Καὶ ὁ Εὐγένιος· Πᾶσα ἡ οἰκουμένη ὅσην ὁ ἥλιος ἐφορᾷ, καὶ ὅσοι ἐπὶ ταύτης εἰσὶν ἄνθρωποι. Καὶ ὁ Ἰουλιανός· Ἡμεῖς δὲ τίνων ἄρχομεν καὶ τίνων σήμερον βασιλεύομεν, ὦ ταλαίπωρον καὶ δυστυχέστατον ἀνθρωπάριον, εἰ ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν ὁ Χριστὸς ποίμνην κέκτηται; Καὶ ὁ μάρτυς· Τῆς αὐτῆς, ὦ βασιλεῦ, καὶ ποίμνης καὶ ἀγέλης ἐπιστατεῖς, ἧσπερ καὶ ἡμεῖς ἀγελάρχαι τυγχάνομεν· δι᾽ αὐτοῦ γὰρ βασιλεῖς βασιλεύουσιν, καὶ τύραννοι κρατοῦσι γῆς, καὶ αὐτός σοι τὸ βασίλειον σήμερον δέδωκε· κἂν αὐτὸς ἀχάριστος περὶ τὸν εὐεργέτην ἐφάνης, αὔριον δὲ πάλιν ἄλλῳ τινὶ δώσει. Ἐφήμερος γὰρ εἶ, καὶ ἐφημέρων νῦν βασιλεύεις· αὐτὸς δὲ τὴν βασιλείαν αἰώνιον κέκτηται, καὶ πέρας οὐδέπω λαμβάνουσαν.

κϛʹ. Καὶ ὁ Παραβάτης· Ἀνόσιε καὶ τῆς τῶν θεῶν εὐμενείας ἀλλότριε, χθιζὸς ὢν ὁ Χριστὸς καὶ ἐφήμερος, κἀκ τῶν τοῦ Καίσαρος Αὐγούστου χρόνων ἀρξάμενος, αἰώνιος βασιλεὺς ὑπὸ σοῦ κεχειροτόνηται σήμερον; Καὶ ὁ μάρτυς· Ναὶ κατὰ τὸ ἀνθρώπινον καὶ τὸ τῆς ἀφράστου καὶ ἀῤῥήτου οἰκονομίας αὐτοῦ μυστήριον, εἶτ᾽ οὖν σαρκώσεως, οὕτως ἔχει, βασιλεῦ, ἐπεὶ κατὰ τὴν θείαν αὐτοῦ καὶ προαιώνιον γέννησιν οὐδεὶς εὑρεθήσεται χρόνος ὁ ταύτης ὑπέρτερος.

Καὶ ὁ Παραβάτης νομίσας ἀπαίδευτον εἶναί τινα τὸν τοῦ Χριστοῦ μάρτυρα, καὶ τῆς Ἑλληνικῆς σοφίας ἀμέτοχον, διαχλευάζων ἔφη πρὸς αὐτόν· Οὐκοῦν, ὦ ταλαίπωρε, ὁ Χριστός σου δὶς ἄρα γεγένηται; Καὶ εἰ ἐπὶ τούτῳ κομπάζεις, εἰσὶ καὶ παρ᾽ Ἕλλησιν ἄνδρες σοφώτατοι οὐ μόνον δὶς γεννηθέντες, ἀλλὰ καὶ τρίς· ὅ τε γὰρ Ἑρμῆς ὁ Τρισμέγιστος ἐπικαλούμενος, τρίτον ἦλθεν ἐν κόσμῳ, ἑαυτὸν ἐπιγνοὺς, καθὼς αἱ ἱεραὶ αὐτοῦ καὶ θαυμάσιαι βίβλοι διαγορεύουσι, καὶ διὰ τοῦτο Τρισμέγιστος ὀνομάζεται.

Ὁμοίως δὲ καὶ Πυθαγόρας ὁ τούτου μεταγενέστερος, καὶ αὐτὸς τρίτον ἦλθεν ἐν βίῳ· πρότερον μὲν Αἰγύπτιος γεγονὼς ναύκληρος, ἔπειτα δ᾽ Εὔφορβος ὁ ὑφ᾽ Ὁμήρου μνημονευόμενος, ἔσχατον δὲ Πυθαγόρας Μνησάρχου υἱὸς, Σάμιος.

κζʹ. Καὶ ὁ μάρτυς καταγελάσας τῶν ληρημάτων, μᾶλλον δὲ κομψευμάτων τοῦ σοφοῦ βασιλέως, καὶ τῆς τῶν ἀσεβῶν Ἑλλήνων μωρολογίας, ὑπονοήσας δὲ τὸν τύραννον τὴν τοῦ Χριστοῦ γέννησιν διὰ τουτωνὶ τῶν ῥημάτων χλευάζειν πειρώμενον, ἔφη πρὸς αὐτὸν μετὰ πολλῆς αὐστηρίας καὶ γενναιότητος Ἔδει τὴν ἀρχὴν μηδὲ ἀποκρίνασθαί σοι, παρανομώτατε, μηδὲ τῆς οἱασοῦν ἀπολογίας καταξιῶσαί σε· ἀλλὰ διὰ τὸν παρεστῶτα ὄχλον, ὅτι τῆς τοῦ Χριστοῦ ποίμνης οἱ πλείονες αὐτῶν τυγχάνουσιν, εἶπον ὅσαπερ εἶπον, καὶ νῦν ἐπ᾽ ὀλίγον ἐρῶ, τῆς αὐτῶν κηδόμενος σωτηρίας· ὅτι τὸν Χριστὸν ἄνωθεν καὶ πρὸ πολλῶν γενεῶν οἱ προφῆται προκατήγγειλαν, καὶ πολλὰ τῆς παρουσίας αὐτοῦ τὰ μαρτύρια κἀκ τῶν παρ᾽ ὑμῖν χρησμῶν καὶ τῶν Σιβυλλείων γραμμάτων.

Καὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ ἡ αἰτία ἐπὶ σωτηρίᾳ καὶ ἀνακλήσει τῆς τῶν ἀνθρώπων ἐκπτώσεως γέγονεν· ἐλθὼν γὰρ ἐπὶ τῆς γῆς, πᾶσαν νόσον ἀπήλασε, καὶ τὸ παραδοξότερον καὶ ῥήματι νεκροὺς ἤγειρεν ὀδωδότας, καὶ τὸ δὴ πάντων θαυμασιώτερον, ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας παθὼν τὸ διὰ σταυροῦ πάθος, ἀνέστη τριήμερος ἐκ τῶν νεκρῶν ὑπὸ μάρτυσι πεντακοσίοις, καὶ στρατιωτῶν φρουρούντων αὐτοῦ τὸν τάφον, ἵνα μὴ σχῇ χώραν ὁ τὴν ἀνάστασιν αὐτοῦ συκοφαντῆσαι βουλόμενος· καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ὤφθη τοῖς μαθηταῖς αὐτοῦ ἐφ᾽ ὅλαις τεσσαράκοντα ἡμέραις μετ᾽ αὐτῶν συναναστρεφόμενος, καὶ ὁρώντων αὐτὸν καὶ βλεπόντων ἀνελήφθη εἰς τοὺς οὐρανοὺς, ἐξαποστείλας αὐτοῖς τὴν τοῦ ἁγίου Πνεύματος δωρεάν τε καὶ δύναμιν· ὥστε καὶ γλώσσαις ἀλλογενῶν ἀποφθέγγεσθαι, καὶ μὴ ἔχειν χρείαν τοῦ ἑρμηνεύοντος, ἐλάλει γὰρ ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ὥστε καὶ τὰ πόῤῥω προβλέπειν καὶ προφητεύειν τὰ μέλλοντα. Οἵτινες ἐξελθόντες, ἐκήρυξαν αὐτὸν πανταχοῦ, μηδὲν ἐπιφερόμενοι ἢ μόνην τὴν αὐτοῦ ἀόρατον δύναμιν, οὐκ ἀσπίδα, καὶ δόρυ, καὶ ξίφος κατέχοντες, ἀλλὰ γυμνοὶ, καὶ ἄοπλοι, καὶ πένητες, πάντα τὸν κόσμον ἐζώγρησαν, νεκροὺς ἐγείροντες, λεπροὺς καθαρίζοντες, δαιμόνια ἐκβάλλοντες.

Καὶ ταῦτα τίνες; ἁλιεῖς, καὶ ἀγράμματοι, καὶ τῆς τοῦ κόσμου σοφίας ἀμέτοχοι. κηʹ. Οὓς δὲ αὐτὸς παρεισήγαγες, ἐπικερτομῶν τὴν τοῦ Χριστοῦ γέννησιν, ἄνδρας σοφούς τε καὶ θεολόγους, ὡς νῦν εἴρηκας, εἰ καὶ δοίημεν ἀληθὲς γενέσθαι τοῦτο τὸ παραλήρημα, τί γεννηθέντες δίς τε καὶ τρὶς καὶ τετράκις τὸν κόσμον ὠφέλησαν, ἢ μέρος τί τῶν τοῦ κόσμου μικρὸν ἢ ἐλάχιστον; Τίς, ἐκ τῶν βίβλων Ἑρμοῦ τε καὶ Πυθαγόρου, νεκροὺς ἐξανέστησεν, ἢ λεπροὺς ἐκαθάρισεν, ἢ δαίμονας ἀπήλασεν, οὓς ὑμεῖς θεραπεύετε; Ἀλλ᾽ Ἑρμῆς μὲν ὁ μέγιστος ὑφ᾽ ὑμῶν προσαγορευόμενος, Αἰγύπτιος γέγονεν ἄνθρωπος, καὶ τοῖς Αἰγυπτίων νόμοις τραφεὶς γυναῖκά τε γήμας, παῖδας ἐτέκνωσεν, ὧν τὸν πρεσβύτερον, Τὰτ ὀνομάζουσι, πρὸς ὃν αὐτὸς διαλέγεται καὶ τοὺς ἑαυτοῦ λόγους ἀφοσιοῖ, πρός τε τὸν ἐξ Ἐπιδαύρου Ἀσκλήπιον τὸν προκατάρξαντα καθ᾽ ὑμᾶς τῆς ἰατρικῆς ἐπιστήμης, ὃς καὶ τὴν ἑαυτοῦ θεολογίαν διασαφεῖ ἔχουσαν οὕτως· Θεὸν νοῆσαι μὲν χαλεπὸν, φράσαι δὲ ἀδύνατον· ἔστι γὰρ τρισυπόστατος, ἀνερμήνευτος οὐσία καὶ φύσις, οὐκ ἔχουσα παρὰ βροτοῖς ἐξομοίωσιν· οὓς δὲ θεοὺς ὀνομάζουσιν ἄνθρωποι πολὺ τὸ μυθῶδες καὶ σφαλερὸν ἐφ᾽ ἑαυτοὺς ἐπεσπάσαντο· καὶ περὶ τῆς τοῦ Χριστοῦ ἐλεύσεως, καὶ αὐτὸς ἀμυδράν τινα προφητείαν διαγορεύει, οὐκ ἐξ ἑαυτοῦ, ἀλλ᾽ ἐκ τῆς Ἑβραίων θεολογίας ταύτην ἀπαῤῥυσάμενος.

Ἀλλὰ τί μοι τῶν σαπρῶν τε καὶ ὀδωδότων Ἑρμοῦ ῥημάτων τῶν παρ᾽ ὑμῖν τιμωμένων, ἤδη πρὸ πολλοῦ σεσηπότων καὶ ἀπεῤῥυηκότων; Οὐδὲ γὰρ ὅσιον περὶ τῶν ζώντων ἐρωτᾷν τοὺς νεκροὺς, ἔχων ἐκ τῶν θεοσόφων λογίων τοὺς ἀληθεῖς μάρτυρας οἳ, τὴν Χριστοῦ παρουσίαν τε καὶ θεότητα προκατήγγειλαν.

κθʹ. Πυθαγόρας δὲ ὁ τῆς Ἰταλικῆς κατάρξας αἱρέσεως, τί μέγα καὶ θαυμαστὸν ἐν τῷ βίῳ τρὶς παραχθεὶς ἀπειργάσατο; ἢ ὅτι ἐν Ὀλυμπίᾳ γενόμενος, ὡς ὑμεῖς φάσκετε, χρυσοῦν τὸν ἑαυτοῦ μηρὸν Ἑλλανοδίκαις ὑπέδειξε; καὶ βοῦν θύεσθαι μέλλοντα μυκησάμενον· Ἀνδρὸς, ἔφη, ψυχὴν ἐμοὶ φιλτάτου κέκτηται, καὶ διὰ τοῦ μυκήματος προσαγορεύει με ὁ ταλαίπωρος; καὶ ἀετὸν ἐν ὕψει πετόμενον, δι᾽ ἐπῳδῆς καταπεσεῖν ἐπὶ γῆς πεποίηκε; Ταῦτα ὁ τρὶς γεννηθεὶς ἐθαυματούργει ἐν Ὀλυμπίᾳ γενόμενος, δοξομανῶν καὶ φαντασιούμενος ὁ τρισάθλιος· ὁ τὴν τετρακτὺν ὅρκον τιθέμενος, καὶ ταύτην φάσκων πηγὴν ἀεννάου φύσεως· ὁ τοὺς κυάμους σεβόμενος, δι᾽ οὓς καὶ ἀπώλετο μετὰ τῶν αὐτοῦ ἑταίρων ὑπὸ τῶν Ταραντίνων συνελαυνόμενος· μὴ βουλόμενος γὰρ τὸν τόπον πατῆσαι ἐν ᾧ οἱ κύαμοι ἐσπαρμένοι ἐτύγχανον, αὐτὸς μετὰ τῶν ἑταίρων καὶ μαθητῶν κατασφάττεται, καὶ τῶν ἐχθρῶν γίνεται παρανάλωμαι Θεανῶ δὲ ἡ τούτου γαμετὴ καὶ μαθήτρια, μὴ θέλουσα τὴν αἰτίαν κατειπεῖν, δι᾽ ἣν τὸν κύαμον οὐκ ἐσθίουσι, τὴν γλῶσσαν ἐκτμηθεῖσα πρότερον, καὶ αὐτὴ προσαπόλλυται.

λʹ. Ταῦτα τῶν σῶν φιλοσόφων τὰ προτερήματα τῶν δὶς καὶ τρὶς γεννηθέντων, ὡς αὐτὸς ἐρητόρευσας· κἀκεῖνα τοῦ ἐμοῦ Χριστοῦ ἐπὶ σωτηρίᾳ καὶ ἀνακλήσει τοῦ τῶν ἀνθρώπων γένους τὰ τερατουργήματα. Καὶ Πυθαγόρας μὲν καὶ Ἑρμῆς τὰς τῶν ἀνθρώπων ψυχὰς εἰς τὸν ᾅδου πυθμένα κατάγουσι, μετεμψυχώσεις δή τινας καὶ μεταγγισμοὺς παρεισάγοντες· ποτὲ μὲν εἰς ἄλογα ζῶα καὶ θηρία ταύτας μετεμβιβάζοντες, ποτὲ δὲ εἰς ἰχθύας, καὶ φυτὰ, καὶ ἄλλας τινὰς ἐπανακυκλήσεις καὶ περιόδους κατασπῶντες αὐτὰς καὶ ἀποῤῥαπίζοντες. Ὁ δὲ Χριστὸς καθὸ Θεὸς ὑπάρχων ἀληθὴς καὶ αἰώνιος, ἀθάνατον ψυχὴν καὶ ἀγήρω κατασκευάσας τῷ ἀπ᾽ ἀρχῆς Πνεύματι θείῳ καὶ ἐμφυσήματι, ὅτε τὸν πρῶτον ἐδημιούργησεν ἄνθρωπον, ὡς αἱ θεῖαι καὶ ἀδιάβλητοι τοῦ Μωϋσέως διαγορεύουσι βίβλοι, καὶ πεσοῦσαν μετὰ τοῦ σώματος διὰ τῆς παρακοῆς καὶ τῆς ἀπάτης τοῦ ψυχοφθόρου δράκοντος, ἐλθὼν ἐπὶ γῆς καὶ πολιτευσάμενος, καὶ ὑποδείξας ἡμῖν ὁδὸν σωτηρίας διὰ τοῦ βαπτίσματος καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως, ἐκ τῶν τοῦ ᾅδου πυθμένων εἰς οὐρανοὺς ταύτην ἐπανήγαγεν· καὶ πάλιν ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκροὺς, ἐξαναστήσει τὰ σώματα, καὶ συνάψει ταῖς ἑαυτῶν ψυχαῖς, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.