Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Μαρτύριον τοῦ ἁγίου Ἀρτεμίου

Ἰωάννης ὁ Δαμασκηνός

Θεολογική αντιπαράθεση μεταξύ Ιουλιανού και Αρτεμίου

Οι προσπάθειες του Ιουλιανού να προσεταιριστεί τον άγιο, η συζήτηση περί της βασιλικής γενεαλογίας και η απολογητική αντίκρουση της ηλιολατρίας και της ελληνικής φιλοσοφίας από τον μάρτυρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 8

μʹ. Τὸν δὲ ἅγιον Ἀρτέμιον προσκαλεσάμενος ἔφη πρὸς αὐτόν· Διὰ τὴν προπέτειάν σου κατηνάγκασας με ἀτιμάσαι τὸ γένος σου, καὶ τὴν προσοῦσάν σοι περιφάνειαν ἐνυβρίσαι, καὶ αὐτῶν ἐφάψασθαι τῶν σαρκῶν σου. Πείσθητι οὖν μοι, Ἀρτέμιε, καὶ προσελθὼν θῦσον τοῖς θεοῖς, μάλιστα τῷ Δαφναίῳ Ἀπόλλωνι τῷ ἐμοὶ τριποθήτῳ καὶ παναγάστῳ θεῷ, καὶ τῆς αἰτίας τοῦ αἵματος τοῦ ἐμοῦ ἀδελφοῦ ἀπολύω σε, τήν τε ἀξίαν μείζονα καὶ ἐνδοξοτέραν ἐπαναθήσω σοι· ἔπαρχον γὰρ πραιτωρίων σε καταστήσας καὶ ἀρχιερέα τῶν μεγάλων θεῶν, πατέρα ἐμὸν ὀνομάσω, καὶ τῆς ἐμῆς βασιλείας τὰ δεύτερα φέροντα, καὶ ἔσῃ μεθ᾽ ἡμῶν πάντα τὸν χρόνον τῆς ἡμετέρας ζωῆς τε καὶ διαγωγῆς. Οἶδας γὰρ καὶ αὐτὸς, ὦ Ἀρτέμιε, ὡς ὁ ἐμὸς ἀδελφὸς μάτην παρὰ Κωνσταντίου πεφόνευται, καὶ ὡς φθόνος αὐτὸν κατειργάσατο, καὶ ὁ πάντων ἀνθρώπων ἀνοσιώτατος ὁ εὐνοῦχος Εὐσέβιος, ὁ τὴν τοῦ πραιποσίτου ἀξίαν κακῶς ἐνδυσάμενος, κἂν οὐκ ἀρκοῦσαν δέδωκε τὴν δίκην τοῦ ἀνοσιουργήματος ὁ παμπόνηρος.

μαʹ. Καὶ ὅτι τῆς ἡμετέρας γενεᾶς ἐστι μᾶλλον ἡ βασιλεία ἁρμόδιος· ὁ γὰρ ἐμὸς πατὴρ Κωνστάντιος ἐκ τῆς Μαξιμιανοῦ θυγατρὸς Θεοδώρας γεγένηται τῷ ἐμῷ πάππῳ Κώνσταντι. Ὁ δὲ Κωνσταντῖνος ἐξ Ἑλένης αὐτῷ γέγονε φαύλης τινὸς γυναικὸς καὶ τῶν χαμαιτύπων οὐδὲν διαφερούσης· καὶ ταῦτα μήπω γεγονότι Καίσαρι, ἀλλ᾽ ἐν ἰδιώτου τυγχάνοντι σχήματι. Ὁ τοίνυν Κωνσταντῖνος θρασύτητι γνώμης τὴν βασιλείαν ἀφήρπασε, καὶ τὸν ἐμὸν πατέρα καὶ τοὺς τούτου ἀδελφοὺς ἀμφοτέρους ἀδίκως ἀπέκτεινε· καὶ ὁ τούτου υἱὸς Κωνστάντιος, τὸν αὐτοῦ πατέρα μιμησάμενος, τὸν ἐμὸν ἀδελφὸν πεφόνευκε, καὶ ταῦτα ὅρκοις πρὸς αὐτὸν φρικωδεστάτοις χρησάμενον. Ἡμᾶς τε αὐτοὺς εἰ μὴ θεῶν προνοίᾳ περιεσώθημεν, τὸ αὐτὸ ἠβούλετο δρᾶσαι· ἀλλ᾽ οἱ θεοὶ διεκώλυσαν, αὐτοψεί μοι τὴν σωτηρίαν μηνύσαντες, εἰς οὓς ἐγὼ τεθαῤῥηκὼς τὸν Χριστιανισμὸν ἐξωμοσάμην καὶ πρὸς τὸν Ἕλληνα βίον ἀπέκλινα· εὖ εἰδὼς, ὡς ὁ τῶν Ἑλλήνων καὶ Ῥωμαίων ἀρχαιότατος βίος καλοῖς ἔθεσι καὶ νόμοις χρησάμενος, θεοὺς προσαγορεύει τοὺς τὸ πιστὸν ἐκ τῶν πραγμάτων ἔχοντας.

μβʹ. Τίς γὰρ τὴν γνώμην ἀμφίβολος, ἥλιον βλέπων ἐν οὐρανῷ διιππεύοντα καὶ σελήνην ἐφ᾽ ἅρματος χρυσαντύγου ταυροπολοῦσαν; ὁ μὲν γὰρ τὴν ἡμέραν φαεινὴν ἀπεργάζεται, καὶ τοὺς ἀνθρώπους ἐπ᾽ ἔργον ἐγείρει· ἡ δὲ τὴν νύκτα λαμπαδουχεῖ, καὶ τοὺς ἀστέρας καταφαιδρύνει, καὶ ταῖς ἀγρύπνοις φωτοβολίαις, ὑπνοῦν τοὺς ἀνθρώπους παρακελεύεται.

Ταῦτα θεολογοῦσιν Ἕλληνες καὶ Ῥωμαῖοι, Ἀρτέμιε, καὶ οὐκ ἀδίκως, ἀλλὰ πρεπόντως καὶ μετὰ δικαίου τοῦ κρίματος. Τί γὰρ ἡλίου τηλαυγέστερον; ἢ τί σελήνης αὐγοειδέστερον; ἢ τί τοῦ χοροῦ τῶν ἀστέρων ἡδύτερόν τε καὶ εὐπρεπέστερον; Ταῦτα τοίνυν Ἕλληνες καὶ Ῥωμαῖοι θειάζουσίν τε καὶ σέβουσιν, καὶ πρὸς αὐτὰ τὰς ἑαυτῶν ἐλπίδας ἐναπεκρέμασαν· καὶ τὸν μὲν ἥλιον Ἀπόλλωνα προσαγορεύουσιν, τὴν δὲ σελήνην Ἄρτεμιν, καὶ τοὺς μεγίστους τῶν ἀστέρων οὓς προσαγορεύουσιν πλανήτας τοὺς τὰς ἑπτὰ ζώνας τὰς οὐρανίους ἐπέχοντας, ὃν μὲν Κρόνον, ὃν δὲ Δία, ὃν δὲ Ἑρμῆν, ὃν δὲ Ἄρεα, ὃν δὲ Ἀφροδίτην κατονομάζουσιν. Οὗτοι γὰρ τόν τε κόσμον ἅπαντα διοικοῦσι, καὶ ταῖς αὐτῶν δυνάμεσι πᾶσα ἡ ὑπ᾽ οὐρανὸν διεξάγεται· τούτων τοίνυν εἰκόνας στήσαντες, σέβουσιν ἄνθρωποι καὶ τιμῶσιν· ἅμα δὲ καὶ μύθους τινὰς πρὸς ἡδονὴν ἀναπλάσαντες· οὐχ ὡς θεοὺς δὲ τιμῶσι τὰς εἰκόνας αὐτῶν, ἄπαγε. Τοῦτο γὰρ τὸ ἁπλούστερον καὶ ἀγροικικὸν τῶν ἀνθρώπων διαλαμβάνεται γένος· ἐπεὶ οἱ τὴν φιλοσοφίαν ἀσπαζόμενοι, καὶ τὰ τῶν θεῶν ἀκριβῶς ἐξετάζοντες, οἴδασι τίνι τὴν τιμὴν ἀπονέμουσι, καὶ πρὸς τίνα διαβαίνει ἡ τῶν θείων ἀγαλμάτων προσκύνησις.

μγʹ. Παραινῶ τοίνυν τὴν σὴν γενναιότητα μεθ᾽ ἡμῶν τε εἶναι καὶ τὰ ἡμῖν ἀρέσκοντα διαπράττεσθαι, τήν τε θρησκείαν ἑλληνίζειν ὀρθῶς, καὶ τῶν ἀρχαίων ἐθῶν τε καὶ πραγμάτων ἀντέχεσθαι. Ὁ γὰρ Κωνσταντῖνος, ὡς καὶ αὐτὸς ἐπίστασαι, εὐεξαπάτητος ἀνδρῶν ἀμαθής τε καὶ ἀνόητος εὑρεθεὶς, περὶ τὴν θρησκείαν ἐνεωτέρισεν, καὶ τοὺς Ῥωμαίων νόμους ἐξαθετήσας, ἐπὶ τὸν Χριστιανισμὸν ἐξέκλινε, τὰς ἀνοσίους αὐτοῦ πράξεις δεδιττόμενος, καὶ ὅτι οἱ θεοὶ αὐτὸν ἀπεβουκόλησαν ὡς ἐξάγιστον, καὶ τῆς αὐτῶν θρησκείας ἀνάξιον, αἵματος ὁμογνίου γενόμενον ἔμπλεον· τούς τε γὰρ ἀδελφοὺς ἀπέκτεινε μηδὲν πράξαντας ἄτοπον, καὶ τὴν γυναῖκα Φαύσταν, καὶ τὸν αὐτοῦ υἱὸν Πρίσκον [Κρίσπον] τὸν χρηστόν τε καὶ ἀγαθὸν ἄνδρα τυγχάνοντα· ταῦτα τοίνυν τὰ ἀνοσιουργήματα μυσαχθέντες οἱ θεοὶ, τοῦτον ἀπεβουκόλησαν, καὶ τῆς ἱερᾶς αὐτῶν καὶ παναγεστάτης θρησκείας πόῤῥω που καὶ μακρὰν ἀπεπλάνησαν, καὶ σπέρμα τὸ ἐναγὲς αὐτοῦ καὶ παμμίαρον καὶ γένος ὅλον ἐξ ἀνθρώπων ἠφάνισαν. Διὰ τοῦτο, θαυμάσιε, ὁρῶν σου τὸ κατὰ πάντα εὐσταθές τε καὶ βέβαιον, βούλομαί σε τῆς ἡμετέρας μερίδος καὶ ἑταιρίας γενέσθαι φίλον, καὶ σύγκληρον, καὶ κοινωνὸν κατὰ πάντα τῶν τῆς βασιλείας πραγμάτων. Δεῦρο τοίνυν.

Ἀρτέμιε, στῆθι μεθ᾽ ἡμῶν τῶν ἀνθρώπων, καὶ τοῦ Χριστοῦ ἔξαρνος γενόμενος, ἐπὶ τὴν πάτριον καὶ ἀρχαιοτάτην καὶ πολυχρόνιον Ῥωμαίων τε καὶ Ἑλλήνων θρησκείαν μετάβηθι, καὶ τῶν παρὰ θεοῖς δεδωρημένων ἡμῖν ἀγαθῶν συναπόλαυε, τιμῶν μεγίστων τε καὶ ἀξιωμάτων ἐν μετοχῇ γεγονώς.

μδʹ. Πρὸς ταῦτα ὁ τοῦ Χριστοῦ μάρτυς μικρὸν ἐπισχὼν καὶ ἐπιλογισάμενος, καὶ ὅλον ἐπισυνάξας τὸν ἑαυτοῦ νοῦν τε καὶ λογισμὸν, ἀπεκρίνατο· Ἐγὼ μὲν, ὦ βασιλεῦ, περὶ τῆς ἐμῆς θρησκείας καὶ πίστεως οὐδεμίαν τινά σοι ἀπολογίαν ποιήσομαι τὸ παρὸν, ἔχων ἐν ἑτοίμῳ [cod. τιμῇ] τὰς ὑπὲρ αὐτῆς ἀποδείξεις. Πρὸς δὲ τὸν τοῦ σοῦ ἀδελφοῦ θάνατον, ἐκεῖνό σοι ἀπολογήσομαι, ὡς οὐ μὴ φανήσομαι τὴν ἐκείνου ψυχὴν ἠδικηκὼς πώποτε, οὐκ ἔργῳ, οὐ λόγῳ, οὔτε τινὶ διανοίας ἐπινοήματι, οὐδ᾽ εἰ μυρία κάμοις περὶ τούτου ἀνερευνῶν· ἡ ἀλήθεια γὰρ ἀμετάβλητος.

Ἠπιστάμην γὰρ αὐτὸν Χριστιανόν τε ὄντα, θεοφιλῆ τε καὶ δίκαιον, καὶ περὶ τοὺς τοῦ Χριστοῦ νόμους πρόθυμόν τε καὶ σπουδαῖον ὑπάρχοντα· ἴστω τοίνυν οὐρανός τε καὶ γῆ καὶ πᾶς ὁ τῶν ἁγίων ἀγγέλων χορὸς, καὶ Χριστὸς ὁ τοῦ Θεοῦ Υἱὸς, ᾧ ἐγὼ λατρεύω ἐν τῷ ἐμῷ πνεύματι, ὡς καθαρὸς ἐγὼ τῆς ἐκείνου σφαγῆς τε καὶ τελευτῆς, καὶ μηδὲν συνεισενεγκὼν εἰς τὸν ἐκείνου φόνον τὸν ἄδικον τοῖς τοῦτον κατεργασαμένοις ἀνοσίοις ἀνδράσιν. Οὐδὲ γὰρ παρὼν ἤμην τότε σὺν Κωνσταντίῳ, ἀλλὰ τὴν Αἴγυπτον εἶχον οἴκησίν τε καὶ δίαιταν μέχρι τοῦ παρόντος ἐνιαυτοῦ· καὶ ταύτην μὲν ἀπολογίαν ποιοῦμαι περὶ τοῦ σοῦ ἀδελφοῦ.

μεʹ. Περὶ δὲ τοῦ τὸν Χριστὸν ἐξομώσασθαι καὶ τὸν Ἑλληνικὸν ἀσπάσασθαι βίον, τοῦτό σοι ἀποκριθήσομαι, τῶν τριῶν παίδων τῶν ἐπὶ Ναβουχοδονόσορ τὴν φωνὴν δανεισάμενος, ὡς Γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύω, καὶ τῇ εἰκόνι τῇ χρυσῇ τοῦ σοῦ φιλτάτου Ἀπόλλωνος οὔ ποτε προσκυνήσω. Ὅτι δὲ τὸν μακάριον Κωνσταντῖνον τὸν πάντων βασιλέων ὑπέρτερον, καὶ τὸ τούτου γένος ἐξεμυκτήρισας, ἐχθρὸν τοῖς σοῖς ἀποκαλέσας θεοῖς, καὶ μανιώδη, καὶ φόνου μεστὸν, τοῦ τε ὁμογνίου ἀνάπλεων αἵματος, ταῦτά σοι ὑπὲρ ἐκείνου ἀπολογήσομαι· ὅτι μᾶλλον ὁ σὸς πατὴρ Κωνστάντιος καὶ οἱ τούτου ἀδελφοὶ προκατῆρξαν τοῦ ἀδικήματος, φάρμακον αὐτῷ δηλητήριον κερασάμενοι, καὶ θάνατον ὀλέθριον προξενήσαντες, μηδὲν πρὸς αὐτοῦ πεπονθότες ἄδικον. Ἐκεῖνος δὲ τὴν γυναῖκα Φαύσταν, καὶ πάνυ δικαίως ἀπέκτεινεν ὡς μιμησαμένην τὴν πάλαι Φαίδραν, καὶ διαβαλοῦσαν τὸν τούτου υἱὸν Πρίσκον [Κρίσπον] ὡς ἐρωτικῶς αὐτῇ διακείμενον καί τι πρὸς βίαν ἐπιχειροῦντα, καθάπερ κἀκείνη τὸν τοῦ Θησέως Ἱππόλυτον· καὶ δὴ κατὰ τοὺς τῆς φύσεως νόμους ὡς πατὴρ τὸν υἱὸν ἠμύνατο.

Ὕστερον μέν τοι μαθὼν τὴν ἀλήθειαν, καὶ αὐτὴν προσαπέκτεινε, δίκην ἐπ᾽ αὐτῇ δικάσας πασῶν δικαιοτάτην. Ἀπέκλινε δὲ πρὸς τὸν Χριστὸν, οὐρανόθεν ἐκείνου καλέσαντος, ὅτε τὴν πρὸς Μαξέντιον δριμεῖάν τε καὶ βαρυτάτην διηγωνίσατο μάχην, δείξας αὐτῷ τὸ τοῦ σταυροῦ σημεῖον μεσούσης ἡμέρας, ὑπὲρ τὸν ἥλιον ταῖς αὐγαῖς ἐξαστράπτον, καὶ γράμμασιν ἀστροτύπως ῥωμαϊκοῖς διασημήνας αὐτοῦ τὴν τοῦ πολέμου νίκην· ἡμεῖς τε γὰρ αὐτοὶ τὸ σημεῖον ἐθεασάμεθα τῷ πολέμῳ παρόντες, καὶ τὰ γράμματα ὑπανέγνωμεν· ἀλλὰ καὶ τὸ στρατόπεδον ἅπαν τεθέατο, καὶ πολλοὶ τούτου μάρτυρες ἐν τῷ σῷ στρατοπέδῳ τυγχάνουσιν, εἴ γε ἄρα ἐρωτῆσαι θελήσειας.

μϛʹ. Καὶ τί δὴ ταῦτα λέγω; τὸν Χριστὸν ἄνωθεν οἱ προφῆται προκατήγγειλαν, ὡς καὶ αὐτὸς κρεῖττον ἐπίστασαι· καὶ πολλαὶ τῆς αὐτοῦ παρουσίας αἱ μαρτυρίαι κἀκ τῶν παρ᾽ ὑμῖν σεβομένων θεῶν, καὶ τῶν χρησμῶν αἱ προαγορεύσεις· τά τε Σιβύλλεια γράμματα, καὶ ἡ τοῦ Βιργιλίου τοῦ Ῥωμαίου ποίησις, ἣν ὑμεῖς Βουκολικὴν ὀνομάζετε, καὶ αὐτὸς ὁ παρ᾽ ὑμῖν θαυμαζόμενος Ἀπόλλων ὁ μαντικὸς τοιόνδε τινὰ περὶ Χριστοῦ ἐξεφώνησε λόγον. Ἐρωτηθεὶς γὰρ παρὰ τῶν ἑαυτοῦ προπόλων, ἀποκρίνεται ὧδε· Μὴ ὄφελες πύματόν με καὶ ὕστατον ἐξερέεσθαι, Δύσμορ᾽ ἐμῶν προπόλων, περὶ θεσπεσίοιο θεοῖο, Καὶ πνοιῆς τῆς πάντα πέριξ βοτρυηδὸν ἐχούσης, Τείρεα, φῶς, ποταμοὺς καὶ Τάρταρον, ἠέρα καὶ πῦρ, Ἥ με καὶ οὐκ ἐθέλοντα δόμων ἀπὸ τῶνδε διώκει· Ἡ δὲ ἐμοὶ τριπόδων ἔτι λείπετο ἠριγένεια, Αἲ, αἴ, με, τρίποδες, στοναχήσατε, οἴχετ᾽ Ἀπολλὼν, Οἴχετ᾽ ἐπεὶ βροτός με βιάζεται οὐράνιος φῶς· Καὶ ὁ παθὼν Θεός ἐστι, καὶ οὐ θεότης πάθεν αὐτή.

μζʹ. Ὑπολαβὼν δὲ ὁ Παραβάτης ἔφη· Δοκῶ σε, ὦ Ἀρτέμιε, οὐ στρατηγὸν ἐν Αἰγύπτῳ παραγενέσθαι, ἀλλὰ χρησμολόγον τινὰ, μᾶλλον δὲ βωμολόχον ἢ μὴν ἀγύρτην, καὶ γραῶν κωθωνιζομένων λογύδρια καὶ μύθους παλαιοὺς καὶ γεγηρακότας ἐπισυνάγοντα.

Καὶ ὁ μάρτυς· Οὐ καλῶς ὑπείληφας, ὦ βασιλεῦ, οὐδὲ τῆς σῆς σοφίας καὶ ἀρετῆς ἰσοστάσια· ἐκ τῶν σῶν δὲ θεῶν καὶ τῶν σοι προσφιλῶν μαθημάτων ποιοῦμαι τὰς ἀποδείξεις, ἵν᾽ ἐκ τῶν σοι γνωρίμων τὸ τῆς ἀληθείας μάθοις μυστήριον, καὶ μή με δόξῃς τοῖς τῶν Ἑλλήνων ἐγκαλλωπίζεσθαι ῥήμασι· μὴ δὲ γὰρ ἔλαιον ἁμαρτωλοῦ τὴν ἐμὴν λιπανάτω κεφαλὴν, ἀλλὰ τῆς σῆς κηδόμενος ψυχικῆς σωτηρίας, κινῶ πάντα λίθον ὥστε πεισθῆναί σε. Ὑπολαμβάνω δὲ ὅτι ὥσπερ ὁ Σατανᾶς τὸν παλαιὸν Ἀδὰμ καὶ πρωτόπλαστον ἀπετύφλωσε διὰ τῆς παρακοῆς καὶ τῆς τοῦ φυτοῦ βρώσεως, οὕτω καὶ σὲ, βασιλεῦ, φθονῶν τῆς σῆς σωτηρίας, τῆς τοῦ Χριστοῦ ἀπεγύμνωσε πίστεως· ὅτι δὲ τὸν ἥλιον καὶ σελήνην καὶ τοὺς ἀστέρας θεοὺς ἀποκαλεῖς, αἰσχύνομαι τὸ τῆς ἀμαθίας, μᾶλλον δὲ κακοβουλίας ἐπάγγελμα· οὐχὶ Ἀναξαγόρας ὁ Κλαζομένιος ὁ δηλαδὴ σὸς διδάσκαλος, μύδρον ἔφη τὸν ἥλιον, καὶ τοὺς ἀστέρας κισσηροειδῆ σώματα, καὶ παντελῶς ἄψυχα καὶ ἀναίσθητα; πῶς οὖν αὐτὸς, βασιλέων ἄριστε καὶ φιλοσοφώτατε, τὰ ὑπὸ τῶν σῶν διδασκάλων ἀθετούμενα καὶ διαβαλλόμενα, θεοὺς προσαγορεύεις; οἶδα γὰρ ὅτι τῆς Πλατωνικῆς ὑπάρχεις αἱρέσεως, καὶ Πλάτων μὲν Σωκράτους διήκουσε, Σωκράτης δὲ Ἀρχελάου, Ἀρχέλαος δὲ καὶ Περικλῆς Ἀναξαγόρου διήκουσαν· πῶς οὖν, ὦ θαυμάσιε, ταῦτα προσαγορεύεις θεοὺς, ὑπὲρ δὲ πάντας ἀσπάζεις τὸν ἥλιον, καὶ ὅρκον αὐτὸν βασίλειον τίθεσαι;

ἄνω τε καὶ κάτω κἀν ταῖς ἐπιστολαῖς, κἀν τοῖς λόγοις, κἀν ταῖς προσαγορεύσεσι, πολὺ τὸ Μὰ τὸν ἥλιον; Ἀλλὰ τί δεῖ ταῦτα μακρηγορεῖν; οὐκ ἐξαρνοῦμαι τὸν Χριστόν μου, μὴ γένοιτο! οὐκ ἀσπάζομαι τὴν μυσαρὰν Ἑλλήνων ἀσέβειαν· ἀλλὰ μενῶ ἐν οἷς ἐδιδάχθην, καὶ καρτερῶ ἐπὶ ταῖς πατριαῖς παραδόσεσιν, ἃς οὐδεὶς καταβαλεῖ χρόνος, κἂν εἰ δι᾽ ἄκρων τὸ σοφὸν ἐφεύρηται φρενῶν, ἵν᾽ εἴπω τι κατ᾽ Εὐριπίδην τὸν ὑμέτερον ποιητήν.

μηʹ. Πρὸς ταῦτα ὁ Ἰουλιανὸς εἰλιγγιάσας καὶ ἐξαπορηθεὶς, οὐκ εἶχεν ὅ τι καὶ γένηται, τοῦ μάρτυρος θαυμάσας τὸ πολυμαθές τε καὶ εὔστομον καὶ πρὸς πᾶν οὖν ἕτοιμον καὶ εὐαπολόγητον. Καὶ φησὶν πρὸς αὐτὸν ὁ τοῦ Χριστοῦ μάρτυς· Ἄφες, ὦ βασιλεῦ, τὴν νεκρὰν καὶ ἐξῳδηκυῖαν τῶν Ἑλλήνων θρησκείαν· ἤδη γὰρ καὶ πρὸ πολλοῦ σέσηπεν, καὶ πρόσελθε τῷ Χριστῷ· μακρόθυμος γάρ ἐστιν καὶ φιλάνθρωπος καὶ δέχεταί σου τὸ μεταμελές [cod. πλημμελές]. Ἀλλ᾽ οὐκ ἦν ἄρα γνώμης ἐθελοκακούσης ἀντισχεῖν ὁρμαῖς, οὐδὲ ἀνακαλέσασθαι ψυχὴν αὐτομόλῳ διανοίᾳ πρὸς ἀπώλειαν ἐρχομένην καὶ ἐπισπεύδουσαν.

Ὁ γὰρ Ἰουλιανὸς πάλαι τὸν Ἑλληνισμὸν κατὰ ψυχὴν ὠδίνων, ἐκ τῶν ἐν Ἰωνίᾳ γενομένων αὐτῷ πρὸς τὸν ἀμφὶ τὸν Μάξιμον φιλόσοφον συνουσιῶν, ἐφ᾽ ὅσον μὲν ὅτε ἀδελφὸς αὐτῷ περιῆν, καὶ μετ᾽ αὐτὸν Κωνστάντιος, ὁ δὲ οὐδὲν παραγυμνοῦν ἐθάῤῥει, διὰ τὸ ἐξ ἐκείνων δέος· ἐπεὶ δὲ οὗτοι ἐξ ἀνθρώπων ἦσαν, αὐτὸς δὲ τῶν πραγμάτων ἤδη κύριος ἦν, τότε δὴ εἰς τὸ φανερὸν ἀπαμφιασάμενος, πάσαις ἀθρόον εἰς τὸν Ἑλληνισμὸν ἐξεῤῥάγη ταῖς προθυμίαις.