Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Περὶ αἱρέσεων
Μεταγενέστερες αιρέσεις έως τους Μονοθελήτες
Συνοπτική καταγραφή ποικίλων μεταγενέστερων αιρέσεων, από τους Αφθαρτοδοκήτες και τους Αγνοήτες έως τους Λαμπετιανούς και τους Μονοθελήτες.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Μεταγενέστερες αιρέσεις έως τους Μονοθελήτες
Συνοπτική καταγραφή ποικίλων μεταγενέστερων αιρέσεων, από τους Αφθαρτοδοκήτες και τους Αγνοήτες έως τους Λαμπετιανούς και τους Μονοθελήτες.
Ἀφθαρτοδοκῆται, οἱ ἀπὸ Ἰουλιανοῦ τοῦ Ἁλικαρνασέως καὶ Γαϊανοῦ τοῦ Ἀλεξανδρέως, οἱ καὶ Γαϊανῖται λεγόμενοι, ἐν τοῖς ἄλλοις μὲν ἅπασι τοῖς ἐκ Σευήρου συμφερόμενοι, ἐν τούτῳ δὲ διαφερόμενοι, ἐν τῷ τοὺς μὲν διαφορὰν ἐπὶ τῆς ἑνώσεως τοῦ Χριστοῦ τὸ δοκεῖν λέγειν, τούτους δὲ ἄφθαρτον ἐξ αὐτῆς διαπλάσεως τὸ σῶμα τοῦ κυρίου πρεσβεύειν.
Καὶ τὰ μὲν πάθη ὑπομεῖναι τὸν κύριον ὁμολογοῦσι, πεῖνάν φημι καὶ δίψαν καὶ κόπον, οὐ τὸν αὐτὸν δὲ τρόπον ἡμῖν ταῦτα αὐτὸν ὑπομεμενηκέναι φασίν· ἡμᾶς γὰρ ἐξ ἀνάγκης φυσικῆς, τὸν δὲ Χριστὸν ἑκουσίως ὑπομεῖναι λέγουσι καὶ τοῖς τῆς φύσεως νόμοις μὴ δουλεῦσαι.
Ἀγνοῆται, οἱ καὶ Θεμιστιανοί, οἱ ἀγνοεῖν ἀσεβῶς καταγγέλοντες τὸν Χριστὸν τὴν ἡμέραν τῆς κρίσεως καὶ δειλίαν αὐτοῦ καταγράφοντες. Οὗτοι δὲ ἀπόσχισμα τῶν Θεοδοσιανῶν εἰσιν· ὁ γὰρ Θεμίστιος, ὃς ἐγένετο αὐτῶν αἱρεσιάρχης, μίαν ἐπὶ Χριστοῦ φύσιν σύνθετον ἐπρέσβευεν.
Βαρσανουφῖται, οἱ καὶ Σεμιδαλῖται, σύμφρονες μὲν τῶν Γαϊανιτῶν καὶ τῶν Θεοδοσιανῶν, ἔχουσι δέ τι καὶ πλέον· σεμίδαλιν γὰρ προστιθέασι τοῖς ἀπὸ Διοσκόρου δῆθεν προσκομισθεῖσι καὶ τῷ ἄκρῳ δακτύλῳ ἐφαπτόμενοι γεύονται τοῦ ἀλεύρου καὶ τοῦτ᾽ ἀντὶ μυστηρίου δέχονται προσκομιδὴν καθόλου μὴ ποιούμενοι. Ἐάσαντες γὰρ τάς, ὡς εἴρηται, Διοσκόρου κοινωνίας προστιθέασι τὴν σεμίδαλιν, καθότε δαπανηθείη παρὰ βραχύ, καὶ τοῦτ᾽ αὐτοῖς ἀντὶ κοινωνίας λελόγισται.
Ἡϊκέται, οἵτινες ἀσκηταὶ μὲν ὑπάρχουσιν, ὀρθόδοξοι ἐν τοῖς ἄλλοις ἅπασιν ὄντες, συναγόμενοι δὲ ἅμα γυναιξὶν ἀσκητρίαις ἐν μοναστηρίοις ὕμνους τῷ θεῷ προσφέρουσι μετὰ χορείας τινὸς καὶ ὀρχήσεως, μιμούμενοι ὡσανεὶ τὸν χορὸν ἐκείνων ἐπὶ Μωσέως συστάντα ἐπὶ τῇ ἀπωλείᾳ τῶν Αἰγυπτίων τῇ ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ γεγονυίᾳ.
Γνωσιμάχοι, οἱ πάσῃ γνώσει τοῦ χριστιανισμοῦ ἀντιπίπτοντες ἐν τῷ λέγειν αὐτούς, ὅτι περισσόν τι ποιοῦσιν οἱ γνώσεις τινὰς ἐκζητοῦντες ἐν ταῖς θείαις γραφαῖς· οὐδὲν γὰρ ἄλλο ζητεῖ ὁ θεὸς παρὰ χριστιανοῦ εἰ μὴ πράξεις καλάς. Ἀγαθὸν οὖν ἐστι μᾶλλον ἁπλουστέρως τινὰ πορεύεσθαι καὶ μηδὲν δόγμα γνωστικῆς πραγματείας πολυπραγμονεῖν.
Ἡλιοτροπῖται, οἱ τὰς λεγομένας ἡλιοτροπίους βοτάνας ταῖς ἀκτῖσι τοῦ ἡλίου συμπεριφερομένας λέγοντες δύναμίν τινα θείαν ἔχειν, τὴν τὰς τοιαύτας περιφορὰς ἐργαζομένην ἐν αὐταῖς, καὶ ὡς διὰ τοῦτο τιμᾶν αὐτὰς ἐθέλοντας, μὴ συνιέντες τὴν μηνυθεῖσαν κίνησιν αὐτῶν φυσικήν τινα ὑπάρχειν.
Θνητοψυχῖται, οἱ τὴν ἀνθρωπείαν ψυχὴν εἰσάγοντες ὁμοίαν τῆς τῶν κτηνῶν καὶ τῷ σώματι λέγοντες συναπόλλυσθαι αὐτήν. Ἀγονυκλῖται, οἱ ἐν παντὶ καιρῷ τῶν προσευχῶν αὐτῶν γόνυ μὴ θέλοντες κλίνειν, ἀλλ᾽ ἑστῶτες ἀεὶ τὰς προσευχὰς ποιούμενοι.
Θεοκαταγνῶσται, οἱ καὶ Βλάσφημοι, οἱ ἔν τισι λόγοις καὶ πράγμασι τοῦ δεσπότου ἡμῶν θεοῦ τῶν τε ἀνακειμένων αὐτῷ ἁγίων προσώπων καὶ τῶν θείων γραφῶν πειρώμενοι καταγινώσκειν, τολμηροί τινες καὶ βλάσφημοι ὑπάρχοντες.
Χριστολύται, οἱ λέγοντες τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τὸ ἔμψυχον σῶμα αὐτοῦ κάτω λελοιπέναι καὶ γυμνῇ τῇ θεότητι ἀνεληλυθέναι εἰς τοὺς οὐρανούς. Ἐθνόφρονες, οἱ ταῖς συνηθείαις τῶν ἐθνῶν ἐπακολουθοῦντες, χριστιανοὶ τἄλλα ὑπάρχοντες, οἵτινες παρεισάγουσι γένεσιν καὶ τύχην καὶ εἱμαρμένην, πᾶσάν τε τὴν ἀστρονομίαν καὶ ἀστρολογίαν παραδεχόμενοι καὶ πᾶσαν μαντείαν καὶ ὀρνιθοσκοπίαν, καὶ οἰωνισμοῖς καὶ ἀποτροπιασμοῖς καὶ κληδονισμοῖς καὶ τερατοσκοπίαις καὶ ἐπαοιδαῖς καὶ τοῖς ὁμοίοις αὐτῶν καὶ ἑτέροις μύθοις ἀσεβῶν τῇ τε λοιπῇ συνηθείᾳ τῶν ἐθνῶν προσανέχοντες καὶ ἑορτάς τινας Ἑλληνικὰς τιμῶντες ἡμέρας τε αὖθις καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτοὺς παρατηρούμενοι.
Δονατικοί, ἀπὸ Δονάτου τινὸς ἐν τῇ Ἀφρικῇ ἐναρξάμενοι, τοῦ παραδεδωκότος αὐτοῖς ὀστοῦν τι, ἐπὶ τῆς χειρὸς αὐτῶν κρατοῦντας τοῦτο πρότερον ἀσπάζεσθαι καὶ τηνικαῦτα τῆς προσφορᾶς τῶν ἁγιασμάτων μετέχειν, ἡνίκα μέλλει ταῦτα προσκομίζεσθαι.
Ἠθικοπροσκόπται, οἱ ἐν τῇ ἠθικῇ ἤγουν πρακτικῇ προσκόπτοντες καὶ ἔνια μὲν δόγματα αὐτῆς ἐπαινετὰ ὑπάρχοντα διαβάλλοντες, τινὰ δὲ ψεκτὰ ὄντα ὡς χρηστὰ μετιόντες. Παρερμηνευταί, οἵ τινα κεφάλαια τῶν θείων γραφῶν τῆς τε παλαιᾶς καὶ νέας διαθήκης παρερμηνεύοντες καὶ πρὸς τὸν οἰκεῖον σκοπὸν ταῦτα μεθοδεύοντες· ἐμφιλονείκως δὲ παρὰ τὰς πολλὰς τῶν ἀκριβῶν καὶ ἀνεπιλήπτων ἑρμηνειῶν διακείμενοι, ἐξ ἰδιωτείας τινὸς καὶ ἀδιακρισίας τοῦτο πάσχοντες, βεβαιοῦν δὲ ἐντεῦθεν αὐτοὺς καὶ ἔνια τῶν αἱρετικῶν δογμάτων μὴ ἐπιστάμενοι.
Λαμπετιανοί, οἱ ἀπὸ Λαμπετίου τινὸς οὕτω προσαγορευόμενοι, οἵτινες τοῖς βουλομένοις ἐπὶ τὸ αὐτὸ ζῆν καὶ ἐν κοινοβίοις διάγειν ἐπιτρέπουσιν ἑκάστῳ, οἵαν ἐθέλει καὶ δοκιμάζει πολιτείαν, ταύτην μετιέναι καί, ὃ προαιρεῖται σχῆμα, ἀμφιέννυσθαι· οὐ δεῖ γάρ, φησίν, ἠναγκασμένως ποιεῖν τι τὸν χριστιανόν, ὅτι γέγραπται· «Ἑκουσίως θύσω σοι», καὶ πάλιν· «Ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ.» Ἐπιτρέπουσι δέ, ὥς φασί τινες, καὶ φυσικοῖς πάθεσι χώραν διδόναι καὶ μὴ ἀνθίστασθαι αὐτοῖς ὡς τῆς φύσεως οὕτως ἀπαιτούσης· καὶ ἕτερά τινα παραπλησίως τῶν ὀνομαζομένων Ἀεριανῶν λέγονται φρονεῖν.
Μονοθελῆται, οἱ ἀπὸ τοῦ Ἀλεξανδρείας Κύρου τὴν ἀρχὴν εἰληφότες, ὑπὸ δὲ τοῦ Κωνσταντινουπόλεως Σεργίου βεβαιωθέντες. Οὗτοι δύο μὲν ἐπὶ Χριστοῦ φύσεις πρεσβεύουσι καὶ μίαν ὑπόστασιν, ἓν δὲ θέλημα καὶ μίαν ἐνέργειαν δογματίζουσιν, ἀναιροῦντες διὰ τούτου τὴν τῶν φύσεων δυάδα καὶ τοῖς Ἀπολιναρίου δόγμασιν ἰσχυρῶς ἀντιποιούμενοι. in UW inser. cap., quod apud Lequien—Migne numeratur c. 100· ρʹ (om. W) Αὐτοπροσκόπται, πάντα μὲν ὀρθόδοξοι τυγχάνοντες (τυγχάν-] ὑπάρχοντες U), ἀδεῶς δὲ τῆς καθολικῆς ἐκκλησίας καὶ κοινωνίας, σφᾶς αὐτοὺς προφάσεώς τινος (τινος om. U) εὐτελοῦς ἕνεκα, εἰ τύχοι (εἰ τύχοι om. U), ἀποκόπτοντες. Κανονικοὺς δὲ θεσμοὺς δῆθεν ἐπιζητοῦντες, οὔτε ἐπίσκοποι οὔθ᾽ ὅλως λαοῦ προεστῶτες (οὔτε—προεστῶτες om. W), ἀλλά τινες ἀγελαῖοι ὄντες, ὅμως αὐτοὶ προσκόπτουσιν, ἐν οἷς ἐγκαλοῦσι. Συνοικοῦσι γὰρ γυναιξὶ προφανῶς, καὶ παρεισάκτοις συνδιάγουσι (συνάγουσιν U), πραγματείαις τε καὶ πλεονεξίαις καὶ τοῖς ἄλλοις ἐντρίβοντες (-βονται U) βιωτικοῖς πράγμασιν, Ἀλόγως (add. τε U) βιωτεύουσιν ἐκεῖνα ἔργῳ καταλύοντες, ἅπερ λόγῳ συνιστᾶν ἰσχυρίζονται, παραβάται ὄντες κατὰ τὴν ἀποστολικὴν ἀπόφασιν· λόγῳ γὰρ τιμῶντες ἔργῳ τὸν θεὸν ἀτιμάζουσι, μοναχοὶ καὶ ὑπὸ κλῆρον ταττόμενοι. Ἕπονται δὲ αὐτοῖς, ὅσοι (ὡς οἱ U) τεθαμβωμένοι καὶ τῇ ἑαυτῶν ἁπλότητι πορευόμενοι.
Οἱ δέ γε τρόφιμοι τῆς ἐκκλησίας τοὺς μὲν ἱεροὺς σέβουσι κανόνας, τὰ δὲ τούτοις συντείνοντα ἐπισκόποις καὶ προεστῶσι παραχωροῦντες, αὐτοὶ μάλα περιέπουσιν ἔργῳ τε (τε om. U) τούτους δι᾽ εὐταξίας ὑπερτιμῶσιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.