Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ ἀζύμων

Ἰωάννης ὁ Δαμασκηνός

Η αίρεση των Αρμενίων και οι θεολογικές πλάνες περί των αζύμων

Ελέγχεται η χρήση των αζύμων από τους Αρμενίους, η οποία ταυτίζεται με τον Απολιναρισμό περί άψυχου σώματος και συνδέεται με θεοπασχητικές αντιλήψεις. Παράλληλα, αναλύεται η ζωοποιός ιδιότητα του ευχαριστιακού άρτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 4

ΕΚΤΗ ΑΙΡΕΣΙΣ ΑΡΜΕΝΙΩΝ. Τὸ ἄζυμον τὴν νεκρὰν θυσίαν ἀναισχύντῳ προσώπῳ παριστῶσιν ἐνώπιον τοῦ Θεοῦ, κατὰ τὴν παράδοσιν τῶν Ἑβραίων. Διὸ ὁ θεσπέσιος Παῦλος πολυτρόπως γράφει πρὸς Κορινθίους οὕτως· «Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.» Καὶ πάλιν· «Ἐὰν ἡ πρώτη ἄσπιλος ἦν, ἡ δευτέρα χώραν οὐκ εἶχε,» Καὶ πρὸς Γαλάτας· «Κατήργηνται ἀπὸ τοῦ Χριστοῦ, ὅσοι ἐν νόμῳ δικαιοῦνται, καὶ ἐξέπεσον τῆς χάριτος.» Καὶ πάλιν λέγει· «Ἐάν τις ποιήσῃ ἓν ἐκ τῶν τοῦ νόμου, ἐπικατάρατος ἐὰν μὴ ποιήσῃ πάντα.» Καὶ ὁ Σωτὴρ ἐν τῷ ὑπερῴῳ τὸν μυστικὸν δεῖπνον ὅτε ἤθελε παραδοῦναι τοῖς μαθηταῖς, οὐκ ἐν ἀζύμῳ, ἀλλ᾽ ἐν ἄρτῳ τελείῳ παρέδωκεν, ὅτι οὐκ ἦν καιρὸς τῶν ἀζύμων κατὰ τὸν νόμον τῶν Ἑβραίων. Ἐπεὶ καὶ τὸ μυστήριον τοῦτο πρὸ τοῦ Πάσχα ἦν, καθὼς ὁ ἅγιος Ἰωάννης ὁ εὐαγγελιστὴς λέγει· «Πρὸ τῆς ἑορτῆς τοῦ Πάσχα.» Καὶ πάλιν· «Τῇ ἐπαύριον, ἄγουσι τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· καὶ αὐτοὶ οὐκ εἰσῆλθον, ἵνα μὴ μιανθῶσιν, ἀλλ᾽ ἵνα φάγωσι τὸ Πάσχα.» Καὶ Μελέτιος δέ τις θεοφόρος ἀνὴρ καὶ τῶν Γραφῶν ἀκριβὴς ἐξεταστὴς, αἰτηθεὶς περὶ τῶν ἀζύμων παρά τινος συγκέλλου, γράφει πρὸς αὐτὸν οὑτωσί· αʹ. Τὰ ἄζυμα οὐκ ἄρτος, ὡς ἄν τις εἴποι, τέλειος καὶ ὁλόκληρος, οὐδ᾽ αὐτοτελῆ, ἀλλ᾽ ἐλλιπῆ καὶ ἡμιτελῆ τινα, δεόμενα τοῦ πληρώματος τῆς ζύμης.

Ἄρτος, δὲ ἄρτιος, αὐτοτελὴς, τέλειος, πληρέστατος [δεῖ γὰρ τοῦ πληρώματος], ὡς τὸ ὅλον ἔχων ἐν ἑαυτῷ· τὸ δὲ ἄζυμον, καλεῖται καὶ ἐγκρυφίας, ὃ Ἠλίας ποτὲ τῇ Σουναμίτιδι ἐξῃτήσατο, ἢ κολλύριον, ὃ τὰ παρ᾽ ἡμῖν νήπια κουλλίκιον κοινῶς ὀνομάζουσι· τὸ πλήρωμα τοίνυν τῆς ἀζύμου ζύμης τῶν Ἰουδαίων Χριστός ἐστιν, ὃς ἐλθὼν, τὸ ἐλλιπὲς, καὶ ἀτελὲς ἐπλήρωσε τοῦ νόμου, καὶ τοῦτο τελειώσας κατέπαυσεν.

Ὃ οἱ τῶν Ἰουδαίων ἠγνοηκότες παῖδες βασκάνῳ ψυχῇ ἔτι ἄζυμα παρανόμως ἐσθίουσι, καὶ διὰ τοῦτο οἱ μιμηταὶ τούτων, καὶ οἱ Ἰουδαιόφρονες Ἀρμένιοι καὶ Ἰακωβῖται, ἀφρόνως τούτων μετέχουσιν, ὡς τῆς Ἀπολιναρίου κακίστης αἱρέσεως μετέχοντες. Ἐκεῖνος γὰρ σῶμα μόνον, ἄψυχόν τε καὶ ἄνουν εἶπε λαβεῖν τὸν Χριστὸν, ὅπερ ἐστὶ νεκρόν. Καὶ οἱ τὰ ἄζυμα τοίνυν ἐσθίοντες, εἰς ἀντίτυπον τοῦ σώματος τοῦ Χριστοῦ, νεκρὰν ἐσθίουσι σάρκα, καὶ οὐ ζῶσαν καὶ ἔμψυχον καὶ ἔννουν. Ἡ γὰρ προζύμη ἀντὶ ψυχῆς τῷ φυράματι γίνεται τὸ δὲ ἅλας ἀντὶ νοός. Ἃ μὴ ἔχον τὸ ἄζυμον, νεκρὸν καὶ μωρόν ἐστι. Τοίνυν καὶ οἱ τὰ ἄζυμα ἐσθίοντες ἐν τῷ σκότει τοῦ νόμου περιπατοῦσι.

Καὶ πῶς κοινωνίαν ἕξουσι μετὰ τοῦ Χριστοῦ, οἱ μὴ ὄντες ἐν τῷ φωτὶ τῆς χάριτος αὐτοῦ; Οἱ γὰρ ἐν τῷ φωτὶ περιπατοῦντες τῆς αὐτοῦ χάριτος, ἄρτον ἐσθίουσι τὸ σῶμα τοῦ Χριστοῦ, καὶ πίνουσιν αἷμα τὸ ἄχραντον αὐτοῦ· καὶ οὕτως ἔχουσι μετ᾽ ἀλλήλων, καὶ μετὰ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν κοινωνίαν, καθαριζόμενοι ἀπὸ πάσης ἁμαρτίας. Ἐν μὲν γὰρ τοῖς ἀζύμοις οὐδεμία τίς ἐστι ζωτικὴ δύναμις, νεκρὰ γάρ ἐστι· ἐν δὲ τῷ ἄρτῳ, ἤγουν τῷ σώματι τοῦ Χριστοῦ, τρία τὰ ζῶντα καὶ ζωὴν παρέχοντα αὐτὰ τοῖς ἀξίως ἐσθίουσι, τὸ πνεῦμα, τὸ ὕδωρ, καὶ τὸ αἷμα· ὅτι καὶ Ἰωάννης συμμαρτυρεῖ τῷ λόγῳ· «Τρεῖς οἱ μαρτυροῦντες, τὸ πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσι,» τουτέστι εἰς τὸ σῶμα τοῦ Χριστοῦ. Ὃ καὶ κατὰ τὸν καιρὸν τῆς σταυρώσεως δῆλον γέγονεν, ὁπηνίκα τὸ ὕδωρ καὶ τὸ αἷμα ἐκ τῆς πλευρᾶς αὐτοῦ ἔῤῥευσε, λόγχῃ νυγείσης αὐτοῦ τῆς σαρκὸς, τρία ἐξέῤῥευσε, ὃ δὲ ζῶν, καὶ ἅγιον Πνεῦμα ἔμεινε τῇ τεθεωμένῃ σαρκὶ αὐτοῦ, ἣν ἐσθίοντες ἡμεῖς ἐν τῷ μεταβαλλομένῳ ἄρτῳ διὰ τοῦ πνεύματος εἰς σάρκα Χριστοῦ, ζῶμεν ἐν αὐτῷ, ὡς ζῶσαν καὶ τεθεωμένην σάρκα ἐσθίοντες· ὡσαύτως καὶ τὸ αὐτοῦ αἷμα τὸ ζῶν καὶ θερμότατον, ἐπειδὴ ἐκ τῆς ζώσης σαρκὸς τῷ πνεύματι, καὶ θερμότατον τοῦ Χριστοῦ τὸ αἷμα καὶ τὸ ὕδωρ ἐξέβλυσεν, ὅπερ ἐν τοῖς τὰ ἄζυμα ἐσθίουσι χώραν οὐκ ἔχει τοῦτο γίνεσθαι. Καὶ ὢ τῆς ἀτοπίας!

νεκρὰν ζύμην ἐσθίοντες αὐχοῦσι, καὶ λέγουσι πρὸς ἡμᾶς, ὅτι οὐχ ὅπως ὑμεῖς ἅλατι καὶ προζύμῃ καὶ ὕδατι ἄλευρον φύρομεν, καὶ οὕτως ποιοῦμεν τὴν ἀναφορὰν τῶν ἐνζύμων, ἀλλ᾽ ὕδατι μόνῳ καὶ ἀλεύρῳ, πυρὶ τὸ ἄζυμον ἀπαρτίζομεν, καὶ ἐν τοῖς τρισὶ τούτοις ἁγνὴν ποιοῦμεν τὴν θυσίαν. Τὰ τρία οὖν ταῦτα τὸ ὕδωρ, καὶ τὸ ἄλευρον καὶ τὸ πῦρ, εἰς τί λαμβάνεται; καὶ τίνος ἀντίτυπα εἶναι δοκεῖτε; ἀντὶ τῆς σαρκὸς τοῦ Κυρίου. Ἀλλ᾽ οὐκ εἶπεν ὁ ἠγαπημένος, «Τρεῖς εἰσιν οἱ μαρτυροῦντες,» τὸ ὕδωρ, τὸ ἄλευρον, καὶ τὸ πῦρ, ἀλλὰ «τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσι,» δηλονότι τὸ σῶμα Χριστοῦ, ὡς προείρηται. Εἰ δὲ καὶ εἰς τὴν ἄκτιστον καὶ ἀσώματον φύσιν τῆς ἁγίας Τριάδος ταῦτα λαμβάνετε, σφάλλεσθε πίπτοντες εἰς τὴν Θεοπασχιτῶν αἵρεσιν, οἵ φασι συμπεπονθέναι τῇ σαρκὶ τοῦ Λόγου καὶ τὴν αὐτοῦ θεότητα. Οὐ γὰρ ὁμοῦ ἡ Τριὰς ἐσαρκώθη, ὁ Πατὴρ, ὁ Υἱὸς, καὶ τὸ ἅγιον τὸ Πνεῦμα, ἵνα θεωρῆτε ταῦτα εἰς αὐτὴν τὰ τρία, τὸ ὕδωρ, ὥς φατε, καὶ τὸ ἄλευρον, καὶ τὸ πῦρ, καὶ ὡς ἀντίτυπα αὐτῆς ποιῆτε τὸ ἄζυμον, καὶ εἰς θυσίαν προσφέρητε· ἀλλ᾽ ὁ εἷς τῆς Τριάδος, ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ σαρκωθεὶς ἐξ ἁγνῶν τῆς ἁγίας Παρθένου σαρκῶν ἐνηνθρώπησε, καὶ πάντα τελέσας τὰ τῆς οἰκονομίας, ἐσταυρώθη τῇ σαρκὶ, μὴ παθούσης αὐτοῦ τῆς θεότητος.