Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ ἀζύμων

Ἰωάννης ὁ Δαμασκηνός

Κανονικές μαρτυρίες και καταδίκη της χρήσης των αζύμων

Παρατίθενται αποστολικοί κανόνες και αποφάσεις της Έκτης Οικουμενικής Συνόδου που απαγορεύουν τη χρήση των αζύμων, χαρακτηρίζοντας την πρακτική αυτή ως παράνομη και ιουδαΐζουσα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 4

Ἀζύμων οὖν μὴ ὄντων πρὸ τῆς ἑορτῆς ἀζύμων ἐν ὅλῳ τῷ ἐνιαυτῷ· ἑπτὰ γὰρ ἡμέρας καὶ μόνας ἤσθιον τὰ ἄζυμα οἱ Ἰουδαῖοι, ὡς ἐνομοθέτησεν ὁ Μωϋσῆς, κατὰ τὴν ιεʹ ἡμέραν τοῦ πρώτου μηνὸς ἀρχομένης τῆς τούτων τραπέζης· πῶς δὲ εὑρέθησαν τότε ἄζυμα, ὅτε μετὰ τῶν μαθητῶν αὐτοῦ τὸ δεῖπνον ἔφαγεν ὁ Χριστός; Ἄκουσον τί φασιν οἱ ἀπόστολοι ἐν τῷ οʹ κεφαλαίῳ· «Εἴ τις πρεσβύτερος ἢ διάκονος ἢ ὅλως τῶν τοῦ καταλόγου κληρικῶν νηστεύει μετὰ Ἰουδαίων, ἢ ἑορτάζει μετ᾽ αὐτῶν, ἢ δέχεται παρ᾽ αὐτῶν τὰ τῆς ἑορτῆς αὐτῶν ξένια, οἷον ἄζυμον, ἤ τι τοιοῦτον, καθαιρείσθω.» Ἀλλὰ καὶ ἡ ϛʹ σύνοδος ἐπὶ Κωνσταντίνου ἐκγόνου Ἡρακλείου συναθροισθεῖσα, τοποτηρητὰς ἔχουσα τοῦ πάπα, τοῦ ἱεροῦ Ἀγάθωνος ἐπισκόπου Ῥώμης τόπον ἀναπληροῦντας, ἐν οἷς ἦν καὶ ὁ Ἀκραγαντῖνος θεῖος Γρηγόριος, ἔννοιαν κεφαλαίων κατὰ τῶν ἀζύμων διὰ τὴν ἱερὰν διάταξιν ἐξέθετο ἔχουσαν οὕτως· «Μηδεὶς τῶν ἱερατικῷ τάγματι κατειλεγμένων, ἢ λαϊκὸς τὰ παρὰ τῶν Ἰουδαίων ἄζυμα ἐσθιέτω.» Καὶ εἰ παραδεδομένον παρὰ τῶν ἀποστόλων ἦν τὸ ἐσθίειν τὰ ἄζυμα, ἀντέστη ἂν γενναίως τῷ παρόντι κανόνι ὁ ἱερὸς Ἀγάθων ὁ Ῥώμης ἐπίσκοπος καὶ ὁ Ἀκραγαντῖνος θεῖος Γρηγόριος, καὶ οὐκ ἂν μᾶλλον συνῄνουν τῷ ἱερῷ καὶ θείῳ τούτῳ κανόνι.

Ἤγουν ὁ ἄζυμα ποιῶν καὶ προσφέρων Ἰουδαιόφρων ἐστὶ καὶ παράνομος καὶ ὁμόφρων ἐκείνων ἐστὶ, παραβαίνων καὶ τὰς πράξεις τῶν ἀποστόλων καὶ τῶν Πατέρων, καθὼς ὁ λόγος ἀπέδειξεν.