Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ νηστείας

Ἰωάννης ὁ Δαμασκηνός

Η έριδα για τη διάρκεια της νηστείας και η προτεραιότητα της ειρήνης

Εισαγωγή στη διένεξη σχετικά με τον χρόνο της νηστείας και υπογράμμιση της σημασίας της εκκλησιαστικής ειρήνης έναντι των ερίδων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 6

βʹ. Γεγράφηκεν ἡ ὑμετέρα πάντιμος ἀρετὴ, ὥς τινες διεφήμισαν ἡμᾶς εἰρηκέναι ὀκτὼ τὰς τῶν νηστειῶν ἑβδομάδας ὑπάρχειν· προὐτρέψατό τε γράφειν, εἰ οὕτως ἔχοι τὰ πράγματα· πρὸς τοῦτό φαμεν, ὅτι τῆς ἐκκλησιαστικῆς εἰρήνης οὐδὲν ὑψηλότερον, δι᾽ ἣν νόμος καὶ προφῆται, δι᾽ ἣν Θεὸς ἄνθρωπος γέγονε· τοῦτο δὴ τὸ μέγα καὶ ἀνεξιχνίαστον ὄντως μυστήριον· ἣν ἦλθε Χριστὸς εὐαγγελίσασθαι· ἣν αὐτὸς Χριστὸς τοῖς οἰκείοις μαθηταῖς πρὸ τοῦ πάθους, καὶ μετὰ τὴν ἐκ τοῦ πάθους ἀνάστασιν ἐδωρήσατο· ἣν καὶ εἰς οὐρανοὺς ἀνιὼν μετὰ τῆς σαρκὸς αὐτοῦ, ὅθεν κατεληλύθει ἄσαρκος, ὡς κλῆρον τοῖς ἀποστόλοις, καὶ δι᾽ αὐτῶν τῇ Ἐκκλησίᾳ κατέλιπεν. Εἰρήνη δέ ἐστιν ἡ ἐν τῷ ἀγαθῷ συμφωνία. Τὸ γὰρ κακῶς συμφωνοῦν, στασιάζειν μᾶλλον ἢ εἰρηνεύειν λεχθήσεται· κἀμοὶ τοίνυν τῷ ἐλαχίστῳ σκοπὸς ἦν προηγουμένως τὰ τῆς εἰρήνης βραβεύειν, καὶ ὅσα πρὸς τοῦτο φέρει, τοῖς ἐρωτῶσι λέγειν ὅση δύναμις.

γʹ. Ἑωρακὼς τοιγαροῦν τὴν περὶ τῶν ἁγίων νηστειῶν στάσιν μέχρις ἀέρος κορυφωθεῖσαν, δεινῶς ἐποτνιώμην καὶ ἠνιώμην, ὅτι καὶ διὰ τοῦ ἀγαθοῦ μοι ἡ ἁμαρτία τὸν θάνατον κατεργάζεται. Τί γὰρ ὄφελος τῆς νηστείας, τοῖς εἰς ἔριδας καὶ μάχας νηστεύουσι; διὸ τοῖς μὲν ἑπτὰ τὰς τῶν ἁγίων νηστειῶν ἑβδομάδας λέγουσι συνεβούλευον μὴ ζυγομαχεῖν, καὶ στασιάζειν τὸ καλὸν σῶμα Χριστοῦ, τουτέστιν τὴν Ἐκκλησίαν· πειθαρχεῖν δὲ μᾶλλον τοῖς τὴν προεδρίαν καὶ οἰκονομίαν τοῦ λόγου πεπιστευμένοις. Τὸ γὰρ περισσεύειν ἐν τῷ ἀγαθῷ, καὶ προκόπτειν, καὶ ἀναβαίνειν ἐπὶ τὰ μείζονά τε καὶ ὑψηλότερα, καὶ προστιθέναι ἐπὶ πᾶσαν αἴνεσιν τοῦ Κυρίου, τῶν εὖ ἐχόντων ἐστί. Τοῖς δὲ τὰς ὀκτὼ ἑβδομάδας νομοθετοῦσιν ὑπετιθέμην, ὡς οὐδὲ τὸ καλὸν καλὸν, εἰ μὴ καλῶς γένηται. Καλὸν μὲν γὰρ παρθενία ἀλλ᾽ ἐὰν γήμῃς, οὐχ ἥμαρτες· Καλὸν τὸ νηστεύειν πᾶσαν ἡμέραν· ἀλλ᾽ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω. Ἐν τοῖς τοιούτοις οὐ νομοθετεῖν, οὐ βιάζεσθαι, οὐκ ἀναγκαστῶς ἄγειν τὸ ἐγχειρισθὲν προσήκει ποίμνιον, πειθοῖ δὲ μᾶλλον, καὶ ἠπιότητι, καὶ λόγῳ ἅλατι ἠρτυμένῳ, ταύτα καὶ τούτοις ὑποτιθέμεθα.