Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ νηστείας

Ἰωάννης ὁ Δαμασκηνός

Πατερικές μαρτυρίες για τη νηστεία των επτά εβδομάδων

Ανθολόγιο κειμένων από τους Πατέρες της Εκκλησίας και από τις αποστολικές διατάξεις που θεμελιώνουν τον υπολογισμό της Τεσσαρακοστής σε επτά εβδομάδες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 6

Τοῦ ἁγίου ἱερομάρτυρος Ἰγνατίου, ἐκ τῆς πρὸς Φιλιππησίους Ἐπιστολής. Εἴ τις ἁγνεύει ἢ ἐγκρατεύεται, μὴ ἐπαιρέσθω, ἵνα μὴ ἀπολέσῃ τὸν μισθόν· τὰς ἑορτὰς μὴ ἀτιμάζετε. Τὴν Τεσσαρακοστὴν μὴ ἐξουθενεῖτε· μίμησιν γὰρ περιέχει τῆς τοῦ Κυρίου πολιτείας. Τὴν τοῦ πάθους ἑβδομάδα μὴ παρορᾶτε· Τετραδοπαρασκευὴν νηστεύοντες, πένησιν ἐπιχορηγεῖτε τὴν περίσσειαν.

Εἴ τις Κυριακὴν ἣ Σάββατον νηστεύει, πλὴν ἑνὸς Σαββάτου, οὗτος Χριστοκτόνος ἐστί. Διάταξις τῶν ἁγίων Ἀποστόλων. Μεθ᾽ ἧς ἡμῖν φυλακτέα ἡ νηστεία τῆς ἁγίας Τεσσαρακοστῆς, μνήμην περιέχουσα τῆς τοῦ Χριστοῦ πολιτείας τε καὶ νομοθεσίας. Ἐπιτελείσθω δὲ ἡ νηστεία αὕτη πρὸ τῆς νηστείας τοῦ Πάσχα, ἀρχομένη μὲν ἀπὸ δευτέρας, πληρουμένη δὲ εἰς Παρασκευήν.

Μεθ᾽ ἃς ἀπονηστεύσαντες ἄρξασθε τῆς ἁγίας τοῦ Πάσχα ἑβδομάδος, νηστεύοντες αὐτὴν ἅπαντες μετὰ φόβου καὶ τρόμου. Προσευχόμενοι ἐν αὐτῇ περὶ τῶν ἀπολλυμένων, ἐν ᾗ ἤρξατο τὴν κατὰ τοῦ Κυρίου βουλὴν ποιεῖσθαι. Παρήγγειλε γὰρ ἡμῖν αὐτὸς νηστεύειν τὰς ἓξ ἡμέρας ταύτας διὰ τὴν τῶν Ἰουδαίων δυσσέβειαν.

Τοῦ ἁγίου Βασιλείου, ἐκ τοῦ κατὰ μεθυόντων λόγου. Εἰ γὰρ ἐπὶ τοσαύταις παραινέσεσιν, ἃς ἔν τε τὸ προλαβόντι χρόνῳ παρακαλοῦντες ὑμᾶς οὐ διελίπομεν, καὶ ἐφεξῆς τῶν ἑπτὰ τούτων τῆς νηστείας ἑβδομάδων νυκτὸς καὶ ἡμέρας διαμαρτυρόμενοι ὑμῖν τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ οὐκ ἐπαυσάμεθα, οὐδὲν γέγονεν ὄφελος. Ἐπὶ ποίαις ἐλπίσι διαλεχθῶμεν, γυναῖκες ἀκόλαστοι ἐπιλαθόμεναι τοῦ φόβου τοῦ Θεοῦ, τοῦ πυρὸς αἰωνίου καταφρονήσασαι, ἐν ἡμέρᾳ τοιαύτῃ, ὅτε αὐτὰς ἐχρῆν διὰ τὴν ἀνάμνησιν τῆς ἀναστάσεως καθῆσθαι ἐν τοῖς οἴκοις.

Τοῦ Χρυσοστόμου, ἐκ τοῦ Πρὸς τῷ τέλει τῆς νηστείας λόγου. Τεσσαράκοντα λοιπὸν ἡμέραι παρῆλθον· ἐὰν τοίνυν παρέλθῃ τὸ Πάσχα τὸ ἱερὸν, οὐδενὶ συγγνώσομαι λοιπὸν, οὐδὲ παραίνεσιν προσάξω.

Τοῦ ἁγίου Ἀναστασίου πατριάρχου, Κωνσταντινουπόλεως, ἐκ τῆς Ἐγκυκλίου. Τὸ μέντοι ἅγιον Πάσχα τῆς ἑνδεκάτης Ἰνδικτίωνος σὺν Θεῷ ἐπιτελοῦμεν· κατὰ μὲν Αἰγυπτίους, μηνὸς Φαρμουθὶ εἰκάδι πέμπτῃ· κατὰ δὲ Ῥωμαίους, μηνὸς Ἀπριλλίου εἰκάδι, πρὸ δεκαδύο καλανδῶν Μαΐων· ἀρχόμενοι τῆς νηστείας τῶν ἑπτὰ ἑβδομάδων ἐξ αὐτῆς δευτέρας ἡμέρας, κατὰ μὲν Αἰγυπτίους, ὀγδόῃ τοῦ Φανεμὼθ μηνός· κατὰ δὲ Ῥωμαΐους Μαρτίου τρίτῃ.

Τοῦ ἁγίου Ἐπιφανίου Κύπρου, ἐκ τοῦ εἰς Μοναχούς. Τὴν Τεσσαρακοστὴν τῆς ἁγίας Ἐκκλησίας, καὶ τὴν ἑβδομάδα τοῦ ἁγίου Πάσχα παρατετηρημένως φυλάττετε.

Ἰωάννου ἐπισκόπου Ἀθηνῶν. Ἵνα διὰ τῆς σεπτῆς ἑπτάδος τῶν νηστειῶν ἀσφαλῆ τε καὶ ἀκατάπτωτον τὴν διέξοδον ὑποπτεύσωμεν. Ἡ ἑβδομὰς γὰρ ἀεὶ στρεφομένη τε καὶ συννεύουσα, καὶ οἷον ἐκ τ᾽ αὐτοῦ περὶ ταυτὸ σημεῖον εἰλουμένη καὶ περιπολίζουσα, τὸν ἑβδοματικὸν ἡμῖν αἰῶνα συμπερατοῖ.

Τοῦ ἁγίου Ἀναστασίου πατριάρχου Θεουπόλεως, ἤγουν Ἀντιοχείας Συρίας. Δεῦρο δὴ κατανοήσωμεν, ὅτου χάριν ἑπτὰ ἑβδομάσιν ἡ τεσσαρακονθήμερος τελεῖται νηστεία. Οὐδαμῶς μὲν ἐξισταμένη τοῦ εἶναι Τεσσαρακοστὴ, προσλαμβάνουσα δὲ καὶ ἑτέραν μυστικὴν ἀστειότητα· ἄρτιος μὲν γὰρ, καὶ πανίερος διαπέφηνεν ὁ ἑπτὰ ἀριθμὸς, καὶ μᾶλλον κεχαρίτωκε τῶν ἱερῶν ἡμῖν ἀγώνων τὰς ἡμέρας, ἑπτάκις διὰ τῶν ἑπτὰ ἑβδομάδων τελούμενος. Τοῦ ἁγίου Πέτρου πατριάρχου Ἱεροσολύμων.

Νηστείας δὲ ἐπιμνησθέντες εὐκαιρότατα, κἀκεῖνα πρὸς ὑμᾶς εἴποιμεν ἂν, ὡς Θεοῦ χάριτι, τῆς νενομισμένης ἀπαρξώμεθα νηστείας, τῶν ἑπτὰ ἑβδομάδων, ἀπὸ τῆς ἑβδόμης τοῦ Φεβρουαρίου μηνὸς, τὴν τοῦ σωτηρίου Πάθους, καὶ τῆς Χριστοῦ Ἀναστάσεως ἐπιτελοῦντες πανήγυριν, τῇ εἰκάδι ἑβδόμῃ τοῦ λεγομένου Μαρτίου μηνός.