Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῆς ἁγίας τριάδος

Ἰωάννης ὁ Δαμασκηνός

Χριστολογική διδασκαλία και υποστατική ένωση

Ανάλυση του μυστηρίου της ενσάρκου οικονομίας, της υποστατικής ενώσεως και της συνυπάρξεως των δύο φύσεων στο πρόσωπο του σεσαρκωμένου Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 3

δʹ· Ὁμολογοῦμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ Υἱὸν καὶ Λόγον τοῦ Πατρὸς, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι ἐκ Πνεύματος ἁγίου, καὶ ἐκ τῆς ἁγίας ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Θεὸν τέλειον τὸν αὐτὸν, καὶ ἄνθρωπον τέλειον, ἕνα καὶ μόνον Υἱὸν, καὶ πρὸ τῆς σαρκώσεως, καὶ μετὰ τὴν σάρκωσιν· ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα, κατὰ πάντα ὅμοιον ἡμῖν, καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, χωρὶς ἁμαρτίας γενόμενον ἄνθρωπον· πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ᾽ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι᾽ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ τῆς ἁγίας Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἕνα καὶ μόνον Υἱὸν ἐν δυσὶ φύσεσιν, ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως γνωριζόμενον. Δύο γὰρ φύσεις συνῆλθον ἀλλήλαις καθ᾽ ἕνωσιν ἀδιάσπαστον, ἀσύγχυτον, ἄτρεπτον. Ἡ γὰρ σὰρξ, σάρξ ἐστι, καὶ οὐ θεότης, εἰ καὶ γέγονε Θεοῦ σάρξ· ὁμοίως καὶ ὁ Λόγος, Θεός ἐστι καὶ οὐ σὰρξ, εἰ καὶ μίαν ἐποιήσατο τὴν σάρκα διὰ τῆς οἰκονομίας· δύο τοίνυν τὰς φύσεις εἶναί φαμεν, ἕνα δὲ Χριστὸν, καὶ Υἱὸν, καὶ Κύριον τὸν τοῦ Θεοῦ Λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον.

Οὐ γὰρ τὴν ἑαυτοῦ δόξαν ἠλάττωσεν ὁ Δεσπότης, ὅτι σάρκα ἀνέλαβε· πρὶν μὲν γὰρ λαβεῖν αὐτὸν τὴν σάρκα, καὶ ταπεινῶσαι ἑαυτὸν, ἄγγελοι μόνον ἐγίνωσκον αὐτόν· ἐπειδὴ δὲ ἐταπείνωσεν ἑαυτὸν, ἅπασα ἡ τῶν ἀνθρώπων φύσις ἐπέγνω αὐτόν. Ὁρᾷς, πῶς ἡ ταπείνωσις οὐκ ἐλάττωσιν εἰργάσατο, ἀλλὰ πλεῖον αὐτοῦ τὴν δόξαν διαλάμψαι ἐποίησεν. Εἰ δέ τις τῶν περιέργων λέγει, ὅτι ἡ θεότης ἐν τῷ σταυρῷ ἦν, ἢ οὐκ ἦν, ποιεῖ αὐτὴν μὴ ἐν παντὶ οὖσαν, καὶ περιγραπτὴν εἰς ἕνα τόπον· ἡμεῖς δὲ λέγομεν τὸν Θεὸν ἀπερίγραπτον καὶ ἀκατάληπτον.