Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῆς ὀρθῆς πίστεως

Ἰωάννης ὁ Δαμασκηνός

Χριστολογικό δόγμα και θεία Ενσάρκωση

Αναλυτική παρουσίαση της υποστατικής ενώσεως του Λόγου, της διατήρησης των δύο φύσεων, θελημάτων και ενεργειών, καθώς και απόρριψη των σχετικών πλανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 5

Καὶ ξένον τοῦτο παντάπασι, καὶ μόνον Θεῷ πρέπον. Εἷς τοίνυν Θεὸς ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον· εἷς Ποιητὴς οὐρανοῦ καὶ τῆς γῆς, καὶ πάσης κτίσεως, ὁρατῆς τε καὶ ἀοράτου, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα, οὐκ ἐκ προϋποκειμένης ὕλης. Εἷς Θεὸς, καὶ μία τῶν ἁπάντων ἀρχὴ, καὶ οὐ δύο· μία Θεότης ὑπέρθεος, μία ὑπερούσιος οὐσία, ὑπεράγαθος ἀγαθότης, πέλαγος οὐσίας ἀπείρου καὶ ἀπεριορίστου, αἰτία πάντων τῶν ἀγαθῶν, οὐσιωποιὸς δύναμις, ἄναρχος, ἀνώλεθρος, αἰώνιος, καὶ ἀπερίγραπτος. Ἀένναον φῶς τριφεγγὲς, τρισυπόστατον, ἀκαταληψίας γνόφῳ καλυπτόμενον. β. Ἔτι πιστεύω, ὅτι ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ὁ προαιώνιος, ὁ ἄκτιστος, ὁ ὁμοούσιος τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, ὁ εἷς τῆς ἁγίας Τριάδος, ἀπείρῳ ἀγαθότητι, καὶ ἀφάτῳ φιλανθρωπίᾳ, εὐδοκίᾳ τοῦ Πατρὸς, ἐσαρκώθη ἀσπόρως ἐκ Πνεύματος ἁγίου, καὶ Μαρίας τῆς ἁγίας Ἀειπαρθένου καὶ Θεοτόκου, ἐπ’ ἐσχάτων τῶν χρόνων δι’ ἡμᾶς καὶ τὴν ἡμετέραν σωτηρίαν, μείνας ὃ ἦν, Θεὸς τέλειος καὶ τῷ Πατρὶ ὁμοούσιος, γενόμενος ὃ οὐκ ἦν, τέλειος ἄνθρωπος, τῇ Μητρὶ καὶ ἡμῖν ὁμοούσιος, σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ καὶ νοερᾷ.

Καὶ ἔστιν εἷς Χριστὸς, εἷς Κύριος, εἷς Υἱὸς Θεοῦ καὶ ἄνθρωπος, ὁ αὐτὸς Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, μία ὑπόστασις σύνθετος ἐκ θεότητος καὶ ἀνθρωπότητος, ἐκ δύο φύσεων, καὶ δύο φύσεις ὁ αὐτὸς καὶ ἐν δυσὶ φύσεσι τελείαις ἐχούσαις κατὰ τὸν ἑκάστῃ πρέποντα ὄρον τε καὶ λόγον. Υἱὸς Θεοῦ κατὰ τὴν προαιώνιον ἐκ Πατρὸς ἀσώματον γέννησιν, Υἱὸς ἀνθρώπου ὁ αὐτὸς κατὰ τὴν ἐπ’ ἐσχάτων σωτήριον σάρκωσίν τε καὶ πρόσληψιν· ἀμήτωρ τὸ πρῶτον ἐκ Πατρὸς, ὡς Θεὸς, ἀπάτωρ τὸ δεύτερον ὁ αὐτὸς ὡς ἄνθρωπος ἐκ Μητρός· δύο φύσεις καὶ μία ὑπόστασις. Εἰ γὰρ δύο ὑποστάσεις, οὐχ εἷς Υἱὸς, ἀλλὰ καὶ τετράδι λατρεύομεν. Εἰ γὰρ ἑτέρα ὑπόστασις τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ ἑτέρα τοῦ Υἱοῦ τῆς Παρθένου, ἄλλος υἱὸς καὶ ἄλλος, καὶ οὐχ εἷς Υἱὸς, ἀλλὰ καὶ δύο· δύο γὰρ ὑποστάσεις εἷς Υἱὸς οὐκ ἂν εἶεν. Καὶ πάλιν, εἰ ἄλλη ὑπόστασις τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ ἄλλη τοῦ τῆς Παρθένου, ἢ ἐξώσθη ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ καὶ ἀντεισήχθη ὁ τῆς Παρθένου, ἢ τετρὰς κάθηται ἐπὶ τοῦ θρόνου, καὶ τετράδι λατρεύομεν τοῦ Θεοῦ, Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, καὶ Υἱῷ τῆς Παρθένου.

Ἀλλὰ μὴ εἴη τοῦτο φρονεῖν ἡμᾶς, ἀλλὰ μίαν τοῦ Θεοῦ Λόγου, τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ μετὰ τῆς σαρκὸς αὐτοῦ σύνθετον ὑπόστασιν ἐκ δύο φύσεων, καὶ ἐν δυσὶ τελείαις ταῖς φύσεσιν· ἀλλ’ ἀδιαιρέτοις, ἀσυγχύτοις, καθ’ ὑπόστασιν ἀδιασπάστως ἡνωμέναις. Οὐ λέγω μίαν φύσιν σύνθετον, ἵνα μὴ ἑτεροφυῆ καὶ ἑτεροούσιον τοῦ Πατρὸς τὸν Υἱὸν βλασφημήσθη. Ἁπλῆς γὰρ, καὶ οὐ συνθέτου φύσεως ὁ Πατήρ· ἀλλὰ λέγω ὑπόστασιν μίαν σύνθετον, ἵνα μηδὲ γυμνὸν εἴπω Θεὸν, μηδὲ ἄνθρωπον ψιλὸν, μηδὲ τετάρτην τῇ Τριάδι παρεισενέγκω ὑπόστασιν. Εἰ γὰρ τέλειός ἐστιν ἐν θεότητι, τέλειος ἐν ἀνθρωπότητι ὁ αὐτὸς μετὰ τὴν ἕνωσιν. Πρὸ γὰρ τῆς ἑνώσεως παντὶ δῆλον, ὅτι ἐν μιᾷ τῆς θεότητος φύσει ἦν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ μόνον Θεὸς ὑπῆρχε καθὰ καὶ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ὅθεν δὲ δι’ ἄφατον ἀγαθότητα τὴν ἡμῶν προσελάβετο φύσιν, καὶ ἡνώθη ἡμῖν γενόμενος, ἐστὶν ἐν θεότητι τέλειος ἄνθρωπος καθ’ ὁμοιότητα ἡμῶν χωρὶς ἁμαρτίας, τότε ὡράθη ἐν δυσὶ φύσεσιν.

Εἰ γὰρ τέλειός ἐστιν ἐν θεότητι μετὰ τὴν ἕνωσιν, καὶ τέλειος ἐν ἀνθρωπότητι ὁ αὐτὸς, πάντως ἐν δυσὶν ἔσται τελείαις ταῖς φύσεσι· θεότης γὰρ καὶ ἀνθρωπότης, δύο φύσεις, καὶ οὐ μία. Οὐδὲ γὰρ τὸ κτιστὸν καὶ τὸ ἄκτιστον μία φύσις· οὐδὲ τὸ παθητὸν καὶ τὸ ἀπαθὲς μία φύσις. Εἰ γὰρ μία φύσις τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς ἀνθρωπότητος αὐτοῦ σύνθετος, ἔπαθεν δὲ ὁ Χριστὸς, ἡ μία αὐτοῦ φύσις ἔπαθεν, τουτέστιν ἡ ἀνθρωπότης αὐτοῦ. Εἰ δὲ δύο φήσομεν τὰς τοῦ Χριστοῦ φύσεις, μίαν ἀπαθῆ, καὶ μίαν παθητὴν, πάσχει τὸ παθητὸν φύσει, καὶ ἀπαθὲς μένει τὸ ἀπαθές. Πῶς δὲ καὶ μιᾶς φύσεως ὢν, ἔστι τῷ Πατρὶ ὁμοούσιος; Οὐδὲ γὰρ ὁ Πατὴρ καὶ ἡμεῖς ὁμοούσιοι, οὔτε ὁ Πατὴρ, οὔτε ἡμεῖς ἐκ θεότητος καὶ ἀνθρωπότητος σύνθετοι· ὑπόστασιν δέ φημι σύνθετον μίαν. Οὐ γὰρ ὑπῆρξεν ἡ ἔμψυχος σὰρξ τοῦ Κυρίου καθ’ ἑαυτὴν, οὐδὲ ἰδίαν ἔσχεν ὑπόστασιν, οὐδὲ ἐγένετο καθ’ ἑαυτὸν ὁ δεῖνα, ἀλλὰ τοῦ Θεοῦ Λόγου γέγονε, καὶ αὐτὸν ἔσχεν ὑπόστασιν. Διὸ ὁμολογῶ καὶ κηρύττω νῷ, καὶ καρδίᾳ, καὶ στόματι, κυρίως καὶ ἀληθῶς Θεοτόκον τὴν ἁγίαν Παρθένον Μαρίαν, ὡς ἀληθῶς τὸν προαιώνιον καὶ μονογενῆ Υἱὸν τοῦ Θεοῦ, καὶ φύσει Θεὸν ἐξ αὐτῆς σεσαρκωμένον γεννήσασα. γ.

Ἔτι ὁμολογῶ διπλᾶ πάντα τὰ φυσικὰ αὐτοῦ τῶν δύο φύσεων ἰδιώματα, τὸ ἄκτιστον καὶ ἄναρχον τῆς θεότητος, τὸ κτιστὸν καὶ ἠργμένον τῆς ἀνθρωπότητος, τὸ ἀπερίγραπτον καὶ ἀόρατον καὶ ἀναφὲς τῆς θεότητος, τὸ περιγραπτὸν καὶ ψηλαφητὸν καὶ ὁρατὸν τῆς ἀνθρωπότητος, τὸ ἀπαθὲς τῆς θεότητος, τὸ παθητὸν τῆς ἀνθρωπότητος· θεῖον φυσικὸν θέλημα, καὶ ἀνθρώπινον φυσικὸν θέλημα, θείαν φυσικὴν ἐνέργειαν, καὶ φυσικὴν ἀνθρωπίνην ἐνέργειαν. Ἤθελε γὰρ καὶ ἐνήργει, ὡς Θεὸς καὶ τῷ Πατρὶ ὁμοούσιος, τὰ θεῖα θαυματουργῶν, καὶ ἤθελε καὶ ἐνήργει τὰ ἀνθρώπινα ὡς ἄνθρωπος, καὶ ἡμῖν ὁμοούσιος, θέλων, καὶ ἐνεργῶν, καὶ πάσχων τὰ καθ’ ἡμᾶς. Ἤθελε δὲ καὶ ἐνήργει τὰ φυσικὰ καὶ ἀδιάβλητα τῆς ἡμετέρας φύσεως θελήματα, οὐκ ἐναντιότητι γνώμης, ἀλλ’ ἰδιότητι τῶν φύσεων. Οὐ γὰρ τὸ φυσικὸν θέλημα τοῦ ἀνθρώπου ἐναντίον τοῦ θείου θελήματος. Θελήματι γὰρ Θεοῦ καὶ εὐδοκίᾳ θέλει ἄνθρωπος τὰ φυσικά· θέλων γὰρ ὁ Θεὸς ταῦτα τῇ φύσει δέδωκε.

Τὰ δὲ καθ’ ἡμετέραν γνώμην καὶ ἡδονὴν ἁμαρτητικὰ παρὰ τὸν θεῖον νόμον, ταῦτα ἐναντία τοῦ θείου θελήματος, γνωμικὰ καὶ ὑποστατικὰ θελήματα· ὡς μὲν οὖν Θεὸς ὁ Χριστὸς, ἤθελε θείᾳ θελήσει, καὶ ἐνεργείᾳ θείᾳ ἐνήργει σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι τὰ θεῖα, οἷον τὴν τοῦ παντὸς συνοχὴν καὶ κυβέρνησιν, τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ ὅσα τῆς θείας φύσεώς ἐστι θελητά· ὡς δὲ ἄνθρωπος, ἤθελε ἀνθρωπίνῃ θελήσει, καὶ ἐνεργείᾳ ἀνθρωπίνῃ ἐνήργει τὰ φυσικὰ τῆς ἀνθρωπότητος, οἷον φαγεῖν, πιεῖν, ὁρᾷν, νοεῖν, ἐκτείνειν χεῖρα, περιπατεῖν, ὑπνοῦν, καὶ τὰ τοιαῦτα πάντα κατὰ τὴν Πατρικὴν εὐδοκίαν. Ἤθελε δὲ καὶ ὡς Θεὸς τὴν ἡμῶν σωτηρίαν· τὸ καθ’ ἡδονὴν ἁμαρτητικὸν καὶ παρήδρυσιν οὐ παρεδέξατο θέλημα· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Θεία γὰρ ὢν ὑπόστασις, καὶ φύσιν ἀνθρωπίνην ἀναλαβὼν, τῇ φυσικῇ θελήσει τῆς ἀνθρωπότητος, κατὰ τὸ θεῖον τῆς ὑποστάσεως αὐτῆς ἐχρήσατο θέλημα· καὶ οὕτως ὁ νέος τὸν παλαιὸν Ἀδὰμ ἀνεσώσατο· γέγονε γὰρ ἐν πᾶσιν ὑπήκοος, ὡς ἄνθρωπος, τῷ Θεῷ καὶ Πατρὶ ἕως θανάτου. Οὐ γὰρ ὡς Θεὸς γέγονεν ὑπήκοος. Ὑπακοὴ γάρ ἐστιν αὐτεξούσιος ὑποταγὴ τοῦ οἰκείου θελήματος ἑτέρῳ θελήματι· τὸ δὲ θεῖον θέλημα οὐ δοῦλον, οὐδὲ ὑπήκοον.

Οὐκ ἔστι γὰρ τῆς θείας θελήσεως τὸ ὀρέγεσθαι βρώσεως, πόσεως, ὕπνου, θέλειν λαθεῖν, καὶ μὴ δύνασθαι· τὸ γὰρ θεῖον θέλημα παντοδύναμον· οὐδέ ἐστι θείας ἐνεργείας τὸ ὁρᾷν σωματικοῖς ὀφθαλμοῖς, καὶ ἀναπνεῖν, περιπατεῖν, καὶ χεῖρας ἐκτείνειν. δ. Διὰ τοῦτο καθὼς δύο αὐτοῦ τὰς φύσεις ὁμολογοῦμεν, αὐτοῦ συνομολογοῦμεν καὶ τὰ φυσικὰ θελήματα, καὶ δύο τὰς φυσικὰς ἐνεργείας τοῦ αὐτοῦ ἑνὸς Χριστοῦ, τῆς μιᾶς τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου συνθέτου ὑποστάσεως· ἕνα δὲ καὶ τὸν αὐτὸν θέλοντα φυσικῶς τὰ θεῖα καὶ τὰ ἀνθρώπινα· τὰ θεῖα, θείᾳ θελήσει, τὰ ἀνθρώπινα, ἀνθρωπίνῃ θελήσει.

Μία γὰρ ὑπόστασις ὢν ὁ Χριστὸς δύο φύσεων, θείας τε καὶ ἀνθρωπίνης, ταῦτα θείως, κἀκεῖνα ἀνθρωπίνως ὁ αὐτὸς ἤθελε, καὶ ἐνήργει τὰ θεῖα, καὶ θεανδρικῶς τὰ ἀνθρώπινα. Εἰ γὰρ καὶ ὡς Θεὸς ἤθελε τὰ θεῖα, καὶ ὡς ἄνθρωπος τὰ ἀνθρώπινα, ἀλλ’ οὖν οὔτε ὡς Θεὸς γυμνὸς ἤθελε τὰ θεῖα, οὔτε ὡς ἄνθρωπος ψιλὸς τὰ ἀνθρώπινα, ἀλλὰ Θεὸς ἀνδρισθεὶς, τουτέστιν ἐνανθρωπήσας, φυσικῇ θείᾳ θελήσει καὶ ἐνεργείᾳ, ὡς Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς, ἤθελε καὶ ἐνήργει τὰ θεῖα, καὶ φυσικῇ ἀνθρωπίνῃ θελήσει καὶ ἐνεργείᾳ, ὡς Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς, ἤθελε καὶ ἐνήργει τὰ ἀνθρώπινα, πεφυκὼς θέλειν καὶ ἐνεργεῖν ὡς ἄνθρωπος τὰ ἀνθρώπινα. Θέλει γὰρ καὶ ἐνεργεῖ ἑκατέρας φύσεως τὰ ἴδια μετὰ τῆς θατέρου κοινωνίας, τῆς μὲν θεότητος αὐτεξουσίως καὶ παντεξουσίως διὰ τῆς ἀνθρωπότητος αὐτοῦ ἐνεργούσης· τῆς δὲ ἀνθρωπότητος αὐτεξουσίως καὶ κατὰ πάντα τῷ θείῳ αὐτοῦ θελήματι καὶ ταῦτα θελούσης ἃ θέλειν αὐτὴν ἡ θεία θέλησις θέλει, διὰ τὸ μοναδικὸν τῆς ὑποστάσεως. Ὅτι δὲ εἷς ἐστιν ὁ Χριστὸς καὶ μία ὑπόστασις δῆλον. Ἐρωτᾷ γὰρ αὐτός· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου;

Καί φασιν οἱ μαθηταί· Οἱ μὲν Ἰωάννην τὸν Βαπτιστὴν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν. Ὑμεῖς δὲ, τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Υἱὸν ἀνθρώπου αὑτὸν ὡμολόγησεν, ὁ Πέτρος Υἱὸν Θεοῦ ἀνηγόρευσεν, διὸ καὶ ἤκουσε· Μακάριος εἶ, Σίμων Βαρ—Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν οὐρανοῖς. Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτην τὴν πέτραν ἡ Ἐκκλησία ἐστήρικται, καὶ πύλαι ᾅδου, αἱρετικῶν στόματα, οὐ κατισχύσουσιν αὐτῆς. ε. Ἔτι ὁμολογῶ τὸν Τρισάγιον ὕμνον τὰς τρεῖς ὑποστάσεις τῆς θεότητος σημαίνειν, καὶ τὴν μίαν οὐσίαν καὶ κυριότητα. Διὸ οὐδὲ τὴν προσθήκην τοῦ ματαιόφρονος Πέτρου τοῦ Κναφέως παραδέχομαι. Ἢ γὰρ τῇ Τριάδι τὸ τῆς σταυρώσεως προσάγει πάθος, ἢ τέταρτον τῇ Τριάδι παρεισάγει πρόσωπον.