Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῆς πίστεως κατὰ Νεστοριανῶν

Ἰωάννης ὁ Δαμασκηνός

Δογματικοί ορισμοί, θελήσεις, ενέργειες και αντιρρητικά ερωτήματα

Καθορισμός υποστάσεως και προσώπου, σχέση θελήσεως και ενεργείας, οι δύο γεννήσεις του Λόγου και ερωτήματα κατά του Νεστοριανισμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 8 από 9

Τί ἐστιν ὑπόστασις καὶ πρόσωπον; Ὑπόστασις δὲ τὸ καθ᾽ ἑαυτὸ ὑποστῆναι καὶ ἄλλον γενέσθαι, καὶ πρόσωπον τὸ ἰδιαιρέτως καὶ κεχωρισμένως ἐνεργεῖν. Ἡ δὲ τοῦ κυρίου 〈σὰρξ〉 οὐδὲ καθ᾽ ἑαυτὴν ὑπέστη ποτὲ καὶ ἄλλος τις παρὰ τὸν θεὸν λόγον ἐγένετο, οὐδὲ κεχωρισμένως τοῦ θεοῦ λόγου ἐνήργησεν, ὡς ἐπὶ τῆς ψυχῆς ἔχει καὶ σώματος· οὐδὲ γὰρ τὸ σῶμα ἄλλος καὶ ἡ ψυχὴ ἄλλος οὐδὲ τὸ σῶμα 〈ἄλλου〉 καὶ ἡ ψυχὴ ἄλλου οὐδὲ κεχωρισμένως ἐνεργοῦσιν, ἀλλ᾽ ἡ ψυχὴ διὰ τοῦ σώματος ἐνεργεῖ καὶ ἡ θεία θέλησις καὶ ἐνέργεια διὰ τῆς ψυχῆς καὶ τοῦ σώματος ἐνήργει, διὰ τῆς ἑνώσεως καὶ θελήσεως τῆς ψυχῆς καὶ κινήσεως τοῦ σώματος.

Πᾶσα ὑπόστασις κεχωρισμένως καὶ ἰδιαιρέτως θέλει καὶ ἐνεργεῖ καὶ κινεῖται, καὶ ἰδίωμα ὑποστάσεώς ἐστι τοῦτο, καὶ διὰ τοῦτο ὑπόστασις καὶ πρόσωπον ταυτόν. Ἐπὶ δὲ τῆς θεότητος μόνης οὐκ ἰδιαιρέτως ἐνεργεῖ ἑκάστη ὑπόστασις οὐδὲ ἰδιαιρέτως θέλει, ἀλλὰ μία θέλησις, μία ἐνέργεια, μία κίνησις τῶν τριῶν ὑποστάσεων, μόνον δὲ τὸ ἀγέννητον τῆς πατρικῆς ὑποστάσεως ἰδίωμα, τὸ δὲ γεννητὸν τῆς τοῦ υἱοῦ ὑποστάσεως καὶ τὸ ἐκπορευτὸν τῆς τοῦ ἁγίου πνεύματος ὑποστάσεως. Ἐπὶ μὲν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰ μὲν δύο εἴπητε ὑποστάσεις, ἀνάγκη ἑκάστην αὐτῶν ἰδιαιρέτως καὶ κεχωρισμένως θέλειν καὶ ἐνεργεῖν, καὶ οὔτε κατ᾽ ἐνέργειαν οὐδὲ καθ᾽ ἕτερον τρόπον ἥνωνται. Εἰ δὲ κατ᾽ ἐνέργειαν καὶ θέλησιν ἥνωνται, μία ὑπόστασις καὶ ἓν πρόσωπον.

Δυνάμεθα εἰπεῖν, ὅτι τὸν θεὸν λόγον ἔτεκεν ἡ παρθένος καὶ ὅτι ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ οὐκ ἐγεννήθη ἐκ γυναικός. Δύο γὰρ γεννήσεις οἴδαμεν τοῦ μονογενοῦς υἱοῦ καὶ λόγου τοῦ θεοῦ, μίαν τὴν προαιώνιον ἀσωμάτως καὶ θεϊκῶς ἐκ μόνου τοῦ πατρός, καθ᾽ ἣν γέννησιν οὐκ ἐγεννήθη ἐκ γυναικὸς καὶ ἔστιν ἀμήτωρ, καὶ ἄλλην τὴν ἐπ᾽ ἐσχάτων ἐκ μόνης μητρὸς μετὰ σαρκὸς οἰκονομικῶς διὰ τὴν ἡμετέραν σωτηρίαν, καθ᾽ ἣν γέννησιν ἀπάτωρ ἐστί. Κατὰ τὴν πρώτην γέννησιν οὐκ ἐγεννήθη ἐκ γυναικός, κατὰ δὲ τὴν δευτέραν γέννησιν ἐκ γυναικὸς ἐγεννήθη· οὐ γὰρ ἐκ γυναικὸς τὴν ἀρχὴν καὶ αἰτίαν ἔσχε τῆς ὑπάρξεως τῆς θεϊκῆς, ἀλλ᾽ ἐκ μόνου πατρός, τὴν δὲ ἀρχὴν τοῦ σαρκωθῆναι καὶ γενέσθαι ἄνθρωπος ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου. Πολλὰ γὰρ λέγονται καθ᾽ ἕτερον καὶ ἕτερον τρόπον καὶ δοκοῦσιν ἀσύμφωνα εἶναι τῷ μὴ καλῶς προσέχοντι· ἐπὶ γὰρ τῆς τοῦ θεοῦ μεταμορφώσεως ὁ μὲν εἷς εὐαγγελιστὴς λέγει, ὅτι «μεθ᾽ ἡμέρας ἕξ», ὁ δὲ ἕτερος, ὅτι μεθ᾽ ἡμέρας ὀκτώ, καὶ διαφωνοῦσιν, ἐὰν μὴ καλῶς προσέχῃ τις· τῷ δὲ καλῶς προσέχοντι οὐ διαφωνία, ἀλλὰ συμφωνία ἐστίν. Ὁ μὲν γὰρ εἰπών· «Μεθ᾽ ἡμέρας ἕξ», οὐδὲ τὴν ἡμέραν, καθ᾽ ἣν εἶπεν ὁ κύριος, ἠρίθμησεν οὐδὲ τὴν ἡμέραν τῆς μεταμορφώσεως, ὁ δὲ εἰπών· Μεθ᾽ ἡμέρας ὀκτώ, καὶ ταύτην κἀκείνην ἠρίθμησεν.

Φύσις ἐστὶν ἡ κοινότης τοῦ εἴδους, οἷον θεότης, ἀνθρωπότης· τὸ θεὸς ὄνομα ποτὲ μὲν ἐπὶ τῆς θείας φύσεως τάσσεται, ὡς λέγομεν εἷς θεός, τουτέστι μία θεότης, ποτὲ δὲ καὶ ἐπὶ ὑποστάσεως, ὡς λέγομεν· Θεὸς ὁ πατήρ, θεὸς ὁ υἱός, θεὸς τὸ πνεῦμα τὸ ἅγιον, καὶ τοῦτο ἐκ τῆς φύσεως παρονομάζομεν, ὁμοίως καὶ τὸ θεός. Λέγομεν οὖν· Ἄλλο θεὸς καὶ ἄλλο ἄνθρωπος, τουτέστιν ἄλλη φύσις θεότητος καὶ ἄλλη ἀνθρωπότητος.

Καὶ ὁ ἅγιος Γρηγόριος ὁ θεολόγος πρὸς Κληδόνιον γράφει· «Φύσεις μὲν γὰρ δύο, θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα». Καὶ πάλιν λέγομεν· Θεὸς ὁ πατὴρ καὶ θεὸς ὁ υἱὸς καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον καὶ ἄνθρωπος ὁ Πέτρος καὶ ἄνθρωπος ὁ Παῦλος.

Ὑπόστασίς ἐστιν ὁ δεῖνα καὶ ὁ δεῖνα, Πέτρος καὶ ὁ Παῦλος, καὶ οὐκ ἔστιν ὁ Πέτρος Παῦλος οὐδὲ ὁ Παῦλος Πέτρος, ἀλλὰ ἄλλος καὶ ἄλλος καὶ δύο καὶ οὐχ εἷς, κἂν κοινωνῶσι μιᾶς φύσεως, οὐδὲ Πέτρος καὶ Ἀνδρέας ἐστὶν εἷς, ἀλλὰ δύο, κἂν κοινωνῶσι μιᾶς φύσεως καὶ τοῦ αὐτοῦ πατρὸς καὶ τῆς αὐτῆς μητρὸς καὶ τῆς αὐτῆς χάριτος καὶ ἀξίας· οὐδὲν γὰρ δύναται ἕνα υἱὸν ποιῆσαι εἰ μὴ τὸ ταυτὸν τῆς ὑποστάσεως.

Ὥσπερ οὐσία καὶ φύσις ταυτόν ἐστι παρὰ τοῖς ἁγίοις πατράσιν, οὕτω καὶ ὑπόστασις καὶ πρόσωπον ταυτόν ἐστι. Μιᾶς φύσεως ὁ μονογενὴς καὶ προαιώνιος υἱὸς τοῦ θεοῦ καὶ ὁ υἱὸς τῆς παρθένου ἢ δύο; Μιᾶς ὑποστάσεως ἢ δύο; Μία θέλησις θεότητος καὶ ἀνθρωπότητος ἢ δύο, ἄλλη καὶ ἄλλη; Μία ἐνέργεια θεότητος καὶ ἀνθρωπότητος ἢ δύο, ἄλλη καὶ ἄλλη; Φυσικὴ υἱότης καὶ κατὰ χάριν υἱότης μία ἐστὶν ἢ ἄλλη καὶ ἄλλη; Δοῦλος τοῦ θεοῦ ὁ υἱὸς τῆς παρθένου;

Δουλεία καὶ δεσποτεία μία ἀξία ἢ ἄλλη καὶ ἄλλη; Εἰς τὸ πρόσωπον τοῦ μονογενοῦς καὶ προαιωνίου υἱοῦ ἐνέπτυσαν, ἀλλ᾽ εἰς ποῖον πρόσωπον; Ὅτε ὁ Γαβριὴλ ἀπεστάλη καὶ ἐκ προσώπου τοῦ θεοῦ διελέγετο τῇ παρθένῳ, ἓν πρόσωπον ἦν αὐτοῦ καὶ τοῦ θεοῦ; Εἰ ἄλλη καὶ ἄλλη φύσις καὶ ἄλλη καὶ ἄλλη θέλησις καὶ ἄλλη καὶ ἄλλη ἐνέργεια καὶ ἄλλη καὶ ἄλλη ὑπόστασις καὶ ἄλλη 〈καὶ ἄλλη〉 υἱότης καὶ ἄλλη 〈καὶ ἄλλη〉 ἀξία καὶ ἄλλο καὶ ἄλλο πρόσωπον, πῶς οὐ δύο υἱοί;