Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῆς συνθέτου φύσεως ἢ Κατὰ τῶν ἀκεφάλων

Ἰωάννης ὁ Δαμασκηνός

Ερμηνεία χριστολογικών όρων και πατερικών διατυπώσεων

Ανάλυση της φράσης του Αγίου Κυρίλλου περί μίας σεσαρκωμένης φύσεως, διασαφήνιση των εννοιών της υποστάσεως και του ενυποστάτου, και απόρριψη των αιρετικών ενστάσεων περί διαιρέσεως μέσω του αριθμού των φύσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 4

Εἰ ἄκτιστος καὶ ἄναρχος ἡ θεότης, κτιστὴ δὲ καὶ ἠργμένη ἡ ἀνθρωπότης, πῶς τὸ ἄναρχον καὶ τὸ ἠργμένον μιᾶς ἔσται φύσεως; Ἐπειδὴ δὲ προφέρουσιν ἡμῖν τὴν τοῦ ἁγίου Ἀθανασίου καὶ Κυρίλλου τοῦ ἁγιωτάτου χρῆσιν τὴν λέγουσαν «μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην», φαμέν, ὅτι ἴσον ἐστὶ τούτῳ καὶ τὸ τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου ῥητὸν τὸ φάσκον· «Ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη.» Ὥσπερ γὰρ τὸ πυρούμενον οὐ μεταβολὴν δηλοῖ τοῦ πυρουμένου, ἀλλ᾽ ἕνωσιν τὴν πρὸς τὸ πῦρ, οὕτω καὶ ἡ θέωσις ἕνωσιν δηλοῖ πρὸς θεότητα καὶ ἡ σάρκωσις ἕνωσιν πρὸς σάρκα. Μίαν οὖν φύσιν τοῦ θεοῦ λόγου γινώσκομεν, τουτέστι τῆς θεότητος αὐτοῦ σεσαρκωμένην, τουτέστιν ἡνωμένην σαρκί, καὶ μίαν φύσιν τῆς σαρκὸς τοῦ λόγου τεθεωμένην, τουτέστι ἡνωμένην θεότητι. Ὥστε δύο εἰσὶ φύσεις ἡνωμέναι ἀλλήλαις. Εἰ μὲν γὰρ εἶπε μίαν φύσιν τοῦ θεοῦ λόγου καὶ σεσαρκωμένου, ἀναντιρρήτως μίαν ἐδήλου φύσιν τὸ συναμφότερον. Εἰπὼν δὲ «μίαν τοῦ λόγου φύσιν» καὶ προσθεὶς τὸ «σεσαρκωμένην», διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην» ἐδήλωσε τῆς σαρκὸς τὴν οὐσίαν, καθὼς καὶ αὐτὸς ἑαυτὸν ἑρμηνεύων ἐν τῇ πρὸς Σούκενσον ἐπιστολῇ φησιν· «Εἰ μὲν γὰρ εἰπόντες ‘μίαν φύσιν τοῦ θεοῦ λόγου’ σεσιγήκαμεν μὴ ἐπενεγκόντες τὸ ‘σεσαρκωμένην’, ἦν αὐτοῖς ἄρα καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν· Εἰ μία φύσις τὸ ὅλον, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι;

Ἐπειδὴ δὲ διὰ τοῦ ‘σεσαρκωμένην’ εἰσηνέχθη τῆς σαρκὸς ἡ δήλωσις, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες.» Ἰδοὺ σαφῶς ἀνεῖλε τὸ «μίαν φύσιν» λέγειν τὸ ὅλον, τουτέστι τὸ συναμφότερον· καὶ διὰ τοῦ «σεσαρκωμένην» ἔφησεν εἰσενηνέχθαι τῆς σαρκὸς τὴν δήλωσιν. Ἔχομεν οὖν «τὴν μίαν φύσιν τοῦ θεοῦ λόγου», καὶ διὰ τοῦ «σεσαρκωμένην» ἔχομεν τὴν σάρκα· ἡ δὲ σὰρξ οὐκ ἀνούσιος.

Ἡ φύσις οὖν τοῦ λόγου καὶ ἡ ἐνούσιος σὰρξ δύο οὐσίαι ἔσονται. Διὰ τί δὲ φύσιν θεότητος καὶ φύσιν σαρκὸς ἐπὶ Χριστοῦ ὁμολογοῦντες καὶ ἄλλο καὶ ἄλλο λέγοντες δύο φύσεις οὐ λέγετε, ἐκεῖ φοβούμενοι φόβον, οὗ οὐκ ἔστι φόβος; Καί φασιν, ὅτι ὁ ἀριθμὸς ἀρχή ἐστι διαιρέσεως, καὶ τὴν διαίρεσιν φεύγοντες οὔ φαμεν δύο τοῦ Χριστοῦ τὰς φύσεις.

Πρὸς οὓς λέγομεν, ὅτι πᾶς ἀριθμὸς τῆς ποσότητος τῶν ἀριθμουμένων ἐστὶ σημαντικός, οὐ τῆς σχέσεως· τρεῖς γὰρ ἀνθρώπους λέγοντες οὐ τρεῖς φύσεις διῃρημένας σημαίνομεν, καὶ τρεῖς ὑποστάσεις ἐπὶ τῆς θεότητος λέγοντες οὐ διῃρημένας ταύτας ὁμολογοῦμεν. Οὕτω καὶ δύο φύσεις ἐπὶ Χριστοῦ φάσκοντες καὶ τὸν ἀριθμὸν σημαίνοντες οὐ προσιέμεθα τὴν διαίρεσιν· ὥσπερ γὰρ ἐπὶ τῆς ἁγίας τριάδος αἱ τρεῖς ὑποστάσεις ἀδιαιρέτως ἅμα καὶ ἀσυγχύτως ἥνωνται—ἀδιαιρέτως μὲν διά τε τὸ μοναδικὸν τῆς φύσεως καὶ τὴν ἐν ἀλλήλαις ἀσύγχυτον περιχώρησιν, ἀσυγχύτως δὲ διὰ τὴν ὑποστατικὴν διαφορὰν ἤτοι τὸν τῆς ὑπάρξεως τρόπον, τὸ ἀγέννητόν φημι καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευτόν—καὶ ὁ ἀριθμὸς τῶν ὑποστάσεων οὐκ εἰσάγει διαίρεσιν, οὕτω καὶ ἐπὶ τῆς τοῦ θεοῦ λόγου σαρκώσεως αἱ δύο φύσεις ἀδιαιρέτως ἅμα καὶ ἀσυγχύτως ἥνωνται— ἀδιαιρέτως μὲν διά τε τὸ μοναδικὸν τῆς ὑποστάσεως καὶ τὴν ἐν ἀλλήλαις τῶν φύσεων ἀσύγχυτον περιχώρησιν, ἀσυγχύτως δὲ διὰ τὴν οὐσιώδη διαφοράν, τὸ κτιστὸν λέγω καὶ τὸ ἄκτιστον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον καὶ τὰ τοιαῦτα—καὶ ὁ ἀριθμὸς τῶν φύσεων οὐκ εἰσάγει διαίρεσιν.

Ἐπειδὴ δὲ ἀπορεῖν δοκοῦσιν ἡμῖν ἀβέβαια λαλοῦντες, ὅτι, εἰ οὐκ ἔστιν οὐσία ἀνυπόστατος οὐδὲ φύσις ἀπρόσωπος, δύο οὐσίας καὶ φύσεις ἐπὶ Χριστοῦ λέγοντες ἐξ ἀνάγκης δύο ἐρεῖτε ὑποστάσεις καὶ πρόσωπα, φαμέν, ὅτι οὐσία μὲν ἀνυπόστατος οὐκ ἔστιν οὐδὲ φύσις ἀπρόσωπος— ἐν γὰρ ταῖς ὑποστάσεσί τε καὶ προσώποις ἡ οὐσία καὶ ἡ φύσις θεωρεῖται —, οὐ μὴν δὲ ἡ οὐσία ὑπόστασίς ἐστιν οὐδὲ ἡ φύσις πρόσωπον. Εἰ γὰρ ἡ οὐσία ὑπόστασίς ἐστι καὶ ἡ φύσις πρόσωπον, ἀνάγκη ἐπὶ μὲν τῆς ἁγίας θεότητος ἢ μίαν λέγοντας οὐσίαν καὶ φύσιν μίαν ὁμολογεῖν ὑπόστασιν καὶ ἓν πρόσωπον ἢ τρεῖς ὑποστάσεις ὁμολογοῦντας καὶ πρόσωπα τρεῖς συνομολογεῖν οὐσίας καὶ φύσεις, ὁμοίως καὶ ἐπὶ τῆς ἀνθρωπότητος ἢ μίαν φύσιν καὶ μίαν ὑπόστασιν ὁμολογεῖν ἢ ἀπείρους λέγειν οὐσίας ὥσπερ καὶ τὰς ὑποστάσεις, ἀλλὰ καὶ ἐκ δύο φύσεων λέγοντας τὸν Χριστὸν ἐκ δύο αὐτὸν ὁμολογεῖν ὑποστάσεων.

Φαμὲν οὖν, ὅτι ἐν ὑποστάσεσι μὲν ἡ οὐσία θεωρεῖται, διὸ καὶ ἐνυπόστατός ἐστιν, ἀλλ᾽ οὐχ ὑπόστασις. Οὐκ ἀνάγκη τοίνυν τὸ ἐνυπόστατον ὑπόστασιν λέγεσθαι. Διττῶς γὰρ ἥ τε ὑπόστασις καὶ τὸ ἐνυπόστατον λέγεται. Ἡ μὲν γὰρ ὑπόστασις ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν δηλοῖ, καθὸ σημαινόμενον οὐ τὴν ἁπλῶς οὐσίαν σημαίνει, ἀλλὰ καὶ τὸ συμβεβηκός, ποτὲ δὲ τὸ ἄτομον ἤτοι τὸ πρόσωπον, ἥτις καθ᾽ αὑτὸ λέγεται ὑπόστασις, ἥτις δηλοῖ Πέτρον, Παῦλον, τόνδε τὸν ἵππον καὶ τὰ τοιαῦτα. Τὸ δὲ ἐνυπόστατον ποτὲ μὲν τὴν οὐσίαν σημαίνει ὡς ἐν ὑποστάσει θεωρουμένην καὶ αὐθύπαρκτον οὖσαν, ποτὲ δὲ ἕκαστον τῶν εἰς σύνθεσιν μιᾶς ὑποστάσεως συνερχομένων, ὡς ἐπὶ ψυχῆς ἔχει καὶ σώματος. Καὶ ἡ θεότης τοίνυν καὶ ἡ ἀνθρωπότης τοῦ Χριστοῦ ἐνυπόστατός ἐστιν· ἔχει γὰρ ἑκατέρα κοινὴν τὴν μίαν σύνθετον αὐτοῦ ὑπόστασιν, ἡ μὲν θεότης προαιωνίως καὶ ἀιδίως, ἡ δὲ ἔμψυχος σὰρξ καὶ νοερὰ ἐπ᾽ ἐσχάτων τῶν χρόνων ὑπ᾽ αὐτῆς προσληφθεῖσα καὶ ἐν αὐτῇ ὑπάρξασα καὶ αὐτὴν ἐσχηκυῖα ὑπόστασιν.