Ὅτι δὲ καὶ τομὴν καὶ ῥεῦσιν ἐδέξατο τὴν ἐμήν, μάρτυς ἡ περιτομή, οἱ ἧλοι, ἡ λόγχη, τὸ πτύσμα, ὁ ἱδρώς, τὸ ῥεῦσαν ἐκ τῆς πλευρᾶς αἷμα καὶ ὕδωρ. Ὅτι δὲ καὶ τὰς ψυχικὰς ἐνεργείας καὶ τὰ πάθη ἀνέλαβε, μάρτυρες αἱ διὰ τοῦ σώματος τοῦ ἀκηράτου τῆς παναγίας αὐτοῦ ψυχῆς ἐνέργειαι— εἶδε γάρ, φησί, τὴν πόλιν Ἱερουσαλὴμ καὶ ἔκλαυσεν, ἤκουσέ τε, ὅτι Ἰωάννης ἐβλήθη ἐν τῇ φυλακῇ—, ἥ τε τοῦ μύρου ὀσφραντικὴ αἴσθησις καὶ ἡ φωνὴ ἡ ἐγείρασα Λάζαρον καὶ ἡ γεῦσις ἡ τῆς χολῆς καὶ τοῦ ὄξους ἀποστραφεῖσα φυσικῶς τὴν ἀηδίαν—οὐ γὰρ δήπου ταῦτα θείας ἐνέργειαι φύσεως—καὶ ἡ ἁφὴ τοῦ λεπροῦ ἥ τε βάδισις καὶ ἡ τῶν χειρῶν ἐπὶ σταυροῦ ἔκτασις, ἐκ μὲν τῆς φυσικῆς δυνάμεως ἡ θρέψις τοῦ σώματος καὶ ἡ αὔξησις—«μακαρία γὰρ ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὓς ἐθήλασας», καὶ «τὸ παιδίον ηὔξανεν ἡλικίᾳ», φησίν—, ἐκ δὲ τῆς αἰσθητικῆς ὡς ἐμψύχου, ἀλόγου δὲ φύσεως ἡ αἴσθησις, ἡ καθ᾽ ὁρμὴν κίνησις, ἡ πεῖνα, ἡ δίψα—«ὕστερον» γάρ, φησίν, «ἐπείνασε», καὶ ἐπὶ τοῦ σταυροῦ «διψῶ»—, ἡ τῆς βρώσεως ἐπιθυμία—«ἐπιθυμίᾳ» γάρ, φησίν, «ἐπεθύμησα φαγεῖν τὸ πάσχα τοῦτο μεθ᾽ ὑμῶν»—, ὁ θυμός—«ἐταράχθη» γάρ, φησί, «τῷ πνεύματι καὶ ἐμαρτύρησε καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με»—, ἡ πέψις τῶν βρωμάτων καὶ τοῦ ποτοῦ καὶ ἡ ἐξαιμάτωσις· πόθεν γὰρ ὁ ἱδρώς, ὁ πτύελος, τὸ σωτήριον αἷμα καὶ ὕδωρ ἢ οὐκ ἐκ πέψεως;