Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῶν δύο ἐν Χριστῷ θελημάτων

Ἰωάννης ὁ Δαμασκηνός

Οι Δύο Φυσικές Ενέργειες του Χριστού

Ανάλυση της έννοιας της ενέργειας και η θεολογική εφαρμογή της στον Χριστό, ο οποίος διαθέτει δύο φυσικές ενέργειες που λειτουργούν σε κοινωνία μεταξύ τους. Παρουσίαση της έννοιας της θεανδρικής ενέργειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 7

Ὡς εἴπομεν περὶ θελήματος, οὕτω καὶ περὶ ἐνεργείας φαμέν, ὅτι τὸ τῆς ἐνεργείας ὄνομα διάφορα σημαίνει. Ἐνεργείας μὲν θεοῦ ἴδιόν ἐστι τὸ μὴ μόνον ἐπ᾽ ἄπειρον αἰσθήσεως ἐπέκεινα πάσης εἶναι νοῦ τε καὶ παντὸς αἰῶνος, ἀλλὰ καὶ πάσης οὐσίας τε καὶ κλήσεως. Ἐνέργεια γάρ ἐστιν ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις. Καὶ πάλιν· Ἐνέργειά ἐστι φυσικὴ ἡ πάσης οὐσίας ἔμφυτος κίνησις. Καὶ πάλιν· Ἐνέργειά ἐστιν φυσικὴ ἡ δηλωτικὴ ἑκάστης οὐσίας δύναμις. Καὶ πάλιν· Ἐνέργειά ἐστι φυσικὴ καὶ πρώτη ἡ ἀεικίνητος δύναμις τῆς νοερᾶς ψυχῆς, τουτέστιν ὁ ἀεικίνητος αὐτῆς λόγος φυσικῶς ἐξ αὐτῆς ἀεὶ πηγαζόμενος. Λέγονται δὲ ἐνέργειαι αἱ πράξεις, ὡς τὸ ὁρᾶν, τὸ λαλεῖν, τὸ ἀναπνεῖν, τὸ περιπατεῖν, τὸ ἐσθίειν, τὸ πίνειν, τουτέστιν ἡ χρῆσις πάσης φυσικῆς δυνάμεως.

Καὶ τὰ πάθη δὲ τὰ φυσικὰ πολλάκις ἐνέργειαι λέγονται, οἷον πεῖνα, δίψα καὶ τὰ τοιαῦτα. Καὶ ἁπλῶς εἰπεῖν· Ἐνέργειά ἐστι φυσικὴ ἡ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ἧς χωρὶς μόνον τὸ μὴ ὄν. Πῶς οὖν οὐχ ἕξει τὴν φυσικὴν ἐνέργειαν τῆς ἀνθρωπίνης φύσεως ὁ κύριος; Ἡ γὰρ ἀνυπαρξία τῆς φυσικῆς ἑκάστου ἐνεργείας ἀνυπαρξία ὑπάρχει τῆς φύσεως. Εἰ οὖν οὐκ ἔσχεν ἀνθρωπίνην φυσικὴν ἐνέργειαν, οὐδὲ φύσιν ἔσχεν ἀνθρωπίνην· ὧν γὰρ ἡ φύσις διάφορος, τούτων καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια διάφορος.

Ἕτερον οὖν ἐστιν ἐνέργεια καὶ ἕτερον ἐνεργεῖν καὶ ἕτερον τὸ τὶ καὶ πῶς ἐνεργεῖν καὶ ἕτερον τὸ ἐνεργητόν, τουτέστι τὸ ἐνέργημα, καὶ ἕτερον τὸ ἐνεργητικὸν καὶ ἕτερον ὁ ἐνεργῶν. Ἐνέργεια μὲν οὖν ἐστιν αὐτὴ ἡ ἐνεργητικὴ δύναμις, τουτέστι τὸ δύνασθαι ἐνεργεῖν, ἐνεργεῖν δὲ τὸ κεχρῆσθαι τῇ ἐνεργητικῇ δυνάμει. Τὶ δὲ ἐνεργεῖν ἐστιν ὁρᾶν, νοεῖν, ἀκούειν, περιπατεῖν, ἐσθίειν, πίνειν. Πῶς δὲ ἐνεργεῖν ἐστι καλῶς ἢ κακῶς.

Ἐνεργητικὸν δέ ἐστι τὸ ἔχον δύναμιν τοῦ ἐνεργεῖν, οἷον ὁ ἄνθρωπος, ὁ ἄγγελος. Ἐνεργῶν δὲ ὁ κεχρημένος τῇ ἐνεργείᾳ ἤγουν ἡ ὑπόστασις. Ἡ οὖν ἐνέργεια ποτὲ μὲν σημαίνει τὴν ἐνεργητικὴν δύναμιν, ποτὲ δὲ τὸ ἐνεργεῖν, ποτὲ δὲ τὸ ἐνέργημα· ἡ μὲν οὖν ἐνέργεια, τουτέστιν ἡ δύναμις ἡ ἐνεργητική, καὶ τὸ ἐνεργεῖν φυσικόν. Πᾶς γὰρ ἄνθρωπος ἔχει τὴν δύναμιν τοῦ ἐνεργεῖν καὶ πᾶς ἄνθρωπος ἔχει τὸ ἐνεργεῖν· ἐνεργητικὸν γὰρ ζῷον ὁ ἄνθρωπος. Τὸ δὲ ἐνέργημα οὐ μόνον φυσικόν, ἀλλὰ καὶ ὑποστατικὸν ἐπί τε ἀγγέλων καὶ ἀνθρώπων. Ἐπὶ γὰρ τῆς ἁγίας τριάδος φυσικὰ πάντα τὰ θελητὰ καὶ ἐνεργητά, διὸ καὶ τὰ αὐτὰ τῶν τριῶν ὑποστάσεων. Ἐπὶ δὲ ἀγγέλων καὶ ἀνθρώπων οὐ τὸ αὐτὸ θελητὸν οὐδὲ τὸ αὐτὸ ἐνεργητὸν οὐδὲ ὁ αὐτὸς τρόπος τῆς χρήσεως· ἑκάστη γὰρ ἀγγέλων καὶ ἀνθρώπων ὑπόστασις ἰδίαν ἔχει κίνησιν καὶ ἰδιαιρέτως θέλει καὶ ἐνεργεῖ. Διὸ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ δύο φύσεις, δύο φυσικαὶ ἐνέργειαι, ἵνα ᾖ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, καὶ δύο θέλειν καὶ διαφόρως θέλειν κατὰ τὴν φυσικὴν τῶν δύο φύσεων διαφοράν, θείως καὶ ἀνθρωπίνως, παντοδυνάμως καὶ ἀπαθῶς κατὰ τὴν θείαν φύσιν καὶ ἀσθενῶς καὶ παθητικῶς κατὰ τὴν ἀνθρωπίνην φύσιν.

Καὶ ἄλλο μὲν καὶ ἄλλο τὸ φυσικὸν ἐνέργημα· ἄλλο γὰρ ἐνέργημα τῆς θείας φύσεως καὶ ἄλλο τῆς ἀνθρωπίνης. Οὐ γὰρ τὰ τῆς ἀνθρωπίνης φύσεως ἐνεργητὰ καὶ τῆς θείας φύσεώς εἰσιν ἐνεργητὰ οὐδὲ τὰ τῆς θείας φύσεως καὶ τῆς ἀνθρωπίνης τὰ αὐτά· οὐ γὰρ δημιουργεῖ ἡ ἀνθρωπίνη φύσις οὐδὲ τρώγει ἡ θεία φύσις οὐδὲ μεταβαίνει ἐκ τόπων εἰς τόπους, εἰ καὶ διὰ τῆς ἀνθρωπίνης ἐνεργείας ἡ θεία ἐνεργεῖ ἐνέργεια. Εἷς δὲ ὁ ἐνεργῶν ταῦτα κἀκεῖνα, ὅτι μία ὑπόστασις. Εἰ γὰρ τὴν ἀνθρωπίνην οὐκ ἀνέλαβεν ἐνέργειαν, οὔτε ἔζησεν ὡς ἄνθρωπος, οὐκ ἐνόησεν, οὐκ ἐλογίσατο, οὐκ ἔφαγεν, οὐκ ἔπιεν, οὐκ ᾔσθετο βρώσεως, οὐ περιεπάτησεν, οὐκ εἶδεν, οὐκ ἤκουσεν, οὐκ ἀνέπνευσεν οὐδέ τι τῶν ἀνθρωπίνων διεπράξατο οὐδ᾽ ὅλως ἄνθρωπος γέγονε. Φησὶ γὰρ ὁ Νυσαεὺς Γρηγόριος· ................................................................. .................................................................

Τούτων οὕτω διηρθρωμένων καὶ διεσμιλευμένων ἴδωμεν, εἰ λέγει τὰ ἅγια εὐαγγέλια καὶ οἱ ἀπόστολοι καὶ οἱ ἅγιοι πατέρες, ταῦτα πάντα ἔχειν τὸν κύριον ἢ οὔ. Ὅτι μὲν οὖν εἶχε ψυχὴν ἀνθρωπίνην, φησὶν αὐτὸς ὁ κύριος ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ· «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν», καὶ πάλιν «καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων». Ὅτι δὲ καὶ σῶμα εἶχε, μάρτυς ὁ Ἰωσὴφ καὶ ὁ αἰτήσας τὸ σῶμα αὐτοῦ καὶ κηδεύσας καὶ θεὶς ἐν τῷ τάφῳ. Ὅτι δὲ καὶ τὴν τῶν μελῶν εἶχε διοργάνωσιν, μάρτυς ἡ τὴν κεφαλὴν ἀλείψασα μύρῳ καὶ τοὺς πόδας βρέξασα τοῖς δάκρυσι, καὶ οἱ ἧλοι οἱ ἐμπαρέντες ἐν ταῖς παλάμαις καὶ τοῖς ταρσοῖς τῶν ποδῶν, ἡ λόγχη ἡ νύξασα τὴν πλευράν, καὶ ὁ ἀναπεσὼν ἐπὶ τὸ στῆθος μαθητής, ἡ γλῶσσα ἡ εἰποῦσα· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω», τὸ στόμα τὸ μεταδοτικὸν τοῦ ἁγίου πνεύματος, οἱ ὀδόντες καὶ ἡ φάρυγξ, οἱ τεμόντες τὸ πάσχα, καὶ ἡ τῷ στομάχῳ παραπέμψασα τοῦτο, τό τε ἧπαρ τὸ ἐξαιματῶσαν, ὅ τε κόπος ὁ ἐκ τῆς ὁδοιπορίας γενόμενος ὑπερταθέντων τῶν μυῶν καὶ τῶν νεύρων, ὥς φησιν ὁ θεῖος Βασίλειος, ἥ τε περιτομὴ τῆς ἀκροβυστίας καὶ οἱ γλουτοὶ οἱ ἐπὶ τὸν ὄνον κεκαθικότες, αἵ τε κατὰ τὸν νῶτον μάστιγες, τὰ ῥαπίσματά τε τῶν παρειῶν σὺν τοῖς ἐμπτύσμασι τοῦ προσώπου.

Ὅτι δὲ καὶ τομὴν καὶ ῥεῦσιν ἐδέξατο τὴν ἐμήν, μάρτυς ἡ περιτομή, οἱ ἧλοι, ἡ λόγχη, τὸ πτύσμα, ὁ ἱδρώς, τὸ ῥεῦσαν ἐκ τῆς πλευρᾶς αἷμα καὶ ὕδωρ. Ὅτι δὲ καὶ τὰς ψυχικὰς ἐνεργείας καὶ τὰ πάθη ἀνέλαβε, μάρτυρες αἱ διὰ τοῦ σώματος τοῦ ἀκηράτου τῆς παναγίας αὐτοῦ ψυχῆς ἐνέργειαι— εἶδε γάρ, φησί, τὴν πόλιν Ἱερουσαλὴμ καὶ ἔκλαυσεν, ἤκουσέ τε, ὅτι Ἰωάννης ἐβλήθη ἐν τῇ φυλακῇ—, ἥ τε τοῦ μύρου ὀσφραντικὴ αἴσθησις καὶ ἡ φωνὴ ἡ ἐγείρασα Λάζαρον καὶ ἡ γεῦσις ἡ τῆς χολῆς καὶ τοῦ ὄξους ἀποστραφεῖσα φυσικῶς τὴν ἀηδίαν—οὐ γὰρ δήπου ταῦτα θείας ἐνέργειαι φύσεως—καὶ ἡ ἁφὴ τοῦ λεπροῦ ἥ τε βάδισις καὶ ἡ τῶν χειρῶν ἐπὶ σταυροῦ ἔκτασις, ἐκ μὲν τῆς φυσικῆς δυνάμεως ἡ θρέψις τοῦ σώματος καὶ ἡ αὔξησις—«μακαρία γὰρ ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὓς ἐθήλασας», καὶ «τὸ παιδίον ηὔξανεν ἡλικίᾳ», φησίν—, ἐκ δὲ τῆς αἰσθητικῆς ὡς ἐμψύχου, ἀλόγου δὲ φύσεως ἡ αἴσθησις, ἡ καθ᾽ ὁρμὴν κίνησις, ἡ πεῖνα, ἡ δίψα—«ὕστερον» γάρ, φησίν, «ἐπείνασε», καὶ ἐπὶ τοῦ σταυροῦ «διψῶ»—, ἡ τῆς βρώσεως ἐπιθυμία—«ἐπιθυμίᾳ» γάρ, φησίν, «ἐπεθύμησα φαγεῖν τὸ πάσχα τοῦτο μεθ᾽ ὑμῶν»—, ὁ θυμός—«ἐταράχθη» γάρ, φησί, «τῷ πνεύματι καὶ ἐμαρτύρησε καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με»—, ἡ πέψις τῶν βρωμάτων καὶ τοῦ ποτοῦ καὶ ἡ ἐξαιμάτωσις· πόθεν γὰρ ὁ ἱδρώς, ὁ πτύελος, τὸ σωτήριον αἷμα καὶ ὕδωρ ἢ οὐκ ἐκ πέψεως;

Ἠισθάνετο μὲν γὰρ καὶ πᾶσιν ἐκέχρητο, ἀλλ᾽ οὐκ ἐμπαθῶς, ἀλλὰ φυσικῶς, καὶ ἐτρέφετο οὐ καθ᾽ ἡδονὴν ἐμπαθῆ, ἀλλὰ πρὸς ἀναπλήρωσιν τοῦ ὑπεκρεύσαντος. Εἰ γὰρ καὶ μὴ εἶδε τὸ πανάγιον αὐτοῦ σῶμα διαφθοράν, ἀλλὰ τομὴν καὶ ῥεῦσιν φυσικῶς ὑπέμεινε· διαφθορὰ γάρ ἐστιν ἡ εἰς τά, ἐξ ὧν συνετέθη τὸ σῶμα, ἀνάλυσις. Καὶ πρὸ πάντων αὐτὴ ἡ ζωή, ἥτις ἐστὶ πρώτη τοῦ ζῴου ἐνέργεια ἐκ τῆς ψυχῆς μεταδιδομένη τῷ σώματι.

Τὸ δὲ σπερματικὸν καὶ γεννητικὸν οὐκ ἔσχεν· ἀμετάπτωτα γὰρ τῶν θείων ὑποστάσεων τὰ ἰδιώματα, καὶ ἀδύνατον τὸν πατέρα ἢ τὸ πνεῦμα γενέσθαι υἱόν. Διὸ οὐδὲ γέγονεν υἱὸς ἀνθρώπου εἰ μὴ ὁ υἱὸς τοῦ θεοῦ, ἵνα μείνῃ ἀμετάβλητον τὸ ἰδίωμα. Ἔπειτα ὑπόστασις ὁμοφυεῖ ὑποστάσει μίγνυται. Οὐκ ἔστι δὲ ἄλλη τοιαύτη ὑπόστασις υἱὸς θεοῦ καὶ ἀνθρώπου· εἷς γὰρ μονογενὴς υἱός, μόνος ἐκ μόνου πατρὸς καὶ μόνος ἐκ μόνης μητρός, υἱὸς θεοῦ καὶ υἱὸς ἀνθρώπου, θεὸς καὶ ἄνθρωπος, Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. Ἔτι δὲ εἰ καὶ φυσικὴ ἡ μίξις διὰ τὸν πληθυσμὸν τῶν ἀνθρώπων, ἀλλ᾽ οὐκ ἀναγκαία· δυνατὸν γὰρ ἄνθρωπον ζῆν καὶ εἶναι ἄνθρωπον μὴ μιγνύμενον, καὶ πολλοὶ γεγόνασι τούτου τοῦ πάθους ἀπηλλαγμένοι.

Αὐτὸ μὲν γὰρ τὸ σῶμα ἰδίαν οὐκ ἔσχεν ἐνέργειαν εἰ μὴ τομὴν καὶ ῥεῦσιν, ἅτινα πάθη εἰσίν, οὐκ ἐνέργειαι· τὰ δὲ λοιπὰ πάντα ψυχῆς σώματι κεχρημένης εἰσὶν ἀριδήλως ἐνέργειαι, οὐ θεότητος· ἡ ταραχή· «Νῦν» γάρ, φησίν, «ἡ ψυχή μου τετάρακται·» —ἡ λύπη καὶ ἡ ἀδημονία· «Ἤρξατο γὰρ λυπεῖσθαι καὶ ἀδημονεῖν», καὶ «περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου·» —ἡ δειλία τοῦ θανάτου· «Πάτερ» γάρ, φησίν, «εἰ δυνατόν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο·» —ὁ θάνατος.

Ταῦτα πάντα οὐ θεότητος—ἀπαθὲς γὰρ τὸ θεῖον καὶ ἀείζωον καὶ ἀθάνατον—, ἀλλὰ ζῴου, τουτέστιν οὐσίας ἐμψύχου καὶ αἰσθητικῆς. Ἐκ δὲ τῆς λογικῆς ψυχῆς καὶ νοερᾶς τὴν σοφίαν. «Προέκοπτε γὰρ σοφίᾳ καὶ ἡλικίᾳ». Οὐ γὰρ τῇ θείᾳ σοφίᾳ προέκοπτεν· ἐξ ἄκρας γὰρ συλλήψεως τελεία γέγονεν ἕνωσις καὶ ἄκρα συνάφεια καὶ οὐ προσθήκην θείας τινὸς δυνάμεως ἔσχεν, ἀλλ᾽ ἀνθρωπίνῃ σοφίᾳ προέκοπτε. Κατὰ γὰρ τὸ μέτρον τῆς σωματικῆς ἡλικίας ἡ ἀνθρωπίνη ἐν αὐτῷ σοφία ἐδείκνυτο· ὥσπερ γὰρ ἐξ ἄκρας συλλήψεως τέλειον βρέφος ἐγένετο, οὐ κατὰ μικρὸν διαρθρουμένου καὶ διοργανουμένου τοῦ σώματος, καθώς φησιν ὁ μέγας Βασίλειος ἐν τῷ εἰς τὸ γενέθλιον λόγῳ, οὕτως καὶ τέλειος ἐν ἀνθρωπίνῃ καὶ θείᾳ σοφίᾳ ἐξ ἄκρας συλλήψεως γέγονεν, ὡς ἄνθρωπος δηλονότι· ὡς γὰρ θεὸς οὐ γέγονε τέλειος ἐν θείᾳ σοφίᾳ, ἀλλ᾽ ἦν ἀιδίως, κατὰ δὲ τὴν τῆς ἡλικίας τοῦ σώματος προκοπὴν ἡ τῆς ἐν αὐτῷ τελείας ἀνθρωπίνης σοφίας ἔκφανσις προκοπὴ ἐλογίζετο. Εἰ δὲ σοφίαν ἔσχεν ἀνθρωπίνην, πάντως καὶ νοῦν· σοφία γὰρ νοῦ γέννημά τε καὶ δύναμις. Καὶ ὁ ἀπόστολος δέ φησιν· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.» Καὶ τὸ κατ᾽ εἰκόνα δὲ οἱ ἅγιοι πατέρες κατὰ τὸ νοερὸν ἐκλαμβάνουσιν, ὧν τὰς μαρτυρίας ὑπετάξαμεν.

Εἰ οὖν τὸν κατ᾽ εἰκόνα αὐτοῦ γενόμενον ἀνέλαβεν ἄνθρωπον ἤτοι φύσιν ἀνθρωπότητος, πάντως νοερὰν καὶ λογικὴν φύσιν ἀνέλαβεν. Ἀνέλαβε δὲ καὶ θέλησιν αὐτεξούσιον. Ὥσπερ γὰρ τὴν ἄλογον ἀνέλαβεν ὄρεξιν τὴν ἐπιπειθῆ λόγῳ, οὕτω καὶ τὴν λογικήν· οὐ γὰρ ἄνουν καὶ ἄλογον φύσιν ἀνέλαβεν. Εἰ γὰρ ἄνουν καὶ ἄλογον φύσιν ἀνέλαβεν, οὐκ ἄνθρωπον, ἀλλ᾽ ἄλογον ἀνέλαβε. Νοερὰ γὰρ καὶ λογικὴ φύσις ὁ ἄνθρωπος.

Ἄρ᾽ οὖν πάντες οἱ ἅγιοι πατέρες, ὥσπερ δύο τὰς φύσεις εἶπον ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὕτω καὶ πάντα τὰ φυσικὰ ἰδιώματα διπλᾶ· ἀδύνατον γὰρ φύσιν συστῆναι δίχα τῶν συστατικῶν αὐτῆς ἰδιωμάτων. Ἐξ ἀνάγκης τοιγαροῦν δύο φύσεις αὐτοῦ λέγοντας δύο λέγειν δεῖ αὐτοῦ καὶ τὰ φυσικὰ θελήματα, τουτέστι τὰς θελητικὰς δυνάμεις· εἶχε γὰρ ὡς φύσει θεὸς θέλησιν θείαν παντοδύναμον, καὶ ὡς φύσει γενόμενος ἄνθρωπος εἶχε τὴν ἀνθρωπίνην θέλησιν, καθ᾽ ἣν ἠθέλησε λαθεῖν εἰς οἶκον εἰσελθὼν καὶ οὐκ ἐδυνήθη. Οὐ γὰρ δήπου, ὡς οἶμαι, τῇ θείᾳ θελήσει τὸ ἀδύνατον ἐπιγράψουσιν. Εἶχεν μὲν οὖν τῆς ἀνθρωπίνης αὐτοῦ ψυχῆς τὴν θελητικὴν δύναμιν καὶ κατὰ ταύτην ἤθελε τὰ ἀνθρώπινα καὶ κατὰ τὴν ψυχικὴν αὐτοῦ θέλησιν ἐκινεῖτο πρὸς τὰ ἀνθρώπινα, ὥσπερ τῇ θείᾳ θελήσει τὰ θεῖα ἤθελεν ὁ εἷς καὶ ὁ αὐτὸς υἱὸς τοῦ θεοῦ Χριστός, ὁ θεὸς τέλειος καὶ τέλειος ἄνθρωπος, ἀλλ᾽ οὐκ ἐναντιότητι γνώμης· ὑπετάσσετο γὰρ αὐτεξουσίως ἡ ἀνθρωπίνη αὐτοῦ θέλησις τῷ θείῳ αὐτοῦ καὶ πατρικῷ θελήματι καὶ ταῦτα ἤθελεν, ἃ ἤθελεν ἡ θεία αὐτοῦ θέλησις θέλειν αὐτήν.

Ἐπειδὴ γὰρ οὐχ ὑπετάγη ἡ τοῦ Ἀδὰμ θέλησις τῷ θείῳ θελήματι, ἀλλ᾽ ἡ γνώμη αὐτοῦ τὰ ἐναντία ἠθέλησε τοῦ θείου θελήματος—καὶ τοῦτο ἦν ἡ παράβασις, καὶ οὐδεὶς τῶν ἐξ Ἀδὰμ κατὰ πάντα ὑπήκοος γέγονε τῷ θείῳ θελήματι, ἑκάστη δὲ ὑπόστασις κατ᾽ οἰκείαν γνώμην παρήκοος γέγονε τοῦ θείου θελήματος· «πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ» κατὰ τὸν ἀπόστολον—, διὰ τοῦτο ὁ υἱὸς τοῦ θεοῦ πατρὸς εὐδοκίᾳ γενόμενος ἄνθρωπος φύσιν μὲν ἀνθρωπίνην ἀνέλαβε καὶ φυσικὴν ἀνθρωπίνην θέλησιν, ὑπόστασιν δὲ ἀνθρωπίνην οὐκ ἀνέλαβεν, ἵν᾽ ἡ φυσικὴ τῆς ἀνθρωπότητος θέλησις μὴ κατὰ οἰκεῖον ὑποστατικὸν καὶ γνωμικὸν θέλημα πολιτεύσηται ἐναντίως τοῦ θείου θελήματος, ἀλλ᾽ αὐτεξουσίως κατὰ πάντα ὑπήκοος γένηται καὶ οὕτως λυθῇ ἡ ἀρχαία παράβασις.

Καὶ πάλιν· Εἶχε μὲν οὖν ἀνθρωπίνην θέλησιν κατὰ Μάρκον τὸν εὐαγγελιστήν, ὅτι «εἰσελθὼν εἰς οἶκον ἠθέλησε λαθεῖν καὶ οὐκ ἐδυνήθη». Παντοδύναμος ἄρα ἡ θεία θέλησις καὶ οὐκ ἀδύναμος, ἀδύναμος δὲ ἡ ἀνθρωπίνη.

Ἀνθρωπίνῃ οὖν θελήσει ἠθέλησε, τῆς θείας αὐτοῦ θελήσεως εὐδοκησάσης καὶ καιρὸν δεδωκυίας τῇ ἀνθρωπίνῃ αὐτοῦ φύσει χρήσασθαι τοῖς ἰδίοις, θελῆσαι λέγω καὶ μὴ δυνηθῆναι. Καὶ πάλιν· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο», τουτέστι τὸ τοῦ θανάτου. Ἰδοὺ ἡ φυσικὴ τῆς ζωῆς ὄρεξις καὶ ἐπιθυμία, ἣν φυσικῶς λογικά τε καὶ ἄλογα ζῷα κέκτηνται. «Πλὴν μὴ τὸ ἐμὸν γενέσθω θέλημα, ἀλλὰ τὸ σόν.» Ἰδοὺ ἡ φυσικὴ καὶ λογικὴ τοῦ νοῦ ὄρεξις ἡ αὐτεξούσιος καὶ κριτικὴ καὶ χαλιναγωγὸς τῆς ἀλόγου ὀρέξεως. «Μὴ τὸ ἐμὸν γενέσθω θέλημα, ἀλλὰ τὸ σόν.» «Τὸ ἐμόν», τὸ ἀνθρώπινον, καθ᾽ ὃ οὐ κοινωνός σού εἰμι· οὐδὲ γὰρ ἄνθρωπος σὺ καθὼς ἐγὼ γέγονας, τουτέστιν ἐφάμιλλος, οὐδὲ πάθη ἀνθρώπινα ἀνεδέξω. «Ἀλλὰ τὸ σόν», τὸ κοινὸν ἐμοῦ τε καὶ σοῦ, οὗ κοινωνός εἰμι ὡς καὶ τῆς φύσεως τῆς θεότητος. «Οὐ γὰρ καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με», οὐχ ἵνα ἰδίᾳ γνώμῃ ἐναντίᾳ τῷ σῷ θελήματι ἡ ἀνθρωπίνη μου πολιτεύσηται θέλησις, ἀλλ᾽ ὑπήκοος τῷ σῷ θελήματι γένηται καὶ τὸ θελητὸν τῆς σῆς θελήσεως καὶ τῆς ἐμῆς ἀνθρωπίνης θελήσεως γένηται. Θέλημα γὰρ τοῦ πατρὸς καὶ εὐδοκία τὸ παθεῖν αὐτὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, ἐφ᾽ ᾧ καὶ σεσάρκωται.

Ἐνταῦθα γὰρ τὸ θέλημα οὐ τὴν θέλησιν, ἀλλὰ τὸ θελητὸν ὑποφαίνει· οὐ γὰρ τὴν θείαν θέλησιν ποιῆσαι αὐτῷ πρόκειται—αὕτη γὰρ ἄκτιστός τε καὶ ἄναρχος—, ἀλλὰ τὸ θελητόν, ὅπερ ἡ θεία θέλησις, καθὼς καὶ τὸ «πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς» ἐκληπτέον. Οὐ γὰρ πολλαὶ θελητικαὶ δυνάμεις εἰσὶ τοῦ θεοῦ, ἀλλὰ μία, οὔτε ἡ θελητικὴ δύναμις τοῦ θεοῦ ἐστιν ἐν τοῖς ἁγίοις, ἐπεὶ καὶ ἡ φύσις—ὧν γὰρ ἡ θέλησις μία, τούτων καὶ ἡ φύσις μία—, ἀλλὰ τὰ θελήματα τοῦ θεοῦ εἰσιν ἐν τοῖς ἁγίοις, τουτέστιν αἱ ἐντολαὶ αὐτοῦ.

Δέδεικται τοίνυν, ὡς εἶχεν ὁ Χριστὸς ὥσπερ δύο φύσεις, οὕτω καὶ δύο θελήσεις φυσικὰς καὶ δύο ἐνεργείας φυσικάς, ἵνα ᾖ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος· οὐ γὰρ θεὸς τέλειος ὁ μὴ ἔχων πάντα τὰ τῆς θεότητος ἰδιώματα καὶ πρὸ τούτων τὴν θείαν φύσιν οὐδὲ ἄνθρωπος τέλειος ὁ μὴ ἔχων τελείαν τὴν τοῦ ἀνθρώπου φύσιν καὶ πάντα τὰ φυσικὰ τῆς ἀνθρωπότητος ἰδιώματα. Εἶχε μὲν οὖν τὴν θείαν θέλησιν, καθ᾽ ἣν ὡς θεὸς τὰ θεῖα ἤθελε σὺν πατρὶ καὶ τῷ πνεύματι· ὧν ὡς μία φύσις, οὕτως καὶ ἡ κατ᾽ αὐτὴν θέλησις. Εἶχε δὲ καὶ ἀνθρωπίνην φυσικὴν θέλησιν, τουτέστι φυσικὴν θελητικὴν δύναμιν, ὡς γενόμενος τέλειος ἄνθρωπος, ὡς ἡ μήτηρ· ὧν ὡς μία φύσις, οὕτω μία καὶ ἡ θέλησις. Εἶχε καὶ τὴν θείαν ἐνέργειαν, καθ᾽ ἣν αὐτεξουσίως θέλων ἐνήργει τὰ θεῖα σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι· εἶχε καὶ ἀνθρωπίνην ἐνέργειαν, καθ᾽ ἣν αὐτεξουσίως θέλων ἐνήργει τὰ ἀνθρώπινα. Οὐ γὰρ θείᾳ θελήσει ἤθελε λαθεῖν, καὶ οὐκ ἠδύνατο, οὐδὲ φαγεῖν καὶ πιεῖν—ταῦτα γὰρ ἀνθρωπίνης φύσεως θελητὰ καὶ οὐ θείας—, οὐδὲ θείᾳ ἐνεργείᾳ περιεπάτει ἢ τὰς χεῖρας ἐξέτεινεν· οὐ γὰρ θείας φύσεως ἢ ἐνεργείας περιπατεῖν καὶ ἐκτείνειν χεῖρας.

Ὅμως ἑκατέρα τῶν ἐν Χριστῷ φύσεων μετὰ τῆς θατέρου κοινωνίας ἤθελε καὶ ἐνήργει τοῦθ᾽, ὅπερ ἴδιον ἔσχηκεν, ἐξυπηρετουμένης τῆς ἀνθρωπίνης θελήσεως καὶ ἐνεργείας αὐτοῦ τῇ θείᾳ αὐτοῦ θελήσει καὶ ἐνεργείᾳ. Ὥσπερ γὰρ διὰ τῆς σωματικῆς ἐνεργείας αὐτοῦ ἡ θεία αὐτοῦ ἐνήργει ἐνέργεια— ἐκράτησε γὰρ τῇ χειρὶ τῆς χειρὸς τῆς παιδὸς καὶ εἶπε τὸ «κοράσιον, ἔγειραι», καὶ διὰ τῆς ἁφῆς καὶ τοῦ λόγου ἡ θεία ἐνέργεια τὴν κόρην ἐζωοποίησεν—, οὕτω καὶ διὰ τῆς ἀνθρωπίνης αὐτοῦ θελήσεως ἡ θεία ἐνήργει αὐτοῦ θέλησις. Θελήσας γὰρ θεϊκῶς τὴν θαυματουργίαν εἰργάσατο καὶ θελήσας ἀνθρωπίνως τὴν χεῖρα ἐξέτεινε καὶ εἶπεν· «Ἔγειραι». Καὶ ἁπλῶς εἰπεῖν· Ὅσα ἠθέλησέ τε καὶ ἐνήργησεν ἀνθρωπίνως, σωτηρία τοῦ κόσμου γέγονεν· οὐ γὰρ κατὰ θεὸν τὰ θεῖα ἔδρασεν—οὐ γὰρ θεοῦ γυμνοῦ δι᾽ ἁφῆς καὶ ἐκτάσεως χειρῶν τὰς θαυματουργίας ἐποίει—οὐδὲ κατὰ ἄνθρωπον τὰ ἀνθρώπινα ἔπραξεν—οὐ γὰρ ἀνθρώπου ψιλοῦ τὰ πάθη τὰ τοῦ κόσμου σωτήρια—, ἀλλὰ θεὸς ὢν καὶ γενόμενος ἄνθρωπος καινήν τινα καὶ ξένην θεανδρικὴν ἐνέργειαν ἐπεδείξατο, θείαν, ἀλλὰ δι᾽ ἀνθρωπίνης ἐνεργοῦσαν, ἀνθρωπίνην, ἀλλὰ τῇ θείᾳ ἐξυπηρετουμένην καὶ τὰ τῆς συνυφεστηκυίας αὐτῇ θεότητος ἐμφαίνουσαν σύμβολα.

Ὥσπερ γὰρ ἑτέρας φύσεως ὁ σίδηρος καὶ ἑτέρας τὸ πῦρ καὶ ἑτέρας καὶ ἑτέρας ἐνεργείας τούτων ἑκάτερον· οὔτε γὰρ τέμνει τὸ πῦρ, ἀλλὰ καίει καὶ φωτίζει, οὔτε καίει ὁ σίδηρος οὔτε φωτίζει κατὰ τὴν ἰδίαν φυσικὴν ἐνέργειαν, ἀλλὰ τέμνει καὶ μέλας ἐστίν· ὁπηνίκα δὲ ἕνωσις ἀμφοτέρων γένηται, ἡνωμένως καὶ οὐ διῃρημένως ἕκαστον τὴν οἰκείαν ἐνεργεῖ ἐνέργειαν—ἅμα γὰρ τῇ τομῇ καὶ ἡ καῦσις γίνεται καὶ διὰ τοῦ σιδήρου καίει τὸ πῦρ καὶ φωτίζει—, οὐ μία δὲ φυσικὴ ἐνέργεια, ἀλλὰ δύο, μία μὲν φυσικὴ τοῦ πυρὸς ἡ καυστική, ἑτέρα δὲ φυσικὴ τοῦ σιδήρου ἡ τομή, καὶ ἑκάστης ἴδιον ἀποτέλεσμα, τῆς μὲν τοῦ πυρὸς ἡ καῦσις, τῆς δὲ τοῦ σιδήρου ἡ τομή, εἰ καὶ καυστικὴ τομή ἐστι καὶ τμητικὴ καῦσις· —οὕτω καὶ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἑκατέρα φύσις ἐνεργεῖ τὰ ἴδια μετὰ τῆς θατέρου κοινωνίας, καὶ οὐ μία αἱ δύο οὐδὲ τῶν δύο ἓν ἀποτέλεσμα, ἀλλὰ τῆς μὲν ἀνθρωπίνης αὐτοῦ φύσεως τὸ αὐτεξουσίως ὑπακούειν καὶ ἐξυπηρετεῖσθαι τῷ θείῳ θελήματι καὶ θελήματι οἰκείῳ ἐκτείνειν τὴν χεῖρα καὶ ἅπτεσθαι τῆς παιδὸς καθ᾽ ὑπακοὴν τοῦ θείου θελήματος καὶ ὑπηρεσίαν, τῆς δὲ θεότητος τὴν τῆς παιδὸς ἔγερσιν ἐνεργούσης διὰ τῆς ἁφῆς. Ὥστε τῆς μὲν ἀνθρωπίνης ἐνεργείας πέρας ἡ ἑκούσιος τῆς χειρὸς ἔκτασις καὶ ἁφή, τῆς δὲ θείας ἡ τῆς παιδὸς ἔγερσις.