Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῶν Μακεδονικῶν μηνῶν

Ἰωάννης ὁ Δαμασκηνός

Αστρονομική εισαγωγή και κινήσεις των ουρανίων σωμάτων

Αναφορά στην αρχαία ελληνική αντίληψη για τα δώδεκα ζώδια, τους επτά πλανήτες και την πορεία του Ήλιου και της Σελήνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 3

Ἰωάννου τοῦ Δαμασκηνοῦ, περὶ τῶν Μακεδόνων μηνῶν, ἐκ τῆς ἐκκλησιαστικῆς παραδόσεως. Φασὶ γὰρ οἱ Ἕλληνες εἶναι δώδεκα ζώδια ἐξ ἀστέρων ἐν τῷ οὐρανῷ, ἐναντίαν κίνησιν ἔχοντα τῷ τε ἡλίῳ, καὶ τῇ σελήνῃ, καὶ τοῖς ἄλλοις πέντε πλανήταις, καὶ διὰ δώδεκα ζωδίων παρέρχεσθαι τοὺς ἑπτά.

Τῶν δὲ ἑπτὰ πλανητῶν τὰ ὀνόματα εἰσὶ ταῦτα· Ἥλιος, Σελήνη, Ζεὺς, Ἑρμῆς, Ἄρης, Ἀφροδίτη, Κρόνος. Πλανήτας δὲ καλοῦσιν αὐτοὺς διὰ τὸ ἐναντίαν αὐτοὺς τοῦ οὐρανοῦ κινεῖσθαι κίνησιν. Εἶναι δὲ καθ᾽ ἑκάστην ζώνην τοῦ οὐρανοῦ ἕνα τῶν ἑπτὰ πλανητῶν· ἕνα μὲν ἐν τῇ πρώτῃ καὶ ἀνωτέρᾳ τὸν Κρόνον· ἐν δὲ τῇ δευτέρᾳ τὸν Δία· ἐν τῇ τρίτῃ τὸν Ἄρεα· ἐν δὲ τῇ τετάρτῃ τὸν Ἥλιον· ἐν δὲ τῇ πέμπτῃ τὴν Ἀφροδίτην· ἐν δὲ τῇ ἕκτῃ τὸν Ἑρμῆν· ἐν δὲ τῇ ἑβδόμῃ καὶ κατωτέρᾳ τὴν Σελήνην. Ὁ μὲν οὖν Ἥλιος καθ᾽ ἕκαστον ζώδιον ἀποτελεῖ μῆνα ἕνα, καὶ διὰ τῶν δώδεκα μηνῶν τὰ δώδεκα ζώδια διέρχεται. Τῶν δὲ δώδεκα ζωδίων τὰ ὀνόματα εἰσὶ ταῦτα, καὶ οἱ τούτων μῆνες· αʹ, Κριός· μηνὶ Μαρτίῳ καʹ δέχεται τὸν ἥλιον· βʹ, Ταῦρος· μηνὶ Ἀπριλλίῳ κγʹ· γʹ, Δίδυμος Μαΐῳ κδʹ· δʹ, Καρκίνος Ἰουνίῳ κδʹ· εʹ, Λέων Ἰουλίῳ κεʹ· ϛʹ, Παρθένος, Αὐγούστῳ κεʹ. ζʹ, Ζυγὸς Σεπτεμβρίῳ κεʹ· ηʹ, Σκορπίος, Ὀκτωβρίῳ. κεʹ· θʹ, Τοξότης, Νοεμβρίῳ κεʹ· ιʹ, Αἰγόκερως, Δεκεμβρίῳ

κεʹ· ιαʹ, Ὑδροχόος, Ἰαννουαρίῳ κʹ· ιβʹ, Ἰχθῦς, Φευβρουαρίῳ κʹ. Ἡ δὲ Σελήνη καθ᾽ ἕκαστον μῆνα τὰ ιβʹ ζώδια διέρχεται, καὶ κατωτέρα παροῦσα, καὶ ταχύτερον ταῦτα διοδεύουσα· ὡς ἐὰν ποιήσῃς πόλον ἔνδον ἄλλου πόλου, ὁ ἔνδον πόλος μικρότερος εὑρεθήσεται.

Οὕτω καὶ ὁ δρόμος τῆς Σελήνης κατωτέρας οὔσης ὀλιγότερός ἐστιν, καὶ ἀνύεται τάχιον.