Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῶν ὀκτὼ πνευμάτων τῆς κακίας

Ἰωάννης ὁ Δαμασκηνός

Εισαγωγή στους οκτώ λογισμούς της κακίας

Απαρίθμηση των οκτώ λογισμών και προτροπή προς τον μοναχό για νήψη και επίγνωση των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 3

ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΟΚΤΩ ΤΗΣ ΠΟΝΗΡΙΑΣ ΠΝΕΥΜΑΤΩΝ. αʹ. Γίνωσκε, ἀδελφὲ, ὅτι ὀκτώ εἰσιν οἱ λογισμοὶ οἱ πολεμοῦντες τὸν μοναχὸν, καθὼς λέγουσιν οἱ Πατέρες. Πρῶτον ὁ τῆς γαστριμαργίας· δεύτερος ὁ τῆς κακῆς καὶ αἰσχρᾶς ἐπιθυμίας· τρίτος ὁ τῆς φιλαργυρίας· τέταρτος ὁ τῆς λύπης· πέμπτος ὁ τῆς ὀργῆς· ἕκτος ὁ τῆς ἀκηδίας· ἕβδομος ὁ τῆς κενοδοξίας· καὶ ὁ τῆς ὑπερηφανίας ὄγδοος.

βʹ. Ὀφείλεις οὖν γινώσκειν, ὦ μοναχὲ, καὶ προσέχειν ἀκριβῶς, εἰς ποῖον πάθος παρὰ τῶν ἐχθρῶν ἡμῶν καὶ πνευμάτων τῆς πονηρίας ἐκταράττῃ καὶ θορυβῇ, καὶ πρὸς ποῖον ἐμπαθὲς νόημα ὁ νοῦς σου συγκατατίθεται.