Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Στοιχειώδης διδασκαλία

Ἰωάννης ὁ Δαμασκηνός

Βασικές οντολογικές έννοιες: Ουσία και υπόσταση

Ερμηνεία και διάκριση των εννοιών της ουσίας, της φύσεως και της μορφής, καθώς και καθορισμός της υποστάσεως, του προσώπου και του ατόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 5

Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς. Οὐσία καὶ φύσις καὶ μορφὴ κατὰ τοὺς ἁγίους πατέρας ταὐτόν ἐστιν. Καὶ πάλιν ὑπόστασις καὶ πρόσωπον καὶ ἄτομον ταὐτόν ἐστιν. Καὶ διαφορὰ καὶ ποιότης καὶ ἰδίωμα ταὐτόν ἐστιν. Περὶ τούτων οὖν καὶ τῶν τοιούτων σκοπὸς ἡμῖν ἐστιν εἰπεῖν, περὶ ὧν καὶ ἡ ὑμετέρα συγκαταβατικῶς ἠρώτησεν ὁσιότης.

Ἀρχόμενοι τοίνυν λέγομεν οὕτως περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς. Ἔστι μὲν ὑπερούσιος οὐσία καὶ φύσις καὶ μορφὴ ἡ ἀκατάληπτος θεότης, ὑποστάσεις δὲ αὐτῆς καὶ πρόσωπα πατήρ, υἱὸς καὶ τὸ πανάγιον πνεῦμα· ἕκαστον γὰρ αὐτῶν τελεία ὑπόστασις καὶ τέλειόν ἐστι πρόσωπον.

Ἔτι δὲ καὶ πᾶν κτίσμα θεοῦ οὐσία ἐστί. Πολλὰ δέ εἰσι τὰ κτίσματα καὶ πολλὴν ἔχουσι πρὸς ἄλληλα τὴν διαφοράν· ἄλλο γὰρ κτίσμα ὁ ἄγγελος καὶ ἄλλο ὁ ἄνθρωπος, καὶ ἕτερον βοῦς καὶ ἄλλο κύων, ἕτερον οὐρανὸς καὶ ἄλλο γῆ, καὶ ἕτερον πῦρ καὶ ἄλλο ἀὴρ καὶ ἕτερον ὕδωρ· καὶ ἁπλῶς εἰπεῖν πολλὰ εἴδη εἰσὶν ἐν τοῖς κτίσμασιν. Ἕκαστον οὖν εἶδος μία φύσις ἐστίν, οἷον πάντες οἱ ἄνθρωποι μία φύσις εἰσί, καὶ πάντες οἱ ἄγγελοι μία φύσις εἰσί, καὶ πάντες οἱ βόες μία φύσις εἰσίν· ὁμοίως καὶ τὰ λοιπὰ κτίσματα. Καὶ ἄλλη φύσις ἡ τῶν ἀγγέλων καὶ ἑτέρα ἡ τῶν ἀνθρώπων καὶ ἑτέρα ἡ τῶν βοῶν· ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν.

Περὶ ὑποστάσεως καὶ προσώπου καὶ ἀτόμου. Ἐπειδὴ δὲ πολλοί εἰσιν οἱ ἄνθρωποι, ὁ καθένα ἄνθρωπος ὑπόστασίς ἐστιν, οἷον ὁ Ἀδὰμ ὑπόστασίς ἐστι, καὶ ἡ Εὔα ἄλλη ὑπόστασις, καὶ ὁ Σὴθ ἑτέρα ὑπόστασις. Ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν. Ἕκαστος ἄνθρωπος ὑπόστασις ἑτέρα παρὰ τοὺς λοιποὺς ἀνθρώπους ἐστί, καὶ ἕκαστος βοῦς ὑπόστασίς ἐστι, καὶ ἕκαστος ἄγγελος ὑπόστασίς ἐστιν.

Ὥστε φύσις καὶ μορφὴ καὶ οὐσία ἐστὶ τὸ κοινὸν καὶ περιέχον τὰς ὁμοουσίους ὑποστάσεις, ὑπόστασις δὲ καὶ ἄτομον καὶ πρόσωπον τὸ μερικὸν ἤγουν ἕκαστον τῶν ὑπὸ τὸ αὐτὸ εἶδος περιεχομένων. Περὶ διαφορᾶς καὶ ποιότητος καὶ ἰδιώματος.