Ἐπιστολὴ τοῦ μακαριωτάτου καὶ φιλοσοφωτάτου κυρίου Ἰωάννου πρεσβυτέρου τοῦ Δαμασκηνοῦ, πρός τινα πεμφθεῖσα. Τί ἐστιν ἄνθρωπος; Ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· συνίσταται δὲ ἐκ τεσσάρων στοιχείων, ἤγουν ἐξ αἵματος, φλέγματος, χολῆς ξανθῆς, καὶ χολῆς μελαίνης. Καὶ τῷ μὲν αἵματι ἐν τῇ καρδίᾳ, καὶ ἐν τῇ καρδίᾳ τὸ πνεῦμα· ἡ δὲ χολὴ ἡ ξανθὴ, ἐν τῷ ἥπατι καὶ ἐν τῷ στομάχῳ· ἡ δὲ μελαίνη χολὴ, ἐν τῇ σπλήνῃ, καὶ ἐν τῇ ψόᾳ· τὸ δὲ φλέγμα, ἐν τῷ ἐγκεφάλῳ καὶ ἐν τῇ κοίτῃ. Καὶ ὅσοι μὲν ἐξ αἵματος καθαροῦ τυγχάνουσιν, οὗτοί εἰσι πάντοτε χαίροντες καὶ παίζοντες καὶ γελῶντες, καὶ εἰσὶν ἀνθηροὶ, καὶ καλόχρωοι· ὅσοι δὲ ἀπὸ χολῆς ξανθῆς τυγχάνουσιν, εἰσὶ γοργοὶ καὶ εὔτολμοι, ὀργίλοι καὶ πικροὶ καὶ ἀλλόχρωοι· ὅσοι δὲ ἀπὸ χολῆς μελαίνης τυγχάνουσιν, εἰσὶ ῥᾴθυμοι καὶ ὀλιγόψυχοι, φιλάσθενοι καὶ ὀκνηροὶ καὶ δειλοί· ὅσοι δὲ ἀπὸ φλέγματος τυγχάνουσιν, εἰσὶ λυπηροὶ, καὶ μὴν καὶ ψυχροὶ, ἀμνήμονες καὶ διαλελησμένοι, τὰ πολλὰ κοιμώμενοι, καὶ λευκόχρωοι. Καὶ ἐπὶ μὲν τῆς παιδικῆς ἡλικίας τὸ αἷμα πληθύνεται ἕως ἐτῶν δεκατεσσάρων· ἐπὶ δὲ τῶν νεανίσκων ἡ χολὴ ἡ ξανθὴ πληθύνεται, ἕως ἐτῶν εἴκοσι ὀκτώ· ἐπὶ δὲ τῆς τελείας ἡλικίας ἡ χολὴ ἡ μελαίνη πληθύνεται, ἕως ἐτῶν τεσσαράκοντα δύο· ἐπὶ δὲ τῶν γερόντων τὸ φλέγμα πληθύνεται, ἕως ἐτῶν ὀγδοήκοντα.