Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Βίος Βαρλαὰμ καὶ Ἰωάσαφ

Ἰωάννης ὁ Δαμασκηνός

Το βάπτισμα του Ιωάσαφ και η αναχώρηση του Βαρλαάμ

Περαιτέρω θεολογικές και ασκητικές νουθεσίες, η τέλεση του βαπτίσματος του Ιωάσαφ από τον Βαρλαάμ, η ανταλλαγή των ενδυμάτων και η αναχώρηση του γέροντα για την έρημο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 13

κατανοήσας δὲ τοῖς ἀπλανέσι τοῦ νοὸς ὀφθαλμοῖς πῶς ἐν τούτοις πᾶς ὁ τῶν ἀνθρώπων κατατρίβεται βίος, τῶν μὲν παραγινομένων, τῶν δὲ ἀπαιρόντων, καὶ μηδενὸς ἔχοντος τὸ στάσιμόν τε καὶ βέβαιον, μήτε τῶν πλουτούντων ἐν τῷ πλούτῳ, μήτε τῶν δυνατῶν ἐν τῇ ἰσχύϊ, μήτε τῶν σοφῶν ἐν τῇ σοφίᾳ, μηδ᾽ αὖ τῶν εὐημερούντων ἐν τῇ εὐημερίᾳ, μήτε τῶν τρυφώντων ἐν τῇ σπατάλῃ, μήτε τῶν ἀσφαλῶς δοκούντων βιοῦν ἐν τῇ ματαίᾳ αὐτῶν καὶ ἀδρανεστάτῃ ἀσφαλείᾳ, μήτε ἐν ἄλλῳ τινὶ τῶν ἐνταῦθα ἐπαινουμένων, ἀλλ᾽ ἔοικε τὸ πρᾶγμα χειμάρρων παρόδῳ ἀμετρήτῳ θαλάσσης ἐμπιπτόντων βυθῷ (ῥευστὰ γὰρ οὕτως εἰσὶ τὰ παρόντα πάντα καὶ πρόσκαιρα), συνῆκα ὡς τὰ τοιαῦτα μάταια σύμπαντα καὶ ὄνησις αὐτῶν οὐδεμία, ἀλλ᾽, ὥσπερ τὰ πρότερον πάντα λήθῃ κέκρυπται, εἴτε δόξαν εἴποις, εἴτε βασιλείαν, εἴτε ἀξιωμάτων λαμπρότητας, εἴτε δυναστείας ὄγκον, εἴτε τυράννων θρασύτητα, εἴτε τι τῶν τοιούτων, οὕτως καὶ τὰ ἐνεστῶτα εἰς τοὺς ἑξῆς καὶ μετέπειτα χρόνους ἀμαυρωθήσεται. ὧνπερ κἀγὼ εἷς ὑπάρχων τῇ συνήθει πάντως ἀλλοιώσει ὑποπεσοῦμαι, καὶ καθὼς οἱ πρὸ ἐμοῦ δι᾽ αἰῶνος τέρπεσθαι τοῖς παροῦσιν οὐ συνεχωρήθησαν, οὕτως ἔσται καὶ ἐπ᾽ ἐμοί.

κατεῖδον γὰρ οἷα τοὺς ἀνθρώπους ὁ τύραννος οὗτος καὶ ταραχώδης κατεργάζεται κόσμος, μετατιθεὶς αὐτοὺς ἐντεῦθεν κἀκεῖθεν, οὓς μὲν ἐκ πλούτου πρὸς πενίαν, οὓς δὲ ἐκ πενίας εἰς δόξαν, τούτους μὲν ὑπεξάγων τοῦ βίου, ἄλλους δὲ αὖθις ἀντεισάγων, τινὰς μὲν σοφοὺς καὶ συνετοὺς ἀποδοκιμάζων, ἀτίμους τε καὶ εὐτελεῖς τοὺς τιμίους καὶ περιφανεῖς ἐργαζόμενος, ἄλλους δὲ ἀσόφους τε καὶ ἀσυνέτους ἐπὶ θρόνου καθίζων δόξης, τιμίους τε τοὺς ἀτίμους καὶ ἀφανεῖς πᾶσι δεικνύων.

Καὶ ἔστιν ἰδεῖν τὸ τῶν ἀνθρώπων γένος μηδόλως κατὰ πρόσωπον τῆς αὐτοῦ ἀπηνοῦς τυραννίδος ἔχον στάσιν· ἀλλ᾽, ὡς ὅταν περιστερά, φεύγουσα ἀετὸν εἴτε ἱέρακα, τόπους ἐκ τόπων ἀμείβῃ, νῦν μὲν τούτῳ τῷ δένδρῳ, αὖθις ἐκείνῳ τῷ θάμνῳ, εἶτ᾽ εὐθὺς τρώγλαις τῶν πετρῶν καὶ παντοίαις ἀκάνθαις ἑαυτὴν προσαράσσουσα, καὶ οὐδαμοῦ εὑρίσκουσα προσφύγιον ἀσφαλές, ἐν σάλῳ καὶ ταλαντώσει ταλαιπωρεῖται διηνεκεῖ, οὕτως εἰσὶν οἱ τοῖς παροῦσιν ἐπτοημένοι, ὑφ᾽ ὁρμῆς μὲν ἀλογίστου ἀθλίως πονοῦντες, μηδόλως δέ τι ἔχοντες βέβαιον ἢ ἀσφαλές, μήτ᾽ ἐπιστάμενοι εἰς ὁποῖον καταντῶσι τέλος, καὶ ποῦ τούτους ὁ μάταιος ἄγει βίος, ᾧ καθυπέταξαν ἑαυτοὺς λίαν δυστυχῶς καὶ ἀθλίως, πονηρὰ μὲν ἑλόμενοι ἀντὶ ἀγαθῶν, μετελθόντες δὲ κακίαν ἀντὶ χρηστότητος, ἢ τίς ὁ τὰς ψυχρὰς τῶν πολλῶν καὶ μοχθηρῶν αὐτῶν καμάτων διαδεξάμενος ἐπικαρπίας, εἴτε οἰκεῖος, εἴτε ἀλλότριος· καὶ πολλάκις οὐδὲ φίλος ὅλως ἢ γνωστός, ἀλλ᾽ ἐχθρὸς καὶ πολέμιος.

Ταῦτα πάντα καὶ τὰ τούτοις ἑπόμενα διακρίνας ἐν τῷ τῆς ψυχῆς κριτηρίῳ, ἐμίσησα τὸν σύμπαντά μου βίον τὸν ἐν τοῖς ματαίοις ἀναλωθέντα, ὃν διήγαγον τοῖς περὶ γῆς πόνοις προστετηκώς. ἀποβαλλομένῳ δέ μοι τῆς ψυχῆς τὴν τούτων προσπάθειαν καὶ ἀπορρίψαντι κατεφάνη τὰ τῷ ὄντι ἀγαθά, τὸ φοβεῖσθαι τὸν Θεὸν καὶ ποιεῖν αὐτοῦ τὸ θέλημα. τοῦτο γὰρ ἔγνων πάντων τῶν ἀγαθῶν κεφάλαιον ὑπάρχειν· τοῦτο καὶ ἀρχὴ σοφίας λέγεται καὶ σοφία τετελειωμένη· ζωὴ γάρ ἐστιν ἄλυπος καὶ ἀνεπηρέαστος τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ᾽ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής. ἐπιστήσας οὖν μου τὸν λογισμὸν τῇ ἀπλανεστάτῃ ὁδῷ τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ γνοὺς ἀκριβῶς μηδὲν ἐν αὐτῇ σκολιὸν ἢ στραγγαλιῶδες ὑπάρχειν, μήτε φαράγγων καὶ σκοπέλων ἀκανθῶν τε καὶ τριβόλων πεπληρωμένην, ἀλλ᾽ ὅλην λείαν καθεστηκέναι καὶ ὁμαλήν, τέρπουσαν μὲν τοὺς ὀφθαλμοὺς τῶν αὐτὴν ὁδευόντων ταῖς φανοτάταις θεωρίαις ὡραΐζουσαν δὲ τοὺς πόδας, καὶ ὑποδύουσαν τὴν ἑτοιμασίαν τοῦ εὐαγγελίου τῆς εἰρήνης, τοῦ ἀσφαλῶς τε καὶ συντόμως βαδίζειν· ἥνπερ πάντων δικαίως προέκρινα, καὶ οἰκοδομεῖν ἠρξάμην τὴν πεσοῦσάν μου τῆς ψυχῆς καὶ φθαρεῖσαν οἰκίαν.

Οὕτως μου τὰ κατ᾽ ἐμαυτὸν διατιθεμένου καὶ τὸ σφαλερὸν τοῦ νοὸς ἐπανορθοῦντος, ῥημάτων ἀκήκοα σοφοῦ τινος διδασκάλου τοιαῦτά μοι ἐμβοῶντος· Ἐξέλθετε, ἔφη, πάντες οἱ ποθοῦντες σωθῆναι· ἀποχωρίσθητε τῆς ματαιότητος τοῦ κόσμου· παράγει γὰρ τὸ σχῆμα αὐτοῦ μικρὸν ὅσον, καὶ ἰδοὺ οὐκ ἔσται. ἐξέλθετε ἀμεταστρεπτί, μὴ προῖκα δὲ καὶ ἀμισθί, ἀλλ᾽ ἐφόδια φερόμενοι ζωῆς αἰωνίου· μακρὰν γὰρ μέλλετε βαδίζειν ὁδόν, πολλῶν ἔχουσαν χρείαν τῶν ἐντεῦθεν ἐφοδίων. καὶ καταλαμβάνετε τὸν αἰώνιον τόπον χώρας ἔχοντα δύο, πολλὰς ἐν ἑαυταῖς μονὰς ἐχούσας, ὧν τὴν μὲν μίαν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τὰς αὐτοῦ φυλάττουσιν ἐντολάς, παντοίων οὖσαν ἀγαθῶν πεπληρωμένην, ἧσπερ οἱ ἀξιωθέντες ἐν ἀφθαρσίᾳ ζήσονται διηνεκεῖ, τῆς ἀνωλέθρου ἀπολαύοντες ἀθανασίας, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· ἡ δὲ δευτέρα, σκότους οὖσα μεστὴ καὶ θλίψεως καὶ ὀδύνης, τῷ διαβόλῳ ἡτοίμασται καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐν ᾗ βληθήσονται καὶ οἱ δι᾽ ἔργων πονηρῶν ἑαυτοῖς ταύτην προξενήσαντες, οἱ τῶν ἀφθάρτων καὶ αἰωνίων τὰ παρόντα ἀνταλλαξάμενοι καὶ ὅλους ἑαυτοὺς κατάβρωμα τοῦ αἰωνίου πυρὸς ποιησάμενοι.

Ταύτης ἐγὼ τῆς φωνῆς ἀκούσας καὶ τὸ ἀψευδὲς αὐτῆς ἐπιγνούς, ἐκεῖνο καταλαβεῖν τὸ κατάλυμα ἔργον ἐθέμην, τὸ πάσης μὲν ἀπηλλαγμένον ὀδύνης τε καὶ λύπης, τοσαύτης δὲ ἀσφαλείας καὶ τοιούτων ἀγαθῶν πλῆρες ὑπάρχον, ὧν ἡ γνῶσις νυνὶ μὲν ἐκ μέρους ἐστὶν ἐν ἐμοί, νηπίῳ τε ὄντι τὴν πνευματικὴν ἡλικίαν καὶ ὡς δι᾽ ἐσόπτρων καὶ αἰνιγμάτων τὰ ἐκεῖθεν βλέποντι· ὅτε δὲ ἔλθῃ τὸ τέλειον, καὶ ἐπιγνώσομαι πρόσωπον πρὸς πρόσωπον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. εὐχαριστῶ τοίνυν τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, καὶ διήνοιξέ μου τοὺς ὀφθαλμοὺς ἀπλανῶς κατιδεῖν ὅτι τὸ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη. καὶ καθάπερ οὖν ἐγώ, τῶν παρόντων ἐπιγνοὺς τὴν ματαιότητα, τέλειον αὐτὰ ἐμίσησα μῖσος, οὕτω δὴ καὶ σὲ γινώσκειν περὶ τούτων συμβουλεύω, ἵνα ὡς ἀλλοτρίοις διατεθῇς αὐτοῖς καὶ θᾶττον παρερχομένοις, ἀφελόμενος δ᾽ ἐντεῦθεν πάντα, θησαυρίσῃς σεαυτῷ ἐν τῷ ἀφθάρτῳ αἰῶνι θησαυρὸν ἀσύλητον, πλοῦτον ἀδαπάνητον, ἔνθα σε δεῖ ἀνυπερθέτως πορευθῆναι, ἵνα, ὅταν ἀπέλθῃς, οὐχ ὑστερούμενος ἔσῃ, ἀλλὰ πλούτῳ βρίθων, καθάπερ σοι τὴν τούτων ἀνεθέμην ἀνωτέρω καταλληλοτάτην εἰκόνα.

XV Λέγει δὲ ὁ Ἰωάσαφ τῷ γέροντι· Πῶς οὖν δυνήσομαι θησαυροὺς χρημάτων καὶ πλούτου ἐκεῖσε προπέμπειν, ὡς ἂν ἄσυλον αὐτῶν καὶ ἀνώλεθρον τὴν ἀπόλαυσιν ἀπελθὼν εὕρω; πῶς δὲ δείξω τὸ πρὸς τὰ παρόντα μου μῖσος, καὶ τῶν αἰωνίων ἀνθέξομαι; μάλα σαφήνισόν μοι. καί φησιν ὁ Βαρλαάμ· Ἡ μὲν τοῦ πλούτου τούτου πρὸς τὸν αἰώνιον τόπον προπομπὴ ταῖς χερσὶ γίνεται τῶν πενήτων. φησὶ γάρ τις τῶν προφητῶν, Δανιὴλ ὁ σοφώτατος, τῷ βασιλεῖ Βαβυλῶνος· Διὰ τοῦτο, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι· καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων. λέγει δὲ καὶ ὁ Σωτήρ· Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵν᾽, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. καὶ πολὺν ἄνω τε καὶ κάτω λόγον ὁ Δεσπότης τῆς ἐλεημοσύνης καὶ μεταδόσεως τῶν πενήτων ποιεῖται, καθὼς ἐν τῷ Εὐαγγελίῳ μανθάνομεν. οὕτως μὲν οὖν ἀσφαλέστατα λίαν ἐκεῖσε προπέμψεις πάντα ταῖς τῶν δεομένων χερσίν· ὅσα γὰρ εἰς τούτους ποιήσεις, ἑαυτῷ ὁ Δεσπότης οἰκειούμενος πολυπλασίως σε ἀνταμείψεται· νικᾷ γὰρ ἀεὶ ταῖς τῶν δωρεῶν ἀντιδόσεσι τοὺς ἀγαπῶντας αὐτόν.

τούτῳ μὲν οὖν τῷ τρόπῳ τέως τοὺς θησαυροὺς τοῦ σκότους τοῦ αἰῶνος τούτου συλήσας, ᾧ τεταλαιπώρηκας πολὺν ἤδη χρόνον ἐκδουλεύων, καλῶς ἐκ τούτων πρὸς τὸ μέλλον ἐφοδιασθήσῃ, καὶ τοῦ ἀλλοτρίου ἀφελόμενος σεαυτῷ πάντα προαποθήσῃ, διὰ τῶν ῥευστῶν τούτων καὶ προσκαίρων τὰ ἑστῶτα καὶ μένοντα ἐξωνησάμενος· ἔπειτα, τοῦ Θεοῦ συνεργοῦντός σοι, κατανοήσεις τὸ ἄστατον τοῦ κόσμου καὶ ἀνώμαλον, καί, χαίρειν πᾶσιν εἰπών, πρὸς τὸ μέλλον μεθορμισθήσῃ, παραδραμὼν μὲν τὰ παρατρέχοντα, τοῖς ἐλπιζομένοις δὲ καὶ ἱσταμένοις προστεθήσῃ, καὶ τὸ σκότος μὲν ἀπολιπὼν σὺν τῇ σκιᾷ τοῦ θανάτου, μισήσας δὲ τὸν κόσμον καὶ κοσμοκράτορα, καὶ τὴν φθειρομένην σάρκα ἐχθρὰν ἑαυτῷ λογισάμενος, τῷ φωτὶ προσδράμῃς τῷ ἀπροσίτῳ, καί, τὸν σταυρὸν ἐπ᾽ ὤμων ἄρας, ἀκολουθήσεις αὐτῷ ἀμεταστρεπτί, ἵνα καὶ σὺν αὐτῷ δοξασθῇς καὶ τῆς οὐκ ἔτι μεταπιπτούσης ζωῆς οὐδὲ ἀπατηλῆς ἀναδειχθῇς κληρονόμος.

Ὁ δὲ Ἰωάσαφ· Τὸ πάντων οὖν, φησίν, ὑπεριδεῖν καὶ ἐπίπονον οὕτως ἀναλαβέσθαι βίον, καθάπερ εἴρηκας ἀνωτέρω, παράδοσίς ἐστιν ἀρχαία ἐκ τῆς τῶν ἀποστόλων κατιοῦσα διδαχῆς; ἢ ἔναγχος ὑμῖν ἐπινενόηται τῇ τοῦ νοὸς ὑμῶν ἐπιστήμῃ, ὡς κρεῖττον ἐκλεξαμένοις τοῦτο;

Πρὸς ὃν ὁ γέρων ἔφη· Οὐ νόμον προσφάτως εἰσενεχθέντα διδάσκω σε (μὴ γένοιτο), ἀλλ᾽ ἔκπαλαι δοθέντα ἡμῖν. εἶπεν γὰρ ὁ Κύριος πλουσίῳ τινὶ ἐπερωτήσαντι αὐτόν, Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; καὶ καυχωμένῳ πάντα φυλάξαι τὰ γεγραμμένα ἐν τῷ νόμῳ, Ἕν σοι, φησίν, ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν. ὁ δὲ ταῦτα ἀκούσας περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον, εἶπε· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. ταύτης οὖν τῆς ἐντολῆς πάντες ἀκούσαντες οἱ ἅγιοι ἀποχωρισθῆναι πάντη τῆς τοιαύτης τοῦ πλούτου δυσκολίας ἐφρόντισαν· καὶ πάντα σκορπίσαντες, καὶ διὰ τῆς τῶν πενήτων διαδόσεως πλοῦτον ἑαυτοῖς αἰώνιον προαποθέμενοι, ἦραν τὸν σταυρὸν καὶ τῷ Χριστῷ ἠκολούθησαν, οἱ μὲν μαρτυρικῶς, καθὰ δὴ καὶ εἶπόν σοι, τελειωθέντες, οἱ δὲ ἀσκητικῶς ἀγωνισάμενοι, καὶ μηδὲν ἐκείνων ἀπολιπόντες τῇ ἀγωγῇ τῆς ἀληθινῆς ταύτης φιλοσοφίας. ἐντολὴν οὖν ταύτην εἶναι γίνωσκε Χριστοῦ τοῦ βασιλέως ἡμῶν καὶ Θεοῦ, ἀπάγουσαν ἡμᾶς τῶν φθαρτῶν, καὶ τῶν ἀϊδίων μετόχους ἐργαζομένην.

Παλαιᾶς οὖν, φησὶν ὁ Ἰωάσαφ, καὶ οὕτως ἀναγκαίας οὔσης τῆς τοιαύτης φιλοσοφίας, πῶς οὐ πολλοὶ ζηλοῦσι σήμερον τουτονὶ τὸν βίον; Ὁ δὲ γέρων ἔφη· Πολλοὶ μὲν ἐζήλωσαν καὶ ζηλοῦσιν, οἱ πλεῖστοι δὲ ὀκνοῦσι καὶ ἀναδύονται· Ὀλίγοι γάρ, καθά φησιν ὁ Κύριος, οἱ τῆς στενῆς ὁδοῦ καὶ τεθλιμμένης ὁδοιπόροι, τῆς ἀνειμένης δὲ καὶ πλατείας οἱ πλείους. οἱ γὰρ καθάπαξ ὑπὸ φιλοχρηματίας καὶ τῶν τῆς φιληδονίας κακῶν ἁλόντες, τῇ κενῇ δὲ καὶ ματαίᾳ προστετηκότες δόξῃ, δυσαποσπάστως αὐτῶν ἔχουσιν, ὡς ἅτε δούλους ἑαυτοὺς ἑκουσίως ἀπεμπολήσαντες ἀλλοτρίῳ δεσπότῃ, καὶ ἀπ᾽ ἐναντίας ἱστάμενοι τῷ ταῦτα ἐπιτάττοντι Θεῷ, καὶ δέσμιοι αὐτῷ κατεχόμενοι. ψυχὴ γὰρ καθάπαξ ἀπογνοῦσα τῆς οἰκείας σωτηρίας, τὰς ἡνίας αὑτῆς ἐνδοῦσα ταῖς ἀλόγοις ἐπιθυμίαις, πανταχοῦ περιφέρεται. διὰ τοῦτο ὀλοφυρόμενος ὁ Προφήτης τὴν περικεχυμένην ἄνοιαν ταῖς τοιαύταις ψυχαῖς, καὶ τῆς ἐπικειμένης αὐταῖς ἀχλύος τὴν παχύτητα θρηνῶν, ἔλεγεν Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; ὅτῳ τις καὶ τῶν ἡμετέρων σοφῶν διδασκάλων, θεολογικώτατος ἀνήρ, συνᾴδων, καί τινα παρ᾽ ἑαυτοῦ προστιθείς, ἐκβοᾷ πᾶσιν ὡς ἐξ ἀπόπτου τινὸς καὶ ὑψηλοτάτης περιωπῆς· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;

μέγα τι τὸν ἐνταῦθα βίον καὶ τὴν τρυφὴν καὶ τὸ μικρὸν δοξάριον καὶ τὴν ταπεινὴν δυναστείαν καὶ τὴν ψευδομένην εὐημερίαν ὑπολαμβάνοντες, ἃ μὴ τῶν ἐχόντων μᾶλλον ἐστὶν ἢ τῶν ἐλπισάντων, οὐδὲ τούτων μᾶλλον ἢ τῶν οὐδὲ προσδοκησάντων, ὥσπερ χοῦς ὑπὸ λαίλαπος ἄλλοτε εἰς ἄλλους ῥιπιζόμενα καὶ μεταρριπτούμενα, ἢ ὥσπερ καπνὸς διαρρέοντα, καὶ ὡς ὄναρ παίζοντα, καὶ ὡς σκιὰ μὴ κρατούμενα, οὔτε ἀπόντα δυσέλπιστα τοῖς οὐ κεκτημένοις, οὔτε παρόντα πιστὰ τοῖς ἔχουσιν.

Οὕτως οὖν τοῦ Σωτῆρος ἐντελλομένου, τῶν Προφητῶν τε καὶ Ἀποστόλων κηρυττόντων, καὶ τῶν ἁγίων πάντων ἔργῳ τε καὶ λόγῳ εἰς τὴν τῆς ἀρετῆς συνωθούντων ἡμᾶς ἀπλανεστάτην ὁδόν, κἂν ὀλίγοι οἱ ταύτην ὁδεύοντες, πλείους δὲ οἱ τὴν εὐρύχωρον καὶ πρὸς ἀπώλειαν ἄγουσαν προκρίνοντες, οὐκ ἐκ τούτου ἡ πολιτεία τῆς ἐνθέου ταύτης κατασμικρυνθήσεται φιλοσοφίας, ἀλλά, καθάπερ ὁ ἥλιος, εἰς φαῦσιν πᾶσιν ἀνατέλλων, ἀφθόνως αὑτοῦ τὰς ἀκτῖνας προπέμπει πάντας φωτίζεσθαι προτρεπόμενος, οὕτω καὶ ἡ ἀληθὴς φιλοσοφία τοὺς αὐτῆς ἐραστὰς ἡλίου δίκην φωταγωγεῖ καὶ περιθάλπει καὶ λαμπροὺς ἀποδείκνυσιν. εἰ δέ τινες, μύσαντες τοὺς ὀφθαλμούς, κατιδεῖν αὐτοῦ τὸ φέγγος οὐ θελήσουσιν, οὔτε μεμπτέος παρὰ τοῦτο ὁ ἥλιος οὔτε τοῖς λοιποῖς παροπτέος, οὔτε μὴν ἡ δόξα τῆς αὐτοῦ λαμπρότητος διὰ τῆς ἐκείνων ἀτιμασθήσεται ἀβελτηρίας· ἀλλ᾽ ἐκεῖνοι μὲν τοῦ φωτὸς ἑαυτοὺς ἀποστερήσαντες ὡς τυφλοὶ ψηλαφήσουσι τοῖχον, πολλοῖς δὲ ἐμπεσοῦνται βόθροις, καὶ πολλαῖς ἐκκεντηθήσονται τὰς ὄψεις ἀκάνθαις, ὁ δὲ ἥλιος ἐπὶ τῆς ἰδίας ἱστάμενος λαμπρότητος φωτιεῖ τοὺς ἀνακεκαλυμμένῳ προσώπῳ τὸ φέγγος αὐτοῦ κατοπτριζομένους.

τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ τοῦ Χριστοῦ φῶς φαίνει μὲν πᾶσι πλουσίως, μεταδιδὸν ἡμῖν τῆς αὐτοῦ λαμπηδόνος· μετέχει δὲ ἕκαστος καθ᾽ ὅσον ἐφέσεως ἔχει καὶ προθυμίας· οὔτε γὰρ ἀποστερεῖ τινα τῶν βουλομένων αὐτῷ ἐνατενίζειν ὁ ἥλιος τῆς δικαιοσύνης, οὔτε μὴν βιάζεται τοὺς ἑκουσίως τὸ σκότος ἐκλεγομένους· ἀλλὰ τῇ ἰδίᾳ ἕκαστος ἐφεῖται αὐτεξουσίῳ προαιρέσει, ἕως ἐν τῷ παρόντι βίῳ ἐστί.

Τοῦ δὲ Ἰωάσαφ πυθομένου Τί τὸ αὐτεξούσιον καὶ τί προαίρεσις, φησὶν ὁ γέρων· Αὐτεξουσιότης μέν ἐστι ψυχῆς λογικῆς θέλησις, ἀκωλύτως κινουμένη πρὸς ὅπερ ἂν βούλοιτο, εἴτε ἀρετὴν εἴτε κακίαν, οὕτως ὑπὸ τοῦ Δημιουργοῦ γενομένης. αὐτεξουσιότης αὖθίς ἐστι νοερᾶς ψυχῆς κίνησις αὐτοκρατής. προαίρεσις δέ ἐστιν ὄρεξις βουλευτικὴ τῶν ἐφ᾽ ἡμῖν, ἢ βούλευσις ὀρεκτικὴ τῶν ἐφ᾽ ἡμῖν· τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ἐφιέμεθα προαιρούμενοι. βουλὴ δέ ἐστιν ὄρεξις ζητητικὴ περὶ τῶν ἐφ᾽ ἡμῖν πρακτικῶν γινομένη· βουλεύεται γάρ τις, εἰ ὤφειλε μετελθεῖν τὸ πρᾶγμα ἢ οὔ. εἶτα κρίνει τὸ κρεῖττον, καὶ γίνεται κρίσις. εἶτα διατίθεται καὶ ἀγαπᾷ τὸ ἐκ τῆς βουλῆς κριθέν, καὶ λέγεται γνώμη· ἐὰν γὰρ κρίνῃ, καὶ μὴ διατεθῇ πρὸς τὸ κριθέν, ἤγουν ἀγαπήσῃ αὐτό, οὐ λέγεται γνώμη. εἶτα μετὰ τὴν διάθεσιν γίνεται προαίρεσις, ἤγουν ἐπιλογή· προαίρεσις γάρ ἐστι δύο προκειμένων τὸ ἓν αἱρεῖσθαι καὶ ἐκλέγεσθαι τοῦτο πρὸ τοῦ ἑτέρου. καὶ τοῦτο φανερόν, ὅτι βουλή ἐστι μετ᾽ ἐπικρίσεως ἡ προαίρεσις, καὶ ἐξ αὐτῆς τῆς ἐτυμολογίας· προαιρετὸν γάρ ἐστι τὸ ἕτερον πρὸ τοῦ ἑτέρου αἱρετόν· οὐδεὶς δὲ προκρίνει τι μὴ βουλευσάμενος, οὐδὲ προαιρεῖται μὴ προκρίνας. ἐπειδὴ γὰρ οὐ πάντα τὰ δόξαντα ἡμῖν εὖ ἔχειν εἰς ἔργον ἀγαγεῖν προθυμούμεθα, τότε προαίρεσις καὶ προαιρετὸν γίνεται τὸ προκριθὲν ἐκ τῆς βουλῆς, ὅταν προσλάβῃ τὴν ὄρεξιν.

καὶ οὕτω συνάγεται προαίρεσιν εἶναι ὄρεξιν βουλευτικὴν τῶν ἐφ᾽ ἡμῖν· τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ἐφιέμεθα προαιρούμενοι. πᾶσα γὰρ βουλὴ πράξεως ἕνεκα καὶ διὰ πρᾶξιν· καὶ οὕτω πάσης μὲν προαιρέσεως βουλὴ ἡγεῖται, πάσης δὲ πράξεως προαίρεσις. διὰ τοῦτο οὐ μόνον αἱ πράξεις, ἀλλὰ καὶ τὰ κατὰ διάνοιαν, ἅτινα τὰς προαιρέσεις παριστῶσι, καὶ στεφάνους καὶ κολάσεις προξενοῦσιν. ἀρχὴ γὰρ ἁμαρτίας καὶ δικαιοπραγίας προαίρεσίς ἐστιν ἐν τοῖς ἐφ᾽ ἡμῖν καταγομένη· ὧν γὰρ αἱ ἐνέργειαι ἐφ᾽ ἡμῖν, τούτων καὶ αἱ πράξεις αἱ κατὰ τὴν ἐνέργειαν ἐφ᾽ ἡμῖν· ἐφ᾽ ἡμῖν δὲ αἱ κατὰ τὴν ἀρετὴν ἐνέργειαι, ἐφ᾽ ἡμῖν ἄρα καὶ αἱ ἀρεταί· κυρίως γὰρ ἐφ᾽ ἡμῖν ἐστι τὰ ψυχικὰ πάντα καὶ περὶ ὧν βουλευόμεθα. οὕτως αὐτεξουσίως βουλευομένων τῶν ἀνθρώπων καὶ αὐτεξουσίως προαιρουμένων, καθ᾽ ὅσον ἄν τις προαιρῆται, κατὰ τοσοῦτον καὶ μετέχει τοῦ θείου φωτὸς καὶ προκόπτει ἐν τοῖς τῆς φιλοσοφίας ἐπιτηδεύμασι· διαφοραὶ γὰρ προαιρέσεως εἰσί.

καὶ καθάπερ τινὲς πηγαὶ ὑδάτων ἐκ τῶν τῆς γῆς λαγόνων ἀναπεμπόμεναι, αἱ μὲν ἐπιπολαίως τῆς γῆς ἐκβλύζουσιν, αἱ δὲ μικρόν τι βαθύτερον, αἱ δὲ λίαν βαθέως, τούτων δὲ τῶν ὑδάτων τὰ μὲν προσεχῶς ἐκβλύζοντα καὶ τῇ γεύσει γλυκέα, τὰ δὲ βαθέως ἐξερχόμενα καὶ ἁλμυρίζοντα ἢ θεαφίζοντα, καὶ τὰ μὲν ἀφθόνως ἐκδιδόμενα, τὰ δὲ κατὰ μικρὸν στάζοντα· οὕτως καὶ ἐπὶ τῶν προαιρέσεων νόει, τὰς μὲν ταχείας εἶναι καὶ λίαν θερμοτάτας, τὰς δὲ νωθρὰς καὶ ψυχράς, καὶ τὰς μὲν ὅλως ἐπὶ τὰ καλὰ τὴν ῥοπὴν κεκτημένας, τὰς δὲ πρὸς τὸ ἐναντίον πάσῃ δυνάμει ἀποκλινούσας. κατὰ γοῦν τὰς αὐτῶν διαθέσεις καὶ αἱ πρὸς τὰς πράξεις ἀκολουθοῦσιν ὁρμαί.

XVI Λέγει δὲ ὁ Ἰωάσαφ πρὸς τὸν γέροντα· Εἰσὶν οὖν καὶ ἕτεροί τινες νῦν οἱ κατὰ ταῦτα κηρύττοντες ὥσπερ σύ; ἢ μόνος εἶ σήμερον ὁ ταῦτα διδάσκων καὶ οὕτως μισητὸν τὸν παρόντα βίον διηγούμενος; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐν τῇ καθ᾽ ὑμᾶς δυστυχεστάτῃ χώρᾳ ταύτῃ οὐδένα γινώσκω. ἡ γὰρ τοῦ σοῦ πατρὸς τυραννὶς μυρίοις τούτους θανάτοις περιέβαλε, καὶ ἔργον ἔθετο μὴ τὸ σύνολον ἀκούεσθαι ἐν ὑμῖν τὸ τῆς θεογνωσίας κήρυγμα. ἐν πάσαις δὲ ταῖς λοιπαῖς γλώσσαις ᾄδεται ταῦτα καὶ δοξάζεται, οἷς μὲν ὀρθοτάτῳ λόγῳ, ἄλλοις δὲ διεστραμμένως, τοῦ πολεμίου τῶν ἡμετέρων ψυχῶν ἐκκλίνειν αὐτοὺς τῆς εὐθείας ποιησαμένου καὶ ἀλλοτρίαις καταμερισαμένου δόξαις, καὶ ῥήσεις τινὰς τῶν Γραφῶν ἄλλως καὶ οὐ κατὰ τὸν ἐγκείμενον νοῦν μεθερμηνεύειν διδάξαντος. μία δέ ἐστιν ἡ ἀλήθεια, ἡ κηρυχθεῖσα διὰ τῶν ἐνδόξων ἀποστόλων καὶ τῶν θεοφόρων πατέρων, καὶ ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ τῇ ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης ἡλίου φαιδρότερον διαλάμπουσα, ἧσπερ ἐγὼ κήρυξ καὶ διδάσκαλος ἀπεστάλην σοι.

Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Οὐδὲν οὖν τούτων ὁ ἐμὸς μεμάθηκε πατήρ; Καί φησιν ὁ γέρων· Τρανῶς μὲν καὶ προσηκόντως οὐδὲν μεμάθηκε· βύων γὰρ τὰς αἰσθήσεις, τὸ ἀγαθὸν ἑκὼν οὐ προσδέχεται, πρὸς τὸ κακὸν αὐτοπροαιρέτως τὴν ῥοπὴν κεκτημένος.

Ἀλλ᾽ ἤθελον, φησὶν ὁ Ἰωάσαφ, κἀκεῖνον ταῦτα μυηθῆναι. Ὁ δὲ γέρων· Τὰ παρὰ ἀνθρώποις, εἶπεν, ἀδύνατα, παρὰ τῷ Θεῷ πάντα δυνατά ἐστι. τί γὰρ οἶδας εἰ σὺ σώσεις τὸν πατέρα σου, καὶ τρόπῳ θαυμασίῳ γεννήτωρ τοῦ σοῦ χρηματίσεις γεννήτορος; Ἀκήκοα γὰρ βασιλέα τινὰ γεγονέναι πάνυ καλῶς τὴν ἑαυτοῦ οἰκονομοῦντα βασιλείαν. πράως τε καὶ ἠπίως τῷ ὑπ᾽ αὐτὸν κεχρημένον λαῷ, ἐν τούτῳ δὲ μόνῳ σφαλλόμενον, τῷ μὴ πλουτεῖν τὸν τῆς θεογνωσίας φωτισμόν, ἀλλὰ τῇ πλάνῃ τῶν εἰδώλων κατέχεσθαι. εἶχε δέ τινα σύμβουλον ἀγαθὸν καὶ παντοίως κεκοσμημένον τῇ τε πρὸς τὸν Θεὸν εὐσεβείᾳ καὶ τῇ λοιπῇ πάσῃ ἐναρέτῳ σοφίᾳ· ὅς, ἀχθόμενος καὶ δυσχεραίνων ἐπὶ τῇ πλάνῃ τοῦ βασιλέως καὶ βουλόμενος αὐτὸν περὶ τούτου ἐλέγξαι, ἀνεχαιτίζετο τῆς ὁρμῆς, δεδοικὼς μὴ κακῶν πρόξενος ἑαυτῷ τε καὶ τοῖς αὑτοῦ ἑταίροις γένοιτο καὶ τὴν γινομένην δι᾽ αὐτοῦ πολλῶν ὠφέλειαν περικόψειεν. ἐζήτει δὲ ὅμως καιρὸν εὔθετον τοῦ ἑλκύσαι αὐτὸν πρὸς τὸ ἀγαθόν. φησὶν οὖν ἐν μιᾷ νυκτὶ πρὸς αὐτὸν ὁ βασιλεύς· Δεῦρο δή, ἐξέλθωμεν καὶ ἐμπεριπατήσωμεν τὴν πόλιν, εἴ πού τι τῶν ὠφελούντων ὀψόμεθα. ἐμπεριπατούντων δὲ αὐτῶν τὴν πόλιν, εἶδον φωτὸς αὐγὴν ἀπό τινος τρυμαλιᾶς λάμπουσαν· καί. ταύτῃ τοὺς ὀφθαλμοὺς ἐπιβαλόντες, βλέπουσιν ὑπόγειόν τι ἀντρῶδες οἴκημα, ἐν ᾧ προὐκαθέζετο ἀνὴρ ἐσχάτῃ συζῶν πενίᾳ καὶ εὐτελῆ τινα περικείμενος ῥάκια.

παρίστατο δὲ ἡ γυνὴ αὐτοῦ οἶνον κιρνῶσα. τοῦ δὲ ἀνδρὸς τὴν κύλικα ἐπὶ χεῖρας λαβόντος, λιγυρὸν ᾄδουσα μέλος ἐκείνη τέρψιν αὐτῷ ἐνεποίει ὀρχουμένη καὶ τὸν ἄνδρα ἐγκωμίοις καταθέλγουσα. οἱ περὶ τὸν βασιλέα τοίνυν, ἐπὶ ὥραν ἱκανὴν ταῦτα κατανοοῦντες, ἐθαύμαζον ὅτι, τοιαύτῃ πιεζόμενοι πενίᾳ ὡς μήτε οἴκου εὐπορεῖν μήτ᾽ ἐσθῆτος, οὕτως εὐθύμως τὸν βίον διῆγον· καί φησιν ὁ βασιλεὺς τῷ πρωτοσυμβούλῳ αὐτοῦ· Ὦ τοῦ θαύματος, φίλε, ὅτι ἐμοί τε καὶ σοὶ οὐδὲ οὕτως ὁ καθ᾽ ἡμᾶς ποτε ἤρεσε βίος, τοσαύτῃ δόξῃ καὶ τρυφῇ περ διαλάμπων, ὡς ἡ εὐτελῆς αὕτη καὶ ταλαίπωρος ζωὴ τούτους δὴ τοὺς ἀνοήτους τέρπει, καὶ ἡδύνει λεῖος αὐτοῖς καὶ προσηνὴς ὁ τραχὺς οὗτος καὶ ἀπευκταῖος βίος καταφαινόμενος. εὐκαίρου δὲ δραξάμενος ὁ πρωτοσύμβουλος ὥρας, ἔφη· Ἀλλὰ σοί γε, βασιλεῦ, πῶς ἡ τούτων φαίνεται βιοτή;

Πάντων, φησὶν ὁ βασιλεύς, ὧν πώποτε ἑώρακα ἀηδεστάτη καὶ δυστυχεστάτη, βδελυκτή τε καὶ ἀποτρόπαιος. τότε λέγει πρὸς αὐτὸν ὁ πρωτοσύμβουλος, Οὕτω, οὖν, εὖ ἴσθι, βασιλεῦ, καὶ πολλῷ χαλεπώτερος ὁ καθ᾽ ἡμᾶς λελόγισται βίος τοῖς ἐπόπταις καὶ μύσταις τῆς ἀϊδίου δόξης ἐκείνης καὶ τῶν πάντα νοῦν ὑπερβαινόντων ἀγαθῶν· αἵ τε χρυσῷ καταστίλβουσαι οἰκίαι καὶ τὰ λαμπρὰ ταῦτα ἐνδύματα, καὶ ἡ λοιπὴ τοῦ βίου τούτου τρυφή, σκυβάλων τε καὶ ἀμαυρῶν εἰσιν ἀηδέστερα τοῖς ὀφθαλμοῖς τῶν εἰδότων τὰ ἀνεκδιήγητα κάλλη τῶν ἐν οὐρανοῖς ἀχειροτεύκτων σκηνωματῶν, τῆς θεοϋφάντου τε στολῆς καὶ τῶν ἀφθάρτων διαδημάτων, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, ὁ πάντων Δημιουργὸς καὶ Κύριος. ὃν τρόπον γὰρ ἀνοηταίνειν ἡμῖν οὗτοι ἐλογίσθησαν, πολλῷ πλέον ἡμεῖς, οἱ τῷ κόσμῳ περιπλανώμενοι καὶ αὐταρεσκοῦντες ἐν τῇ ψευδομένῃ ταύτῃ δόξῃ καὶ ἀνοήτῳ τρυφῇ, θρήνων ἐσμὲν ἄξιοι καὶ δακρύων ἐν ὀφθαλμοῖς τῶν γευσαμένων τῆς γλυκύτητος τῶν ἀγαθῶν ἐκείνων.

Ὁ δὲ βασιλεὺς τούτων ἀκούσας, καὶ ἐννεὸς ὥσπερ γενόμενος, ἔφη· Τίνες οὖν ἐκεῖνοί εἰσιν οἱ κρείττονα τῆς καθ᾽ ἡμᾶς κεκτημένοι ζωήν; Πάντες, φησὶν ὁ πρωτοσύμβουλος, οἱ τὰ αἰώνια προτιμήσαντες τῶν προσκαίρων. αὖθις οὖν τοῦ βασιλέως μαθεῖν ζητοῦντος τίνα τὰ αἰώνια, φησὶν ὁ ἀνήρ· Βασιλεία ἀδιάδοχος, καὶ ζωὴ μὴ ὑποκειμένη θανάτῳ, καὶ πλοῦτος μηδέποτε ὑφορώμενος πενίαν, χαρά τε καὶ εὐφροσύνη πάσης ἀμέτοχος λύπης καὶ ἀχθηδόνος, καὶ εἰρήνη διηνεκὴς ἐλευθέρα πάσης ἔχθρας καὶ φιλονεικίας. τούτων οἱ καταξιωθέντες ἀπολαύειν μακάριοι, καὶ τοῦτο πολλάκις· ἄλυπον γὰρ καὶ ἄμοχθον ζήσουσιν εἰς αἰῶνας ζωήν, πάντων τῶν ἡδέων καὶ τερπνῶν τῆς τοῦ Θεοῦ βασιλείας ἀμογητὶ ἀπολαύοντες, καὶ τῷ Χριστῷ ἀτελεύτητα συμβασιλεύοντες. καί, Τίς ἄξιος τούτων ἐπιτυχεῖν; εἰπόντος τοῦ βασιλέως, ἐκεῖνος ἀπεκρίνατο· Πάντες οἱ τῆς ἐκεῖσε ἀπαγούσης ὁδοῦ δραξάμενοι· ἀκώλυτος γὰρ ἡ εἴσοδος τοῖς θελήσασι μόνον. ὁ δὲ βασιλεύς· Καὶ τίς, φησίν, ἡ ἐκεῖσε φέρουσα τρίβος; πρὸς ὃν ἔφη ὁ λαμπρὸς τὴν ψυχὴν ἐκεῖνος· Τὸ γινώσκειν τὸν μόνον ἀληθινὸν Θεόν, καὶ Ἰησοῦν Χριστὸν τὸν μονογενῆ αὐτοῦ Υἱὸν καὶ τὸ Ἅγιον καὶ ζωοποιὸν Πνεῦμα.

Ὁ τοίνυν βασιλεύς, τῆς ἁλουργίδος σύνεσιν ἔχων ἀξίαν, ἔφη πρὸς αὐτόν· Καὶ τί τὸ κωλῦσάν σε μέχρι τοῦ νῦν μὴ γνωρίσαι μοι περὶ τούτων; οὐκ ἀναβολῆς γὰρ καὶ ὑπερθέσεως ἄξιά μοι δοκεῖ ὑπάρχειν ταῦτα, εἴ γε ἀληθῆ τυγχάνει· εἰ δὲ ἀμφίβολά ἐστιν, ἐμπόνως δεῖ ζητῆσαι μέχρις ὅτου τὸ ἀναμφίλεκτον εὕροιμι. Οὐκ ἀμελείᾳ, φησὶν ὁ ἀνήρ, ἢ ῥᾳθυμίᾳ συνεχόμενος, περὶ τούτων ὤκνησά σοι γνωρίσαι, ἀληθῆ περ ὄντα καὶ πάντη ἀναμφίλεκτα, ἀλλὰ τὸ ὑπερέχον αἰδούμενος τῆς σῆς δόξης, μή ποτε ὀχληρότερός σοι φανείην· εἰ οὖν προστάσσεις τῷ σῷ οἰκέτῃ ὑπομιμνήσκειν σοι εἰς τὸ ἑξῆς περὶ τούτων τῷ σῷ ἔσομαι καθυπηρετῶν προστάγματι. Ναί, φησὶν ὁ βασιλεύς, μὴ καθ᾽ ἡμέραν μόνον, ἀλλὰ καὶ ἐφ᾽ ἑκάστης ὥρας τὴν τούτων μνήμην διηνεκῶς ἀνακαίνιζε· οὐκ ἀμελῶς γὰρ χρὴ τούτοις προσέχειν, ἀλλὰ καὶ λίαν θερμῶς καὶ σπουδαίως.

Ἀκηκόαμεν οὖν, φησὶν ὁ Βαρλαάμ, εὐσεβῶς τὸν βασιλέα τοῦτον ζῆσαι τὸ ἑξῆς, καὶ ἀκυμάντως τὸν παρόντα διανύσαντα βίον, τῆς μελλούσης μὴ ἀποτυχεῖν μακαριότητος. εἰ τοίνυν καὶ τῷ σῷ πατρὶ τοιαῦτά τις ἐν ἐπιτηδείῳ προσυπομνήσει καιρῷ, τάχα συνήσει καὶ γνώσεται ὅσοις συνεσχέθη κακοῖς, καὶ τούτων ἐκκλίνας ἐκλέξεται τὸ ἀγαθόν· ἐπεὶ τό γε νῦν ἔχον τυφλός ἐστι, μυωπάζων, τοῦ ἀληθινοῦ φωτὸς ἑαυτὸν ἀποστερήσας, αὐτομολῶν δὲ πρὸς τὸ τῆς ἀσεβείας σκότος.

Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Τὰ μὲν τοῦ ἐμοῦ πατρὸς ἄγοιτο Κύριος καθὼς κελεύει· αὐτῷ γάρ, καθὰ δὴ καὶ εἶπας, πάντα δυνατὰ καθέστηκε τὰ παρὰ ἀνθρώποις ἀδύνατα· ἐγὼ δέ, διὰ τῶν σῶν ἀνυπερβλήτων ῥημάτων, τῆς τῶν παρόντων καταγνοὺς ματαιότητος, ἀποστῆναι μὲν τούτων πάντη διανενόημαι, καὶ μετὰ σοῦ τὸ λοιπὸν τῆς ζωῆς μου διανύσαι, ἵνα μὴ διὰ τῶν προσκαίρων τούτων καὶ ῥευστῶν τῆς τῶν αἰωνίων καὶ ἀφθάρτων ἐκπέσω ἀπολαύσεως.

Πρὸς ὃν ὁ γέρων ἀπεκρίνατο· Εἰ τοῦτο ποιήσεις, ὅμοιος ἔσῃ νεανίσκῳ τινὶ φρονιμωτάτῳ, περὶ οὗ ἀκήκοα πλουσίων γεγονέναι καὶ ἐνδόξων γονέων· ᾧτινι ὁ πατὴρ μνηστευσάμενος τὴν θυγατέρα τινὸς τῶν εὐγενείᾳ καὶ πλούτῳ διαφερόντων λίαν ὡραιοτάτην, κοινολογησάμενος δὲ πρὸς τὸν παῖδα περὶ τοῦ γάμου, καὶ ὅπως ἦν αὐτῷ μελετώμενα ἀπαγγείλας, ἀκούσας ἐκεῖνος, καὶ ὡς ἀπηχές τι καὶ ἄτοπον ἀποσεισάμενος τὸ πρᾶγμα, φυγὰς ᾤχετο καταλιπὼν τὸν πατέρα. πορευόμενος δὲ ξενίζεται ἐν οἰκίᾳ γηραιοῦ τινος πένητος, τοῦ καύσωνος τῆς ἡμέρας ἑαυτὸν διαναπαύων.

Ἡ δὲ θυγάτηρ τοῦ πένητος, μονογενὴς οὖσα καὶ παρθένος, καθεζομένη πρὸ τῶν θυρῶν, εἰργάζετο μὲν ταῖς χερσί, τῷ δὲ στόματι ἀσιγήτως τὸν Θεὸν εὐλόγει εὐχαριστοῦσα αὐτῷ ἐκ βαθέων ψυχῆς· τῶν ταύτης δὲ ὕμνων ἀκούσας ὁ νέος ἔφη· Τί σου, γύναι, τὸ ἐπιτήδευμα; χάριν δὲ τίνος, οὕτω περ οὖσα εὐτελὴς καὶ πτωχή, ὡς ἐπί τισι μεγάλοις δωρήμασιν εὐχαριστεῖς, τὸν δοτῆρα ὑμνοῦσα; Ἡ δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· Οὐκ οἶσθα ὅτι, καθάπερ φάρμακον μικρὸν ἐκ μεγάλων νοσημάτων πολλάκις ῥύεται τὸν ἄνθρωπον, οὕτω δὴ καὶ τὸ ἐπὶ τοῖς μικροῖς εὐχαριστεῖν τῷ Θεῷ μεγάλων πρόξενον γίνεται; ἐγὼ τοίνυν, θυγάτηρ οὖσα γέροντος πτωχοῦ, εὐχαριστῶ ἐπὶ τοῖς μικροῖς τούτοις καὶ εὐλογῶ τὸν Θεόν, εἰδυῖα ὡς ὁ ταῦτα δοὺς καὶ μείζονα δύναται δοῦναι. καὶ ταῦτα μὲν περὶ τῶν ἔξωθεν καὶ οὐχ ἡμετέρων, ἐξ ὧν οὔτε τοῖς πολλὰ κεκτημένοις τι προσγίνεται κέρδος (ἵνα μὴ εἴπω ὅτι καὶ ζημία πολλάκις), οὔτε τοῖς ἐλάττονα λαβοῦσιν ἐπέρχεται βλάβη, τὴν αὐτὴν ἀμφοτέρων ὁδευόντων ὁδὸν καὶ πρὸς τὸ αὐτὸ ἐπειγομένων τέλος· ἐν δὲ τοῖς ἀναγκαιοτάτοις καὶ καιριωτάτοις πολλῶν ἀπήλαυσα καὶ μεγίστων τοῦ Δεσπότου μου δωρημάτων, οὐμενοῦν ἐχόντων ἀριθμὸν ἢ εἰκασμῷ ὑποπιπτόντων.

κατ᾽ εἰκόνα γὰρ Θεοῦ γεγένημαι καὶ τῆς αὐτοῦ γνώσεως ἠξίωμαι, καὶ λόγῳ παρὰ πάντα τὰ ζῷα κεκόσμημαι, καὶ ἐκ θανάτου πρὸς τὴν ζωὴν ἀνακέκλημαι διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, καὶ τῶν αὐτοῦ μετέχειν μυστηρίων ἐξουσίαν ἔλαβον, καὶ ἡ τοῦ παραδείσου θύρα ἀνέῳκται, ἀκώλυτον, εἴπερ θελήσω, παρέχουσά μοι τὴν εἴσοδον. τῶν τοσούτων οὖν καὶ τοιούτων δωρημάτων, ὧν ἐπίσης μετέχουσι πλούσιοί τε καὶ πένητες, ἀξίως εὐχαριστῆσαι πάντη μοι ἀδύνατον, εἰ δὲ καὶ τὴν μικρὰν ταύτην ὑμνολογίαν οὐ προσάξω τῷ δωρησαμένῳ, ποίαν ἕξω ἀπολογίαν;

Ὁ δὲ νεώτερος τὴν πολλὴν αὐτῆς ὑπερθαυμάσας σύνεσιν, τὸν αὐτῆς προσκαλεσάμενος πατέρα. Δός μοι, φησί, τὴν θυγατέρα σου· ἠγάπησα γὰρ τὴν σύνεσιν αὐτῆς καὶ εὐσέβειαν. ὁ δὲ γέρων ἔφη· Οὐκ ἔξεστί σοι ταύτην λαβεῖν τὴν πένητος θυγατέρα, πλουσίων ὄντι γονέων. αὖθις δὲ ὁ νέος, Ναί, φησί, ταύτην λήψομαι, εἴπερ οὐκ ἀπαγορεύεις· θυγάτηρ γάρ μοι μεμνήστευται εὐγενῶν καὶ πλουσίων, καὶ ταύτην ἀποσεισάμενος φυγῇ ἐχρησάμην· τῆς δὲ σῆς θυγατρὸς διὰ τὴν εἰς Θεὸν εὐσέβειαν καὶ τὴν νουνεχῆ σύνεσιν ἐρασθείς, συναφθῆναι αὐτῇ προτεθύμημαι. ὁ δὲ γέρων πρὸς αὐτὸν ἔφησεν· Οὐ δύναμαί σοι ταύτην δοῦναι τοῦ ἀπαγαγεῖν ἐν τῷ οἴκῳ τοῦ πατρός σου καὶ τῶν ἐμῶν χωρίσαι ἀγκαλῶν· μονογενὴς γάρ μοί ἐστιν. Ἀλλ᾽ ἐγώ, φησὶν ὁ νεανίσκος, παρ᾽ ὑμῖν μενῶ, καὶ τὴν ὑμῶν ἀναδέξομαι πολιτείαν. εἶτα καὶ τὴν λαμπρὰν ἀποθέμενος ἐσθῆτα, τὰ τοῦ γέροντος αἰτησάμενος περιεβάλλετο. πολλὰ δὲ ἐκεῖνος ἐκπειράσας αὐτὸν καὶ ποικίλως τὸν αὐτοῦ δοκιμάσας λογισμόν, ὡς ἔγνω σταθερᾶς ὑπάρχειν αὐτὸν διανοίας καὶ ὡς οὐκ ἔρωτι ἀφροσύνης κατεχόμενος αἰτεῖται τὴν αὐτοῦ θυγατέρα, ἀλλ᾽ ἔρωτι εὐσεβείας εἵλετο πενιχρῶς ζῆν, ταύτην προκρίνας τῆς αὐτοῦ δόξης καὶ εὐγενείας, κρατήσας αὐτὸν τῆς χειρός, εἰσήγαγεν εἰς τὸ ἑαυτοῦ ταμιεῖον, καὶ ὑπέδειξε πλοῦτον πολὺν ἀποκείμενον αὐτῷ καὶ χρημάτων ἀναρίθμητον ὄγκον, ὅσον οὐ τεθέατο πώποτε ὁ νεανίσκος.

καί φησι πρὸς αὐτόν· Τέκνον, ταῦτα πάντα σοι δίδωμι, ἀνθ᾽ ὧν ᾑρετίσω τῆς ἐμῆς θυγατρὸς ἀνὴρ γενέσθαι, γενέσθαι δὲ καὶ κληρονόμος τῆς ἐμῆς οὐσίας. ἥνπερ κληρονομίαν κατασχὼν ἐκεῖνος πάντας ὑπερῆρε τοὺς ἐνδόξους τῆς γῆς καὶ πλουσίους.

XVII Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς τὸν Βαρλαάμ· Προσηκόντως καὶ αὕτη τὰ κατ᾽ ἐμὲ παρίστησιν ἡ διήγησις· ὅθεν σοι καὶ περὶ ἐμοῦ ταῦτα λελέχθαι δοκῶ. ἀλλὰ τίς ἡ πεῖρα δι᾽ ἧς γνῶναι ζητεῖς τὸ σταθερὸν τῆς ἐμῆς διανοίας;

Καὶ ὁ γέρων ἔφη· Ἐγὼ μὲν καὶ πεπείρακα ἤδη καὶ ἔγνωκα ὁποίας ὑπάρχεις ἐχέφρονος καὶ σταθερᾶς διανοίας καὶ ψυχῆς τῷ ὄντι εὐθυτάτης. ἀλλὰ τὸ τέλος τῆς κατὰ σὲ πράξεως βεβαιώσει ταῦτα. τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν ἐν Τριάδι δοξαζόμενον Θεὸν ἡμῶν, τὸν πάντων δημιουργὸν ὁρατῶν τε καὶ ἀοράτων, τὸν ὄντως ὄντα καὶ ἀεὶ ὄντα, μήτε ἀρχὴν ἐσχηκότα πώποτε τῆς ἐνδόξου ὑπάρξεως αὐτοῦ, μήτ᾽ ἔχοντα τέλος, τὸν φοβερὸν καὶ παντοδύναμον, ἀγαθόν τε καὶ εὔσπλαγχνον, ἵνα φωτίσῃ τοὺς ὀφθαλμοὺς τῆς καρδίας σου, καὶ δῴη σοι πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, εἰς τὸ εἰδέναι σε τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας, ἵνα μηκέτι ξένος ἔσῃ καὶ πάροικος, ἀλλὰ συμπολίτης τῶν ἁγίων καὶ οἰκεῖος Θεοῦ, ἐπῳκοδομημένος ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ.

Ὁ δὲ Ἰωάσαφ, σφόδρα κατανυγεὶς τὴν καρδίαν, ἔφη· Ταῦτα δὴ πάντα κἀγὼ ποθῶν γνῶναι δέομαί σου· γνώρισόν μοι τόν τε πλοῦτον τῆς δόξης τοῦ Θεοῦ καὶ τὸ ὑπερβάλλον τῆς αὐτοῦ δυνάμεως. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Βαρλαάμ· Τῷ Θεῷ εὔχομαι διδάξαι σε ταῦτα, καὶ τὴν γνῶσιν τῶν τοιούτων ἐνθεῖναί σου τῇ ψυχῇ· ἐπεὶ παρὰ ἀνθρώποις τὴν αὐτοῦ λεχθῆναι δόξαν καὶ δύναμιν τὸ παράπαν ἀδύνατον, κἂν πᾶσαι αἱ τῶν νυνὶ καὶ τῶν πώποτε γενομένων ἀνθρώπων γλῶσσαι ἓν γένωνται. Θεὸν γάρ, φησὶν ὁ εὐαγγελιστὴς καὶ θεολόγος, οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο. τοῦ δὲ ἀοράτου καὶ ὑπεραπείρου τὴν δόξαν καὶ τὴν μεγαλωσύνην τίς ἰσχύσει γηγενῶν καταλαβέσθαι, εἰ μὴ ᾧ ἂν αὐτὸς ἀποκαλύψῃ καθ᾽ ὅσον βούλεται, ὥσπερ τοῖς προφήταις αὐτοῦ καὶ ἀποστόλοις ἀπεκάλυψεν; ἡμεῖς δὲ ἐκ τοῦ κηρύγματος αὐτῶν καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως, κατὰ τὸ ἐγχωροῦν ἡμῖν μανθάνομεν. λέγει γὰρ ἡ Γραφή· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· καί, Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης.

Καθάπερ γάρ τις, οἰκίαν ἰδὼν λαμπρῶς καὶ ἐντέχνως κατεσκευασμένην ἢ σκεῦος εὐφυῶς συνηρμοσμένον, τὸν οἰκοδόμον ἢ τέκτονα εὐθὺς ἂν ἐννοήσας θαυμάσειεν, οὕτω κἀγώ, ἐκ μὴ ὄντων διαπλασθεὶς καὶ εἰς τὸ ὂν παραχθείς, εἰ καὶ τὸν πλάστην καὶ παροχέα θεάσασθαι οὐ δεδύνημαι, ἀλλ᾽ ἐκ τῆς εὐαρμόστου καὶ θαυμασιωτάτης μου κατασκευῆς εἰς γνῶσιν ἦλθον τῆς αὐτοῦ σοφίας, οὐ καθ᾽ ὅ τί ἐστιν, ἀλλὰ καθὰ δεδύνημαι νοεῖν, ὅτι οὐκ αὐτομάτως παρήχθην, οὐδὲ ἀφ᾽ ἑαυτοῦ γεγένημαι, ἀλλ᾽ αὐτὸς ἔπλασέ με καθὼς ἠβουλήθη, πάντων μὲν προκατάρχειν τάξας τῶν κτισμάτων, τινῶν δὲ καὶ ἐλαττώσας, καὶ συντριβέντα πάλιν κρείττονι ἀνακαινίσει ἀναπλάσας, εἶτα καὶ ὑπεξάγων τῶν ἐντεῦθεν τῷ θείῳ αὐτοῦ προστάγματι καὶ πρὸς ἑτέραν μετατιθεὶς βιοτὴν ἀτελεύτητον καὶ αἰώνιον, ἐν οὐδενὶ τούτων δυναμένου μου ἀνθίστασθαι τῇ ἰσχύϊ τῆς αὐτοῦ προνοίας, μήτε τι προστιθέναι ἐμαυτῷ μήτε ὑφαιρεῖν, εἴτε καθ᾽ ἡλικίαν εἴτε κατὰ τὸ τῆς μορφῆς εἶδος, μήτε τὰ πεπαλαιωμένα μοι ἀνακαινίζειν ἐξισχῦσαι, μήτε τὰ διεφθαρμένα ἐπανορθοῦν. οὐδεὶς γὰρ τῶν ἀνθρώπων τούτων τι ἴσχυσέ ποτε κατεργάσασθαι, οὔτε βασιλεύς, οὔτε σοφός, οὔτε πλούσιος, οὔτε δυνάστης, οὔτε τις ἄλλος ἀνθρώπινα μετερχόμενος ἐπιτηδεύματα· Οὐδεὶς γάρ, φησί, βασιλέων ἢ τῶν ἐν ὑπεροχαῖς ὄντων ἑτέραν ἔσχε γενέσεως ἀρχήν, μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον, ἔξοδός τε ἴση.

Ἐκ τούτων οὖν τῶν περὶ ἐμὲ εἰς γνῶσιν τῆς τοῦ Δημιουργοῦ μεγαλουργίας χειραγωγοῦμαι· σὺν τούτοις δὲ καὶ τὴν εὐάρμοστον κατασκευὴν καὶ συντήρησιν τῆς κτίσεως ἁπάσης ἐννοῶν, ὅτι αὐτὰ μὲν καθ᾽ ἑαυτὰ τροπῇ ὑπόκεινται πάντα καὶ ἀλλοιώσει, τὰ μὲν νοητὰ κατὰ προαίρεσιν, τήν τε ἐν τῷ καλῷ προκοπὴν καὶ τὴν ἐκ τοῦ καλοῦ ἀποφοίτησιν, τὰ δὲ αἰσθητὰ κατὰ γένεσιν καὶ φθοράν, αὔξησίν τε καὶ μείωσιν, καὶ τὴν κατὰ ποιότητα μεταβολὴν καὶ τοπικὴν κίνησιν, καὶ ἐκ τούτων κηρύττουσι φωναῖς ἀλαλήτοις ὑπὸ τοῦ ἀκτίστου καὶ ἀτρέπτου καὶ ἀναλλοιώτου γεγενῆσθαι Θεοῦ, συνέχεσθαί τε, καὶ συντηρεῖσθαι, καὶ ἀεὶ προνοεῖσθαι. πῶς γὰρ ἂν αἱ ἐναντίαι φύσεις εἰς ἑνὸς κόσμου συμπλήρωσιν ἀλλήλαις συνεληλύθεισαν καὶ ἀδιάλυτοι μεμενήκεισαν, εἰ μή τις παντοδύναμος δύναμις ταῦτα συνεβίβασε καὶ ἀεὶ συνετήρει ἀδιάλυτα; Πῶς γὰρ ἔμεινεν ἄν τι, εἰ μὴ αὐτὸς ἠθέλησεν; ἢ τὸ μὴ κληθὲν ὑπ᾽ αὐτοῦ πῶς ἂν διετηρήθη; φησὶν ἡ Γραφή.

Εἰ γὰρ πλοῖον ἀκυβέρνητον οὐ συνίσταται, ἀλλ᾽ εὐκόλως καταποντίζεται, καὶ οἰκία μικρὰ οὐκ ἂν στῇ χωρὶς τοῦ προνοοῦντος, πῶς ἂν ὁ κόσμος ἐπὶ τοσούτων χρόνων συνέστη, δημιούργημα οὕτω μὲν μέγα, οὕτω δὲ καλὸν καὶ θαυμαστόν, ἄνευ ἐνδόξου τινὸς καὶ μεγάλης καὶ θαυμαστῆς διακυβερνήσεως καὶ πανσόφου προνοίας; ἰδοὺ γὰρ ὁ οὐρανὸς πόσον ἔχει χρόνον, καὶ οὐκ ἠμαυρώθη· τῆς γῆς ἡ δύναμις οὐκ ἠτόνησε, τοσοῦτον τίκτουσα χρόνον· αἱ πηγαὶ οὐκ ἐπέλιπον ἀναβλύζειν ἐξ οὗ γεγόνασιν· ἡ θάλασσα, τοσούτους δεχομένη ποταμούς, οὐχ ὑπερέβη τὸ μέτρον· οἱ δρόμοι τοῦ ἡλίου καὶ τῆς σελήνης οὐκ ἠλλοίωνται· αἱ τάξεις τῆς ἡμέρας καὶ τῆς νυκτὸς οὐ μετετράπησαν. ἐκ τούτων πάντων ἡ ἄφατος τοῦ Θεοῦ δύναμις καὶ μεγαλοπρέπεια ἡμῖν ἐμφανίζεται, μαρτυρουμένη ὑπὸ προφητῶν καὶ ἀποστόλων· ἀλλ᾽ οὐδεὶς κατ᾽ ἀξίαν νοῆσαι ἢ εὐφημῆσαι τὴν δόξαν αὐτοῦ δυνήσεται. πάντα γὰρ τά τε νοητὰ καὶ ὅσα ὑπὸ τὴν αἴσθησιν ὁ θεῖος Ἀπόστολος, ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, κατανοήσας εἶπεν· Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. διὸ καί, ἐκπληττόμενος τὸν ὑπεράπειρον πλοῦτον τῆς σοφίας αὐτοῦ καὶ γνώσεως, διαρρήδην ἔφησεν· Ὦ βάθους πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.

Εἰ δὲ ἐκεῖνος, ὁ μέχρι τρίτου φθάσας οὐρανοῦ καὶ ἀρρήτων ἀκούσας ῥημάτων, τοιαύτας ἀφῆκε φωνάς, τίς τῶν κατ᾽ ἐμὲ ὅλως ἀντοφθαλμῆσαι ταῖς ἀβύσσοις τῶν τοσούτων ἰσχύσειε μυστηρίων, καὶ εἰπεῖν τι κατὰ γνώμην, ἢ ἐνθυμηθῆναι ἀξίως τῶν λεγομένων δυνήσεται, εἰ μή τι αὐτὸς ὁ τῆς σοφίας χορηγός, ὁ τῶν ἀσόφων διορθωτὴς παράσχοι. ἐν γὰρ τῇ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν, πᾶσά τε φρόνησις καὶ σύνεσις παρ᾽ αὐτῷ καὶ συνέσεως ἐπιστήμη· καὶ αὐτὸς ἡμῖν δέδωκε τὴν τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχήν τε καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν διαλλαγὰς καὶ μεταβολὰς καιρῶν, καὶ ὅτι πάντα μέτρῳ καὶ σταθμῷ διέταξε. τὸ γὰρ μεγάλως ἰσχύειν αὐτῷ πάρεστι πάντοτε, καὶ κράτει βραχίονος αὐτοῦ τίς ἀντιστήσεται; ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον αὐτοῦ, καὶ ὡς ῥανὶς δρόσου ὀρθρινῆς κατελθοῦσα ἐπὶ γῆς· ἐλεεῖ δὲ πάντας, ὅτι πάντα δύναται, καὶ παρορᾷ ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν· οὐδὲν γὰρ βδελύσσεται, οὐδὲ ἀποστρέφεται τῶν προστρεχόντων αὐτῷ, ὁ μόνος ἀγαθὸς καὶ φιλόψυχος δεσπότης· εὐλογημένον εἴη τὸ ὄνομα τῆς δόξης αὐτοῦ τὸ ἅγιον καὶ ὑπερύμνητον καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας. Ἀμήν.

XVIII Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰωάσαφ· Εἰ πάνυ πολὺν χρόνον ἐσκόπησας, σοφώτατε, πῶς ἂν ἄριστα τὴν λύσιν τῶν προβληθέντων ζητημάτων ἡμῖν σαφηνίσαις, οὐκ ἂν ἄμεινον τοῦτό μοι ποιῆσαι ἐδόκεις, ἢ τοιαῦτά μοι λέγων ὁποῖά μοι νῦν ἐξεῖπας, δημιουργὸν μὲν πάντων καὶ συνοχέα τὸν Θεὸν διδάξας, ἀκατάληπτον δὲ λογισμοῖς ἀνθρωπίνοις τὴν δόξαν τῆς μεγαλωσύνης αὐτοῦ λόγοις ἀναντιρρήτοις ἀποδείξας, καὶ ὅτι οὐκ ἄλλος τις ἰσχύει ταύτης ἐφικέσθαι, ἀλλ᾽ οἷς ἂν αὐτός, καθ᾽ ὅσον κελεύει, ἀποκαλύψειε. διό σου τὴν λογιωτάτην ὑπερτεθαύμακα σοφίαν.

Ἀλλά μοι φράσον, μακαριώτατε, πόσων μὲν χρόνων αὐτὸς ὑπάρχεις, ἐν ποίοις δὲ τόποις τὰς διατριβὰς κέκτησαι, τίνας δὲ τοὺς συμφιλοσοφοῦντάς σοι ἔχεις. κραταιῶς γάρ μου ἡ ψυχὴ τῆς σῆς ἐξήρτηται, καὶ οὐδαμῶς σου τὸν πάντα μου χρόνον τῆς ζωῆς χωρισθῆναι θέλω.

Ὁ δὲ γέρων ἔφη· Χρόνων μὲν εἰμί, ὡς εἰκάζω, τεσσαρακονταπέντε· ἐν ἐρήμοις δὲ τῆς γῆς Σεναὰρ διάγων συναγωνιστὰς κέκτημαι τοὺς πρὸς τὸν δρόμον τῆς ἄνω πορείας συμπονοῦντας καὶ συναμιλλωμένους. Πῶς, φησὶν ὁ Ἰωάσαφ, ταῦτά μοι λέγεις; ἐπέκεινα γάρ μοι φαίνῃ τῶν ἑβδομήκοντά που ἐνιαυτῶν. τίς οὖν ὁ λόγος σοι τῶν τεσσαρακονταπέντε βούλεται χρόνων; οὐ δοκεῖς γάρ μοι ἐν τούτῳ ἀληθεύειν.

Εἶπε δὲ Βαρλαὰμ πρὸς αὐτόν· Εἰ μὲν τοὺς ἀπὸ γενέσεως χρόνους μου μαθεῖν ζητεῖς, καλῶς τούτους ἀπείκασας ἐπέκεινα τῶν ἑβδομήκοντά που ὑπάρχειν· ἀλλ᾽ ἔμοιγε οὐδόλως εἰς μέτρον ζωῆς ἐλογίσθησαν ὅσοι τῇ ματαιότητι τοῦ κόσμου δεδαπάνηντο. ὅτε γὰρ ἔζων τῷ σαρκίῳ δεδουλωμένος ταῖς ἁμαρτίαις, νεκρὸς ἤμην τὸν ἔσω ἄνθρωπον. τοὺς οὖν τῆς νεκρώσεως χρόνους οὐκ ἄν ποτε ζωῆς ὀνομάσαιμι. ἐξ ὅτου δὲ ὁ κόσμος ἐμοὶ ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ, καί, ἀποθέμενος τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, οὐκ ἔτι ζῶ τῇ σαρκί, ἀλλὰ ζῇ ἐν ἐμοὶ ὁ Χριστός, ὃ δὲ ζῶ τῇ πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ, τούτους εἰκότως καὶ ζωῆς χρόνους καὶ ἡμέρας σωτηρίας καλέσαιμι, οὓς περὶ τὰ τεσσαρακονταπέντε συναριθμῶν ἔτη, κατὰ λόγον σοι καὶ οὐκ ἀπὸ σκοποῦ τὴν τούτων ἐξεῖπον ἀρίθμησιν. καὶ σὺ τοίνυν τοῦ τοιούτου ἔχου λογισμοῦ ἑκάστοτε, μηδόλως ζῆν ὑπολαμβάνων τοὺς νενεκρωμένους μὲν πρὸς πᾶσαν ἀγαθοεργίαν, ζῶντας δὲ ταῖς ἁμαρτίαις καὶ τῷ κοσμοκράτορι καθυπουργοῦντας τῶν κάτω συρομένων, ἐν ἡδοναῖς τε καὶ ἐπιθυμίαις πονηραῖς τὸν βίον δαπανῶντας· ἀλλὰ τεθανατωμένους τούτους εὖ ἴσθι τυγχάνειν καὶ νενεκρωμένους τῇ τῆς ζωῆς ἐνεργείᾳ.

τὴν γὰρ ἁμαρτίαν θάνατον τῆς ἀθανάτου ψυχῆς σοφός τις ἐκάλεσεν εἰκότως· φησὶ δὲ καὶ ὁ Ἀπόστολος· Ὅτε δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ· τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ᾽ οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος. νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος.

Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Ἐπείπερ ἡ ἐν σαρκὶ ζωὴ οὐκ ἐν μέτρῳ ζωῆς σοι λελόγισται, οὐδὲ τὸν θάνατον τοῦτον, ὃν ὑφίστανται πάντες, θάνατόν σοι λογίζεσθαι χρή. Ὁ δὲ γέρων ἀπεκρίνατο· Ἀναμφιλέκτως καὶ περὶ τούτων οὕτως ἔχω, μηδόλως τὸν πρόσκαιρον τουτονὶ θάνατον τρέμων, μήτε θάνατον αὐτὸν τοπαράπαν ἀποκαλῶν, εἴ γε τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ Θεοῦ βαδίζοντά με καταλάβῃ, διαβατήριον δὲ μᾶλλον ἐκ θανάτου πρὸς ζωὴν τὴν κρείττονα καὶ τελειοτέραν καὶ ἐν Χριστῷ κρυπτομένην, ἧσπερ ποθοῦντες τυχεῖν οἱ ἅγιοι πάνυ τῇ παρούσῃ ἐδυσχέραινον. διό φησιν ὁ Ἀπόστολος· Οἴδαμεν ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον, αἰώνιον, ἐν τοῖς οὐρανοῖς· καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα· καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, ἐφ᾽ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾽ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. καὶ πάλιν· Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; καὶ αὖθις· Ἐπιθυμῶ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. ὁ δὲ Προφήτης, Πότε ἥξω, φησί, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ;

ὅτι δὲ καὶ ἐμοὶ τῷ πάντων ἐλαχιστοτέρῳ οὐδόλως τὸν αἰσθητὸν θάνατον δεδοικέναι δοκεῖ, ἔξεστί σοι γνῶναι τῷ παρ᾽ οὐδὲν θέμενόν με τὴν τοῦ σοῦ πατρὸς ἀπειλὴν ἀδεῶς παραγενέσθαι πρὸς σὲ καὶ τὸν σωτήριόν σοι καταγγεῖλαι λόγον, ἀκριβῶς περ εἰδότα ὡς, εἰ ἔλθοι αὐτῷ εἰς γνῶσιν ταῦτα, μυρίοις με, εἰ δυνατόν, καθυποβαλεῖ θανάτοις. ἀλλ᾽ ἔγωγε, τὸν τοῦ Θεοῦ λόγον πάντων προκρίνων καὶ αὐτοῦ ποθῶν ἐπιτυχεῖν, οὔτε πτοοῦμαι τὸν πρόσκαιρον θάνατον, οὔτε τῆς τοιαύτης αὐτὸν προσηγορίας ἄξιον ὅλως ἀποκαλῶ, τῇ Δεσποτικῇ πειθόμενος ἐντολῇ, τῇ λεγούσῃ· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.

Ταῦτα μὲν οὖν, φησὶν ὁ Ἰωάσαφ, τῆς ἀληθινῆς ὑμῶν φιλοσοφίας τὰ κατορθώματα, ὑπεραναβεβηκότα λίαν τὴν τῶν γηΐνων φύσιν τῶν δυσαποσπάστως τῆς παρούσης ἐχόντων ζωῆς· καὶ μακάριοι ὑμεῖς τοιαύτης ἐχόμενοι ἀνδρειοτάτης γνώμης. τίς δέ σου καὶ τῶν σὺν σοὶ ἐν τῇ τοιαύτῃ ἐρήμῳ ἡ διατροφή, πόθεν δὲ τὰ ἐνδύματα καὶ ποταπά, γνώρισόν μοι φιλαλήθως.

Ὁ δὲ Βαρλαὰμ φησίν. Ἡ μὲν διατροφὴ ἐκ τῶν εὑρισκομένων ἐστὶν ἀκροδρύων καὶ βοτανῶν ὧν ἡ ἔρημος τρέφει, δρόσῳ ποτιζομένη οὐρανίῳ καὶ τῇ προστάξει τοῦ Δημιουργοῦ εἴκουσα, ἐφ᾽ οἷς οὐδείς ἐστιν ὁ μαχόμενος ἡμῖν καὶ φιλονεικῶν καὶ τὸ πλέον ζητῶν ἁρπάζειν τῷ τῆς πλεονεξίας ὅρῳ τε καὶ λόγῳ· ἀλλ᾽ ἀφθόνως πᾶσι πρόκειται ἀνήροτος τροφὴ καὶ αὐτοσχέδιος τράπεζα. εἰ δέ ποτε καὶ τῶν πλησιαζόντων τις πιστῶν ἀδελφῶν ἄρτου ἐνέγκοι εὐλογίαν, ὡς παρὰ τῆς προνοίας πεμφθέντα δεχόμεθα τοῦτον ἐπ᾽ εὐλογίᾳ τῶν πιστῶς προσενεγκόντων. τὰ δὲ ἐνδύματα ἀπὸ ῥακίων εἰσὶ τριχίνων καὶ μηλωταρίων ἢ σεβεννίνων, πεπαλαιωμένα πάντα καὶ πολύρραφα, πάνυ κατατρύχοντα τὸ ἀσθενὲς τοῦτο σαρκίον. τὸ αὐτὸ γὰρ ἡμῖν ἐστι περιβόλαιον θέρους τε καὶ χειμῶνος, ὅπερ οὐδόλως, ἐξ ὅτου ἐνδυσόμεθα, ἐκδύσασθαι θέμις, μέχρις ἂν παλαιωθὲν τέλεον διαφθαρῇ. οὕτω γὰρ ταῖς τοῦ κρύους καὶ φλογώσεως ἀνάγκαις ταλαιπωρούμενοι τὴν τῶν μελλόντων τῆς ἀφθαρσίας ἐνδυμάτων ποριζόμεθα ἑαυτοῖς ἀμφίασιν.

Τοῦ δὲ Ἰωάσαφ εἰπόντος· Πόθεν δέ σου τοῦτο τὸ ἱμάτιον ὃ περιβέβλησαι; ὁ γέρων ἔφη· Ἐν χρήσει τοῦτο παρά τινος τῶν πιστῶν ἀδελφῶν εἴληφα, τὴν πρός σε μέλλων πορείαν ποιήσασθαι· οὐ γὰρ ἔδει με τῷ συνήθει ἐνδύματι παραγενέσθαι. καθάπερ τις ἔχων προσφιλέστατον συγγενῆ αἰχμάλωτον ἐν ἀλλοδαπεῖ ἀπαχθέντα ἔθνει, καὶ τοῦτον βουλόμενος ἐκεῖθεν ἐξαγαγεῖν, ἀποθέμενος αὐτοῦ τὴν ἐσθῆτα καὶ τὸ τῶν ὑπεναντίων ὑποδὺς προσωπεῖον τὴν ἐκείνων καταλάβοι χώραν, καὶ πολυτρόπως τὸν οἰκεῖον τῆς πικρᾶς ἐλευθερώσειε τυραννίδος· τὸν αὐτὸν δὴ τρόπον κἀγὼ τὰ κατά σε μυηθείς, τοῦτο περιθέμενος τὸ σχῆμα, ἦλθον τὸν σπόρον τοῦ θείου κηρύγματος τῇ σῇ καταβαλεῖν καρδίᾳ, καὶ τῆς δουλείας λυτρώσασθαι τοῦ δεινοῦ κοσμοκράτορος. καὶ νῦν ἰδοὺ τῇ τοῦ Θεοῦ δυνάμει, ὅσον τὸ ἐπ᾽ ἐμοί, τὴν διακονίαν μου πεποίηκα, τὴν αὐτοῦ καταγγείλας σοι γνῶσιν καὶ τὸ τῶν προφητῶν καὶ ἀποστόλων γνωρίσας κήρυγμα, διδάξας τε ἀπλανῶς καὶ φιλαλήθως τὴν τῶν παρόντων ματαιότητα καὶ οἵων κακῶν ὁ κόσμος γέμει, χαλεπῶς ἀπατῶν τοὺς αὐτῷ πειθομένους καὶ πολυτρόπως αὐτοὺς παγιδεύων. λοιπὸν πορευθῆναί με δεῖ ὅθεν ἐλήλυθα. καὶ τηνικαῦτα, τὸ ἀλλότριον ἀποθέμενος σχῆμα, τὸ ἴδιον ἔσομαι ἐνδεδυμένος.

Δυσωπεῖ τοίνυν τὸν γέροντα ὁ Ἰωάσαφ ὀφθῆναι αὐτῷ τῷ συνήθει αὐτοῦ ἐνδύματι. τότε ὁ Βαρλαὰμ ἀπεκδυσάμενος ὃ ἦν περιβεβλημένος ἱμάτιον, θέαμα ὤφθη φοβερὸν τῷ Ἰωάσαφ. ἦν γὰρ ἡ πᾶσα μὲν τῆς σαρκὸς ποιότης δεδαπανημένη, μεμελανωμένον δὲ τὸ δέρμα ἐκ τῆς ἡλιακῆς φλογώσεως καὶ περιτεταμένον τοῖς ὀστέοις, ὡς εἴ τις δοράν τινα περιτείνει ἐν λεπτοῖς καλάμοις· τρίχινον δέ τι ῥάκος ἐρρικνωμένον καὶ λίαν τραχὺ περιεζώννυτο ἐξ ὀσφύος μέχρι γονάτων· ὅμοιον δὲ τούτου παλλίον περιεβέβλητο κατὰ τῶν ὤμων.

Ὑπερθαυμάσας δὲ ὁ Ἰωάσαφ τῆς σκληρᾶς ταύτης διαγωγῆς τὸ ἐπίπονον, καὶ τὸ τῆς καρτερίας ὑπερβάλλον ἐκπλαγείς, σφοδρῶς ἐδάκρυε, καί φησι πρὸς τὸν γέροντα· Ἐπεί με τῆς πικρᾶς τοῦ διαβόλου δουλείας ἐλευθερῶσαι ἥκεις, τέλος σου τῇ εὐεργεσίᾳ ἐπιθεὶς Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, καί, παραλαβών με μετὰ σοῦ, ἄγωμεν ἐντεῦθεν, ἵνα τέλεον λελυτρωμένος τῆς τοῦ κόσμου ἀπάτης τὴν σφραγῖδα τηνικαῦτα δέξωμαι τοῦ σωτηρίου βαπτίσματος, καὶ κοινωνός σοι τῆς θαυμαστῆς ταύτης φιλοσοφίας καὶ ὑπερφυοῦς ἀσκήσεως γένωμαι.

Εἶπε δὲ Βαρλαὰμ πρὸς αὐτόν· Νεβρὸν δορκάδος ἔτρεφέ τις τῶν πλουσίων. αὐξηθεῖσα δὲ αὕτη τὰς ἐρήμους ἐπόθει, τῇ φυσικῇ ἑλκομένη ἕξει. ἐξελθοῦσα τοίνυν ἐν μιᾷ, εὑρίσκει ἀγέλην δορκάδων βοσκομένων καὶ ἐχομένη τούτων περιῆγεν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ, ὑποστρέφουσα μὲν τὸ πρὸς ἑσπέραν, ἅμα δὲ πρωΐ, τῇ τῶν ὑπουργούντων ἀμελείᾳ, ἐξερχομένη καὶ τοῖς ἀγρίοις συναγελάζουσα. ἐκείνων δὲ πορρωτέρω μεταθεμένων νέμεσθαι, συνηκολούθησε καὶ αὐτή. οἱ δὲ τοῦ πλουσίου ὑπηρέται, τοῦτο αἰσθόμενοι, ἐφ᾽ ἵππων ἀναβάντες, κατεδίωξαν ὀπίσω αὐτῶν, καὶ τὴν μὲν ἰδίαν δορκάδα ζωγρήσαντες, καὶ ἐπαναστρέψαντες οἴκαδε, ἀπρόϊτον τοῦ λοιποῦ ἔθεντο· τῆς δὲ λοιπῆς ἀγέλης τὰς μὲν ἀπέκτειναν, τὰς δὲ κακῶς διέθεντο. τὸν αὐτὸν δὴ τρόπον δέδοικα γενέσθαι καὶ ἐφ᾽ ἡμᾶς, εἰ συνακολουθήσεις μοι· μήποτε καὶ τῆς σῆς ἀποστερηθῶ συνοικήσεως, καὶ κακῶν πολλῶν τοῖς ἑταίροις μου γένωμαι πρόξενος κρίματός τε αἰωνίου τῷ σῷ γεννήτορι. ἀλλὰ τοῦτό σε βούλεται ὁ Κύριος, νῦν μὲν σημειωθῆναι τῇ σφραγῖδι τοῦ θείου βαπτίσματος, καὶ μένειν ἐπὶ χώρας, πάσης ἀντεχόμενον εὐσεβείας καὶ τῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ ἐργασίας. ἐπὰν δὲ δῴη καιρὸν ὁ πάντων δοτὴρ τῶν καλῶν, τηνικαῦτα καὶ ἐλεύσῃ πρὸς ἡμᾶς, καὶ τὸ ὑπόλοιπον τῆς παρούσης ζωῆς ἀλλήλοις συνοικήσαιμεν. πέποιθα δὲ τῷ Κυρίῳ καὶ ἐν τῇ μελλούσῃ διαγωγῇ ἀδιαστάτους ἡμᾶς εἶναι.

Αὖθις δὲ ὁ Ἰωάσαφ δακρύων φησὶ πρὸς αὐτόν· Εἰ τῷ Κυρίῳ ταῦτα δοκεῖ, τὸ θέλημα αὐτοῦ γενέσθω. τελειώσας οὖν με λοιπὸν τῷ θείῳ βαπτίσματι, καὶ λαβὼν παρ᾽ ἐμοῦ χρήματα καὶ ἱμάτια εἰς διατροφὴν καὶ ἀμφίασιν σοῦ τε καὶ τῶν ἑταίρων σου, ἄπελθε εἰς τὸν τόπον τῆς ἀσκήσεώς σου, τῇ τοῦ Θεοῦ εἰρήνῃ φρουρούμενος. κἀμοῦ μὴ διαλίπῃς ὑπερευχόμενος, ἵνα μὴ ἐκπέσοιμι τῆς ἐλπίδος μου, ἀλλὰ θᾶττον ἰσχύσω καταλαβεῖν σε καὶ ἐν ἡσυχίᾳ βαθείᾳ τῆς παρὰ σοῦ ἀπολαύειν ὠφελείας.

Ὁ δὲ Βαρλαὰμ ἔφη· Τὴν μὲν τοῦ Χριστοῦ σε λαβεῖν σφραγῖδα τὸ κωλῦον οὐδέν. εὐτρέπισον λοιπὸν σεαυτόν· καί, τοῦ Κυρίου συνεργοῦντος, τελειωθήσῃ. περὶ ὧν δὲ εἶπας χρημάτων τοῖς ἑταίροις μου παρασχεῖν, πῶς ἔσται τοῦτο, σὲ τὸν πένητα τοῖς πλουσίοις ἐλεημοσύνην διδόναι; οἱ πλούσιοι γὰρ ἀεὶ τοὺς πένητας εὐεργετοῦσιν, οὐ μὴν δὲ οἱ ἄποροι τοὺς εὐπόρους. ὁ γὰρ ἔσχατος πάντων τῶν ἑταίρων μου πλουσιώτερός σου ἀσυγκρίτως καθέστηκεν. ἀλλὰ πέποιθα εἰς τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καί σε ὅσον οὔπω ὑπερπλουτῆσαι· καὶ οὐκ εὐμετάδοτος τηνικαῦτα ἔσῃ.

Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Σαφήνισόν μοι τὸν λόγον, πῶς ὁ πάντων ἔσχατος τῶν σῶν ἑταίρων ὑπέρκειταί μου τῷ πλούτῳ, οὕσπερ πολλῇ συζῆν ἀκτημοσύνῃ καὶ ἐσχάτῃ ταλαιπωρεῖσθαι πτωχείᾳ πρὸ μικροῦ ἔλεγες, πῶς δὲ νῦν μὲν πένητά με ἀποκαλεῖς, ὅταν δὲ ὑπερπλουτήσω οὐκ εὐμετάδοτον γενέσθαι λέγεις τὸν εὐμετάδοτον νῦν καθεστηκότα;

Ὁ δὲ Βαρλαὰμ ἀπεκρίνατο· Οὐ πτωχείᾳ τούτους ἔφην ταλαιπωρεῖσθαι, ἀλλὰ πλούτῳ κομᾶν ἀκενώτῳ. τὸ γὰρ ἀεὶ τοῖς χρήμασι προστιθέναι χρήματα, καὶ μὴ τῆς ὁρμῆς χαλινοῦσθαι, ἀλλὰ καὶ πλειοτέρων ἀκορέστως ὀρέγεσθαι, τοῦτο πενίας ἐσχάτης ἐστί. τοὺς δὲ τῶν παρόντων μὲν ὑπεριδόντας πόθῳ τῶν αἰωνίων, καὶ σκύβαλα ταῦτα ἡγησαμένους, ἵνα Χριστὸν μόνον κερδήσωσι, πᾶσαν δὲ βρωμάτων καὶ ἐνδυμάτων ἀποθεμένους μέριμναν καὶ τῷ Κυρίῳ ταύτην ἐπιρρίψαντας, εὐφραινομένους δὲ τῇ ἀκτησίᾳ, ὡς οὐκ ἄν τις τῶν φιλοκόσμων εὐφρανθείη πλούτῳ καὶ χρήμασι βρίθων, καὶ τὸν πλοῦτον τῆς ἀρετῆς ἀφθόνως ἑαυτοῖς συναγηοχότας, ταῖς ἐλπίσι τε τῶν ἀτελευτήτων τρεφομένους ἀγαθῶν, εἰκότως πλουσιωτέρους σου καὶ πάσης τῆς ἐπιγείου βασιλείας καλέσαιμι. τοῦ δὲ Θεοῦ συνεργοῦντός σοι, ἐπιλήψῃ καὶ αὐτὸς τῆς τοιαύτης πνευματικῆς περιουσίας, ἥνπερ ἐν ἀσφαλείᾳ τηρῶν καὶ τοῦ πλείονος ἀεὶ δικαίως ἐφιέμενος, οὐκ ἂν θελήσειάς τι ταύτης κατακενοῦν ὅλως. αὕτη γάρ ἐστιν ἀληθὴς περιουσία· ὁ δὲ τοῦ αἰσθητοῦ πλούτου ὄγκος βλάψειε μᾶλλον τοὺς αὐτοῦ φίλους ἢ ὠφελήσειεν. εἰκότως οὖν πενίαν ἐσχάτην τοῦτον ἀπεκάλεσα, ὅνπερ οἱ ἐρασταὶ τῶν οὐρανίων ἀγαθῶν πάντη ἀπαρνησάμενοι ἔφυγον ἀπ᾽ αὐτοῦ, ὡς φεύγει τις ἀπὸ ὄφεως.

εἰ δέ, ὃν ἀπέκτειναν ἐχθρὸν καὶ τοῖς ποσὶ συνεπάτησαν οἱ συνασκηταί μου καὶ συστρατιῶται, τοῦτον αὖθις ζῶντα παρὰ σοῦ λαβὼν αὐτοῖς ἀπενέγκω, καὶ πρόξενος πολέμων καὶ παθῶν γένωμαι, ἔσομαι αὐτοῖς πάντως ἄγγελος πονηρός· ὅπερ μὴ γένοιτό μοι ποιῆσαι.

Τὰ αὐτὰ δέ μοι νόει καὶ περὶ ἐνδυμάτων. τοῖς γὰρ ἀπεκδυσαμένοις τὴν τῆς παλαιότητος καταφθορὰν καὶ τὸ τῆς παρακοῆς ἔνδυμα, ὅσον τὸ ἐπ᾽ αὐτοῖς, ἀποθεμένοις, τὸν Χριστὸν δὲ ὡς ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης ἐνδεδυμένοις, πῶς αὐτοὺς πάλιν τοὺς δερματίνους ἀμφιάσαιμι χιτῶνας καὶ τὸ τῆς αἰσχύνης περιθήσομαι περιβόλαιον; ἀλλὰ τοὺς μὲν ἐμοὺς ἑταίρους μηδενὸς τῶν τοιούτων ἐπιδεομένους γινώσκων, τῇ τῆς ἐρήμου δὲ ἀρκουμένους ἀσκήσει καὶ τρυφὴν ταύτην λογιζομένους ἀληθεστάτην, τὰ χρήματα καὶ ἱμάτια, ἅπερ τούτοις ἔλεγες παρασχεῖν, τοῖς πένησι διανείμας, θησαυρὸν ἑαυτῷ εἰς τὸ μέλλον ἄσυλον θησαύρισον, τὸν Θεὸν ἑαυτῷ ταῖς ἐκείνων εὐχαῖς ἐπίκουρον θέμενος· οὕτω γὰρ μᾶλλον συνεργῷ τῷ πλούτῳ πρὸς τὰ καλὰ χρήσαιο.

εἶτα καὶ τὴν πανοπλίαν τοῦ πνεύματος περιβαλλόμενος, καὶ τὴν μὲν ὀσφὺν ἐν ἀληθείᾳ περιζωσάμενος, ἐνδυσάμενος δὲ καὶ τὸν τῆς δικαιοσύνης θώρακα, περιθέμενός τε καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης ὑποδησάμενος, μετὰ χεῖράς τε τὸν τῆς πίστεως ἀναλαβὼν θυρεόν, καὶ τὴν τοῦ πνεύματος μάχαιραν, ἥ ἐστι ῥῆμα Θεοῦ, καὶ πάντοθεν ἄριστα καθοπλισθεὶς καὶ περιφραξάμενος, οὕτω πεποιθὼς πρὸς τὸν κατὰ τῆς ἀσεβείας ἔξελθε πόλεμον, ὡς ἄν, ταύτην τροπωσάμενος καὶ τὸν αὐτῆς ἀρχηγὸν διάβολον εἰς γῆν καταρράξας, τοῖς τῆς νίκης στεφάνοις κοσμηθήσῃ ἐκ τῆς ζωαρχικῆς δεξιᾶς τοῦ Δεσπότου.

XIX Τοῖς τοιούτοις οὖν δόγμασι καὶ λόγοις σωτηρίοις κατηχήσας ὁ Βαρλαὰμ τὸν τοῦ βασιλέως υἱὸν καὶ πρὸς τὸ θεῖον βάπτισμα εὐτρεπίσας, νηστεύειν τε καὶ εὔχεσθαι ἐντειλάμενος, κατὰ τὸ ἔθος, ἐφ᾽ ἱκανὰς ἡμέρας, οὐ διέλιπε συχνάζων πρὸς αὐτόν, καὶ πᾶσαν δογματικὴν φωνὴν τῆς ὀρθοδόξου πίστεως ἐκδιδάσκων καὶ τὸ θεῖον Εὐαγγέλιον ὑπαγορεύων αὐτῷ, πρὸς δὲ καὶ τὰς ἀποστολικὰς παραινέσεις καὶ τὰς προφητικὰς ῥήσεις ἑρμηνεύων· θεοδίδακτος γὰρ ὢν ὁ ἀνὴρ πᾶσαν ἐπὶ στόματος Παλαιάν τε καὶ Καινὴν Γραφὴν ἔφερε, καί, τῷ θείῳ κινούμενος Πνεύματι, ἐφώτισεν αὐτὸν πρὸς τὴν ἀληθῆ θεογνωσίαν. ἐν αὐτῇ δὲ τῇ ἡμέρᾳ ὅτε βαπτισθῆναι ἔμελλε, διδάσκων αὐτόν, ἔλεγεν· Ἰδοὺ τὴν τοῦ Χριστοῦ ἐπείγῃ λαβεῖν σφραγῖδα, καὶ τῷ φωτὶ σημειωθῆναι τοῦ προσώπου Κυρίου. καὶ υἱὸς μὲν γίνῃ Θεοῦ, ναὸς δὲ τοῦ ἁγίου καὶ ζωοποιοῦ Πνεύματος.

πίστευε τοίνυν εἰς Πατέρα, καὶ Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὴν ἁγίαν καὶ ζωαρχικὴν Τριάδα ἐν τρισὶν ὑποστάσεσι καὶ μιᾷ θεότητι δοξαζομένην, διαιρετὴν μὲν ταῖς ὑποστάσεσι καὶ ταῖς ὑποστατικαῖς ἰδιότησιν, ἡνωμένην δὲ τῇ οὐσίᾳ· ἕνα μὲν γινώσκων Θεὸν ἀγέννητον, τὸν Πατέρα, ἕνα δὲ γεννητὸν Κύριον, τὸν Υἱόν, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· ἀγαθοῦ γὰρ Πατρὸς ἀγαθὸς ἐγεννήθη Υἱός, φωτὸς δὲ τοῦ ἀγεννήτου φῶς ἐξέλαμψε τὸ ἀΐδιον, καὶ ἐκ τῆς ὄντως ζωῆς ἡ ζωοποιὸς προῆλθε πηγή, καὶ ἐκ τῆς αὐτοδυνάμεως ἡ τοῦ Υἱοῦ δύναμις ἐξεφάνη, ὅς ἐστιν ἀπαύγασμα τῆς δόξης καὶ Λόγος ἐνυπόστατος, ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἄναρχός τε καὶ ἀΐδιος· δι᾽ οὗ τὰ πάντα ἐγένετο τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ ἓν εἰδὼς Πνεῦμα Ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, Θεὸν τέλειον, καὶ ζωοποιόν, καὶ ἁγιασμοῦ παρεκτικόν, ταυτοθελές, ταυτοδύναμον, συναΐδιον, ἐνυπόστατον. οὕτως οὖν προσκύνει τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα ἐν τρισὶν ὑποστάσεσιν, εἴτ᾽ οὖν ἰδιότησι, καὶ θεότητι μιᾷ· κοινὸν μὲν γὰρ τῶν τριῶν ἡ θεότης, καὶ μία αὐτῶν ἡ φύσις, μία οὐσία, μία δόξα, μία βασιλεία, μία δύναμις, μία ἐξουσία· κοινὸν δὲ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι τὸ ἐκ τοῦ Πατρός, ἴδιον δὲ τοῦ Πατρὸς μὲν ἡ ἀγεννησία, Υἱοῦ δὲ ἡ γέννησις, Πνεύματος δὲ ἡ ἐκπόρευσις.

Οὕτω μὲν οὖν ταῦτα πίστευε· καταλαβεῖν δὲ τὸν τρόπον τῆς γεννήσεως ἢ τῆς ἐκπορεύσεως μὴ ἐπιζήτει (ἀκατάληπτος γάρ)· ἐν εὐθύτητι καρδίας ἀπεριέργως προσδέχου ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα κατὰ πάντα ἕν εἰσι, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως, καὶ ὅτι ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς διὰ τὴν ἡμετέραν σωτηρίαν κατῆλθεν ἐπὶ τῆς γῆς εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος, ἀσπόρως συλληφθεὶς ἐν τῇ μήτρᾳ τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας διὰ Πνεύματος Ἁγίου, καὶ ἀφθόρως ἐξ αὐτῆς γεννηθείς, καὶ ἄνθρωπος τέλειος γενόμενος, καὶ ὅτι αὐτὸς Θεὸς τέλειός ἐστι καὶ ἄνθρωπος τέλειος, γενόμενος ἐκ δύο φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος, καὶ ἐν δύο φύσεσι νοεραῖς, θελητικαῖς τε καὶ ἐνεργητικαῖς καὶ αὐτεξουσίοις, καὶ κατὰ πάντα τελείως ἐχούσαις κατὰ τὸν ἑκάστῃ πρέποντα ὅρον τε καὶ λόγον, θεότητι, φημί, καὶ ἀνθρωπότητι, μιᾷ δὲ συνθέτῳ ὑποστάσει. καὶ ταῦτα ἀπεριέργως δέχου, μηδόλως τὸν τρόπον μαθεῖν ἐκζητῶν, πῶς ἑαυτὸν ἐκένωσεν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ ἄνθρωπος γέγονεν ἐκ παρθενικῶν αἱμάτων ἀσπόρως τε καὶ ἀφθάρτως, ἢ τίς ἡ τῶν δύο φύσεων ἐν μιᾷ ὑποστάσει συνέλευσις; πίστει γὰρ ταῦτα ἐδιδάχθημεν κατέχειν τὰ θειώδως ἡμῖν ἐκ τῆς θείας Γραφῆς εἰρημένα· τὸν δὲ τρόπον καὶ ἀγνοοῦμεν καὶ λέγειν οὐ δυνάμεθα.

Πίστευε τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν διὰ σπλάγχνα ἐλέους γενόμενον ἄνθρωπον, πάντα τε ἀναδέξασθαι τὰ τῆς ἀνθρωπότητος φυσικὰ καὶ ἀδιάβλητα πάθη (ἐπείνησε γάρ, καὶ ἐδίψησε, καὶ ὕπνωσε, καὶ ἐκοπίασε, καὶ ἠγωνίασε φύσει τῆς ἀνθρωπότητος, καὶ ὑπὲρ τῶν ἀνομιῶν ἡμῶν ἤχθη εἰς θάνατον, ἐσταυρώθη, καὶ ἐτάφη, θανάτου γευσάμενος, τῆς θεότητος ἀπαθοῦς καὶ ἀτρέπτου διαμεινάσης· οὐδὲν γὰρ ὅλως τῶν παθῶν τῇ ἀπαθεῖ προσάπτομεν φύσει· ἀλλὰ τῷ προσλήμματι γινώσκομεν αὐτὸν παθόντα καὶ ταφέντα, καὶ τῇ θείᾳ δόξῃ ἐκ νεκρῶν ἀναστάντα, ἐν ἀφθαρσίᾳ τε εἰς οὐρανοὺς ἀνεληλυθότα), καὶ ἥξειν πάλιν μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκροὺς οἷς αὐτὸς οἶδε λόγοις θεοειδεστέρου σώματος, καὶ ἀποδώσειν ἑκάστῳ τοῖς δικαίοις αὐτοῦ σταθμοῖς. ἀναστήσονται γὰρ οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις· καὶ οἱ μὲν τὰς τοῦ Χριστοῦ φυλάξαντες ἐντολὰς καὶ τῇ ὀρθῇ συναπελθόντες πίστει κληρονομήσουσι ζωὴν αἰώνιον, οἱ δ᾽ ἐν ἁμαρτίαις καταφθαρέντες καὶ τῆς ὀρθῆς ἐκκλίναντες πίστεως εἰς κόλασιν αἰώνιον ἀπελεύσονται.

πίστευε μὴ οὐσίαν τινὰ εἶναι τοῦ κακοῦ ἢ βασιλείαν, μηδὲ ἄναρχον αὐτὴν ὑπολάμβανε ἢ παρ᾽ ἑαυτῆς ὑποστᾶσαν, ἢ παρὰ τοῦ Θεοῦ γενομένην· ἄπαγε τῆς ἀτοπίας· ἀλλ᾽ ἡμέτερον ἔργον τοῦτο καὶ τοῦ διαβόλου, ἐκ τῆς ἡμετέρας ἀπροσεξίας ἐπεισελθὸν ἡμῖν διὰ τὸ αὐτεξουσίους ἡμᾶς γεγενῆσθαι, καὶ αὐτοπροαιρέτῳ βουλήσει τοῦτο ἐκλέγεσθαι, εἴτε ἀγαθόν, εἴτε καὶ φαῦλον. πρὸς τούτοις ὁμολόγει ἓν βάπτισμα ἐξ ὕδατος καὶ Πνεύματος εἰς ἄφεσιν ἁμαρτιῶν.

Δέχου καὶ τὴν μετάληψιν τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, πιστεύων ἐν ἀληθείᾳ σῶμα καὶ αἷμα ὑπάρχειν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἃ δέδωκε τοῖς πιστοῖς εἰς ἄφεσιν ἁμαρτιῶν. ἐν τῇ νυκτὶ γὰρ ᾗ παρεδίδοτο, διαθήκην καινὴν διέθετο τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, καὶ δι᾽ αὐτῶν πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσιν, εἰπών· Λάβετε; φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. ὁμοίως δὲ καὶ τὸ ποτήριον λαβὼν δέδωκεν αὐτοῖς, λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν· ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. αὐτὸς οὖν ὁ Λόγος τοῦ Θεοῦ ὁ ζῶν, καὶ ἐνεργής, καὶ πάντα ποιῶν τῇ δυνάμει αὐτοῦ, ποιεῖ καὶ μετασκευάζει διὰ τῆς θείας ἐνεργείας τὸν ἄρτον καὶ τὸν οἶνον τῆς προσφορᾶς σῶμα αὐτοῦ καὶ αἷμα, τῇ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, εἰς ἁγιασμὸν καὶ φωτισμὸν τῶν πόθῳ μεταλαμβανόντων.

Προσκύνει πιστῶς τιμῶν καὶ ἀσπαζόμενος τὸ σεβάσμιον ἐκτύπωμα τοῦ Δεσποτικοῦ χαρακτῆρος τοῦ δι᾽ ἡμᾶς ἐνανθρωπήσαντος Θεοῦ Λόγου, αὐτὸν δοκῶν τὸν Κτίστην ὁρᾶν ἐν τῇ εἰκόνι. Ἡ τιμὴ γὰρ τῆς εἰκόνος, φησί τις τῶν ἁγίων, ἐπὶ τὸ πρωτότυπον διαβαίνει· πρωτότυπον δέ ἐστι τὸ εἰκονιζόμενον, ἐξ οὗ τὸ παράγωγον γίνεται. τὴν γὰρ ἐν εἰκόνι βλέποντες γραφήν, τοῖς τοῦ νοὸς ὀφθαλμοῖς πρὸς τὴν ἀληθινὴν διαβαίνομεν ἰδέαν οὗ ἐστιν ἡ εἰκών, εὐσεβῶς προσκυνοῦντες τὴν τοῦ δι᾽ ἡμᾶς σαρκωθέντος μορφήν, οὐ θεοποιούμενοι, ἀλλ᾽ ὡς εἰκόνα τοῦ σαρκωθέντος Θεοῦ κατασπαζόμενοι, πόθῳ καὶ ἀγάπῃ τοῦ κενώσαντος ἑαυτὸν δι᾽ ἡμᾶς μέχρι καὶ δούλου μορφῆς· ὁμοίως καὶ τῆς ἀχράντου Μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων τὰ ἐκτυπώματα τούτῳ τῷ λόγῳ περιπτυσσόμενοι. ὡσαύτως δὲ καὶ τὸν τύπον τοῦ ζωοποιοῦ καὶ σεβασμίου σταυροῦ πίστει προσκυνῶν κατασπάζου διὰ τὸν κρεμασθέντα ἐν αὐτῷ σαρκὶ ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν Χριστὸν τὸν Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ δόντα ἡμῖν τοῦτον σύμβολον τῆς κατὰ τοῦ διαβόλου νίκης· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν. ἐν τοῖς τοιούτοις δόγμασι καὶ μετὰ τοιαύτης πίστεως βαπτισθήσῃ, ἄτρεπτον ταύτην καὶ ἀμιγῆ πάσης αἱρέσεως φυλάττων μέχρις ἐσχάτης ἀναπνοῆς.

πᾶσαν δὲ διδασκαλίαν καὶ πᾶσαν δογματικὴν φωνήν, ταύτῃ τῇ ἀμωμήτῳ ἀνθισταμένην πίστει, βδελύσσου, καὶ ἀλλοτρίωσιν λογίζου εἶναι Θεοῦ. φησὶ γὰρ ὁ Ἀπόστολος, ὅτι Κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. οὐκ ἔστι γὰρ ἄλλο Εὐαγγέλιον καὶ ἄλλη πίστις, πλὴν ἡ διὰ τῶν ἀποστόλων κηρυχθεῖσα, καὶ διὰ τῶν θεοφόρων Πατέρων ἐν διαφόροις συνόδοις βεβαιωθεῖσα, καὶ τῇ καθολικῇ Ἐκκλησίᾳ βεβαιωθεῖσα.

Ταῦτα εἰπὼν ὁ Βαρλαάμ, καὶ τὸ τῆς πίστεως σύμβολον τὸ ἐκτεθὲν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ διδάξας τὸν τοῦ βασιλέως υἱόν, ἐβάπτισεν αὐτὸν εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος εἰς τὴν κολυμβήθραν τοῦ ὕδατος τὴν οὖσαν ἐν τῷ παραδείσῳ αὐτοῦ. καὶ ἦλθεν ἐπ᾽ αὐτὸν ἡ χάρις τοῦ Ἁγίου Πνεύματος. ἐπανελθὼν δὲ εἰς τὸν αὐτοῦ κοιτῶνα, καὶ τὴν ἱερὰν ἐπιτελέσας μυσταγωγίαν τῆς ἀναιμάκτου θυσίας, μετέδωκεν αὐτῷ τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, καὶ ἠγαλλιάσατο τῷ Πνεύματι, δόξαν ἀναπέμπων Χριστῷ τῷ Θεῷ.

Εἶπε δὲ πρὸς αὐτὸν ὁ Βαρλαάμ· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἀναγεννήσας σε εἰς ἐλπίδα ζῶσαν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν διὰ Πνεύματος ἁγίου. σήμερον γὰρ ἐλευθερωθεὶς ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθης τῷ Θεῷ, τὸν ἀρραβῶνα δεξάμενος τῆς αἰωνίου ζωῆς, καί, τὸ σκότος ἀπολιπών, φῶς ἐνεδύσω, καταταγεὶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ· Ὅσοι γάρ, φησίν, ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ᾽ υἱὸς καὶ κληρονόμος Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ ἐν Πνεύματι Ἁγίῳ. διό, ἀγαπητέ, σπούδασον ἄσπιλος καὶ ἀμώμητος αὐτῷ εὑρεθῆναι, ἐργαζόμενος τὸ ἀγαθὸν ἐπὶ τῷ θεμελίῳ τῆς πίστεως· πίστις γὰρ χωρὶς ἔργων νεκρά ἐστιν, ὥσπερ καὶ ἔργα δίχα πίστεως, καθὼς καὶ πρότερον μέμνημαι λαλήσας σοι.

ἀποθέμενος οὖν λοιπὸν πᾶσαν κακίαν, καὶ πάντα τὰ ἔργα τοῦ παλαιοῦ ἀνθρώπου μισήσας τὰ φθειρόμενα κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ὡς ἀρτιγέννητον βρέφος τὸ λογικὸν καὶ ἄδολον γάλα τῶν ἀρετῶν ἐπιπόθησον πιεῖν, ἵνα ἐν αὐτῷ αὐξηθῇς, καὶ φθάσῃς εἰς τὴν ἐπίγνωσιν τῶν ἐντολῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, μηκέτι νήπιος ὢν ταῖς φρεσί, κλυδωνιζόμενος καὶ περιφερόμενος τῇ ζάλῃ καὶ τρικυμίᾳ τῶν παθῶν, ἀλλὰ τῇ μὲν κακίᾳ νηπιάζων, πρὸς δὲ τὸ ἀγαθὸν στερέμνιον καὶ πεπαγιωμένον ἔχων τὸν νοῦν, καὶ ἀξίως περιπατῶν τῆς κλήσεως ἧς ἐκλήθης ἐν φυλακῇ τῶν ἐντολῶν τοῦ Κυρίου, ἀποσεισάμενος ἑαυτοῦ καὶ ἀλλοτριώσας τὴν ματαιότητα τῆς προτέρας ἀναστροφῆς, καθὼς τὰ ἔθνη περιπατεῖ ἐν τῇ ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ καὶ ἀπηλλοτριωμένοι τῆς δόξης τοῦ Θεοῦ, ὑποτεταγμένοι ταῖς ἐπιθυμίαις αὐτῶν καὶ ἀλόγοις ὁρμαῖς. σὺ δέ, ὥσπερ προσῆλθες Θεῷ ζῶντι καὶ ἀληθινῷ, οὕτω δὴ καὶ ὡς υἱὸς φωτὸς περιπάτησον.

ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθοσύνῃ, καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ, καὶ τὸν ἐνδυθέντα σοι σήμερον νέον ἄνθρωπον μηκέτι τῇ προτέρᾳ καταφθείρῃς παλαιότητι· ἀλλ᾽ ἀνακαινίζου καθ᾽ ἑκάστην ἐν δικαιοσύνῃ, καὶ ὁσιότητι, καὶ ἀληθείᾳ· δυνατὸν γὰρ τοῦτο παντὶ τῷ βουλομένῳ, καθάπερ ἀκούεις ὅτι ἐξουσίαν δέδωκε τέκνα Θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, ὥστε οὐκέτι δυνάμεθα λέγειν ὅτι ἀδύνατος ἡμῖν ἡ κτῆσις τῶν ἀρετῶν· εὔκολος γὰρ ἡ ὁδὸς καὶ ῥᾳδία. εἰ γὰρ καὶ στενή πως καὶ τεθλιμμένη κέκληται διὰ τὸν ὑπωπιασμὸν τοῦ σώματος, ἀλλ᾽ ὅμως ποθεινή ἐστι καὶ θεία διὰ τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν τοῖς μὴ ἀσόφως περιπατοῦσιν, ἀλλ᾽ ἀκριβῶς συνιοῦσι τί τὸ θέλημα τοῦ Θεοῦ, καὶ τὴν πανοπλίαν αὐτοῦ ἀμπεχομένοις εἰς παράταξιν τῶν μεθοδειῶν τοῦ ἀντικειμένου, καὶ ἐν προσευχῇ καὶ δεήσει εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦσιν ἐν πάσῃ ὑπομονῇ καὶ ἐλπίδι. σὺ οὖν, καθὼς ἤκουσας παρ᾽ ἐμοῦ καὶ ἐδιδάχθης, καὶ βεβαίαν κατεβάλου κρηπῖδα, ἐν αὐτῇ περισσεύου, αὐξανόμενος καὶ προκόπτων, καὶ τὴν καλὴν στρατευόμενος στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν δι᾽ ἔργων ἀγαθῶν μαρτυρουμένην, καὶ διώκων δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραότητα, ἐπιλαβόμενος τῆς αἰωνίου ζωῆς εἰς ἣν ἐκλήθης.

πᾶσαν δὲ ἡδονὴν καὶ ἐπιθυμίαν τῶν παθῶν μὴ μόνον τῇ κατὰ πρᾶξιν ἐνεργείᾳ μακρύνῃς ἀπὸ σοῦ, ἀλλὰ καὶ ταῖς κατ᾽ ἔννοιαν ἐνθυμήσεσιν, ὡς ἂν ἀμόλυντόν σου τὴν ψυχὴν τῷ Θεῷ ὑποδείξῃς. οὐ μόνον γὰρ αἱ πράξεις, ἀλλὰ καὶ αἱ ἐνθυμήσεις ἡμῶν, ἀνάγραπτοι οὖσαι, στεφάνων ἢ τιμωριῶν πρόξενοι γίνονται· ταῖς καθαραῖς δὲ καρδίαις ἐνοικεῖν τὸν Χριστὸν ἅμα Πατρὶ καὶ Ἁγίῳ Πνεύματι ἐπιστάμεθα. ὡς δ᾽ αὖ πάλιν καπνὸς μελίσσας, οὕτω τοὺς πονηροὺς λογισμοὺς ἐκδιώκειν ἡμῶν τὴν τοῦ θείου Πνεύματος χάριν μεμαθήκαμεν. διὸ ἐπιμελῶς πρὸς τοῦτο ἔχων πάντα διαλογισμὸν ἐμπαθείας ἀπαλείψας τῆς ψυχῆς, τὰς ἀρίστας ἐμφύτευσον ἐννοίας, ναὸν σεαυτὸν ποιῶν τοῦ Ἁγίου Πνεύματος. ἐκ τῶν διαλογισμῶν γὰρ καὶ πρὸς τὰς κατ᾽ ἐνέργειαν πράξεις ἐρχόμεθα· καὶ πᾶν ἔργον, ἀπὸ ἐννοίας καὶ ἐνθυμήσεως προκόπτον, μικρᾶς ἐπιλαμβάνεται ἀρχῆς, εἶτα ταῖς κατὰ μικρὸν αὐξήσεσιν εἰς μεγάλα καταλήγει.

Διὰ τοῦτο μηδὲ ὅλως σου κυριεῦσαι συνήθειαν ἐάσῃς κακήν, ἀλλὰ νεαρᾶς ἔτι οὔσης, ἔξελέ σου τῆς καρδίας τὴν πονηρὰν ῥίζαν, ἵνα μή, ἐμφυεῖσα καὶ ἐν τῷ βάθει τὰς ῥίζας ἐμπήξασα, χρόνου καὶ κόπου δεηθῇ τοῦ ἐκριζωθῆναι. διὰ τοῦτο γὰρ ἀεὶ τὰ μείζονα τῶν ἁμαρτημάτων ἐπεισέρχεται ἡμῖν καὶ καταδυναστεύει τῶν ἡμετέρων ψυχῶν, ὅτι τὰ ἐλάττονα δοκοῦντα εἶναι, οἷον ἐνθυμήσεις πονηραί, λόγοι ἀπρεπεῖς, ὁμιλίαι κακαί, τῆς προσηκούσης οὐ τυγχάνει διορθώσεως. ὥσπερ γὰρ ἐν τοῖς σώμασιν οἱ μικρῶν καταφρονήσαντες τραυμάτων σηπεδόνας πολλάκις καὶ θάνατον ἑαυτοῖς προεξένησαν, οὕτω καὶ τῶν ψυχῶν, οἱ τῶν μικρῶν ὑπερορῶντες παθῶν καὶ ἁμαρτημάτων, τὰ μείζονα ἐπεισάγουσι· καθ᾽ ὅσον δὲ τὰ μείζονα ἐπεισέρχεται αὐτοῖς, ἐν ἕξει γινομένη ἡ ψυχὴ καταφρονεῖ.

Ἀσεβὴς γάρ, φησίν, ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ, καὶ λοιπὸν ὥσπερ ὗς ἐγκυλινδούμενος βορβόρῳ ἥδεται, οὕτω καὶ ἡ ψυχὴ ἐκείνη, ταῖς κακαῖς συνηθείαις καταχωσθεῖσα, οὐδὲ αἴσθησιν λαμβάνει τῆς τῶν ἁμαρτημάτων δυσωδίας, ἀλλὰ τέρπεται μᾶλλον αὐταῖς καὶ ἐνηδύνεται, ὡς ἀγαθοῦ τινος τῆς κακίας ἀντεχομένη· κἂν ὀψὲ δή ποτε ἀνανεύουσα εἰς αἴσθησιν ἔλθῃ, κόπῳ πολλῷ καὶ ἱδρῶτι ἐλευθεροῦται, οἷς ἐθελοντὶ κατεδούλευσεν ἑαυτὴν τῇ πονηρᾷ συνηθείᾳ.

Διὰ τοῦτο πάσῃ δυνάμει μάκρυνον ἑαυτὸν ἀπὸ πάσης ἐννοίας καὶ ἐνθυμήσεως πονηρᾶς καὶ πάσης ἐμπαθοῦς συνηθείας· μᾶλλον δὲ ταῖς ἀρεταῖς ἔθιζε ἑαυτὸν καὶ ἐν ἕξει τῆς τούτων γενοῦ ἐργασίας. εἰ γὰρ μικρὸν κοπιάσεις ἐν αὐτοῖς καὶ ἐν ἕξει γενέσθαι ἰσχύσεις, ἀκόπως λοιπὸν τῇ τοῦ Θεοῦ συνεργείᾳ προκόψεις. ἡ γὰρ ἕξις τῆς ἀρετῆς τῇ ψυχῇ ποιωθεῖσα, ὡς ἅτε φυσικὴν συγγένειαν πρὸς αὐτὴν ἔχουσα καὶ τὸν Θεὸν συνεργὸν κεκτημένη, δυσμετάβλητος γίνεται καὶ λίαν ἀσφαλεστάτη, καθὼς ὁρᾷς ὅτι ἡ ἀνδρεία καὶ φρόνησις, σωφροσύνη τε καὶ δικαιοσύνη δυσμετάβληταί εἰσιν, ἕξεις οὖσαι τῆς ψυχῆς καὶ ποιότητες καὶ ἐνέργειαι διὰ βάθους κεχωρηκυῖαι. εἰ γὰρ τὰ πάθη τῆς κακίας, οὐ φυσικὰ ἡμῖν ὄντα, ἀλλ᾽ ἔξωθεν ἐπεισελθόντα, ἡνίκα ἐν ἕξει γένωνται, δυσμετάβλητά εἰσι, πόσῳ μᾶλλον ἡ ἀρετή, καὶ φυσικῶς ἡμῖν ἐμφυτευθεῖσα ὑπὸ τοῦ Δημιουργοῦ καὶ αὐτὸν ἐπίκουρον ἔχουσα, εἰ, μικρὸν ἀγωνισαμένων ἡμῶν, ἐν ἕξει ῥιζωθῇ τῇ ψυχῇ, δυσμετάβλητος ἔσται;

XX Ὅθεν μοι ταύτης ἐργάτης διηγήσατό τις, ὅτι Μετὰ τὸ προσλαβέσθαι με τὴν θείαν θεωρίαν ἐν ἕξει βεβαιοτάτῃ καὶ τῇ ταύτης μελέτῃ ποιωθῆναι τὴν ψυχήν, βουληθείς ποτε ἀπόπειραν αὐτῆς ποιήσασθαι, κατέσχον τὸν νοῦν μου, μὴ συγχωρήσας τῇ κατ᾽ ἔθος ἐπιβαλεῖν μελέτῃ· καὶ ἔγνων αὐτὸν ἀνιώμενον καὶ δυσφοροῦντα καὶ πρὸς αὐτὴν ἀσχέτῳ ἐπειγόμενον πόθῳ, μηδόλως δὲ πρὸς ἐναντίαν τινὰ ἐνθύμησιν ἀποκλῖναι ἰσχύοντα· ἡνίκα δὲ μικρὸν ἐνέδωκα τὰς ἡνίας, ὀξυδρόμως εὐθὺς ἀνέδραμε πρὸς τὴν ἑαυτοῦ ἐργασίαν, καθά φησιν ὁ Προφήτης· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς τὸν Θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα. ἀποδέδεικται οὖν ἐκ πάντων τούτων, ὡς ἐφ᾽ ἡμῖν ἐστιν ἡ κτῆσις τῆς ἀρετῆς, καὶ ἡμεῖς ταύτης κύριοι καθεστήκαμεν εἴτε θελήσομεν αὐτῆς ἀνθέξεσθαι, εἴτε τὴν ἁμαρτίαν προκρῖναι. οἱ μὲν οὖν δουλωθέντες τῇ κακίᾳ δυσαποσπάστως αὐτῆς ἔχουσι, καθὰ δὴ προλαβὼν εἶπον.

Σὺ δὲ λοιπὸν ἐλευθερωθεὶς ταύτης διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, καὶ τὸν Χριστὸν ἐνδεδυμένος τῇ τοῦ θείου Πνεύματος χάριτι, ὅλον σεαυτὸν μετάθες ἐπὶ τὸν Κύριον, καὶ μηδόλως ἔτι τοῖς πάθεσι θύραν ἀνοίξῃς· ἀλλὰ τῇ εὐωδίᾳ καὶ λαμπρότητι τῶν ἀρετῶν κοσμήσας σου τὴν ψυχήν, ναὸν αὐτὴν ποίησον τῆς ἁγίας Τριάδος, τῇ ταύτης θεωρίᾳ πάσας σου τὰς τοῦ νοὸς δυνάμεις ἀπασχολήσας. εἰ γὰρ βασιλεῖ τις ἐπιγείῳ συνδιάγων καὶ διαλεγόμενος μακαριστὸς πᾶσι δείκνυται, ὁ Θεῷ διαλέγεσθαι καὶ συνεῖναι τῷ νοῒ καταξιωθεὶς πόσης ἀπολαύσεται μακαριότητος; αὐτὸν οὖν ἐνοπτρίζου πάντοτε, καὶ αὐτῷ προσομίλει. πῶς δὲ προσομιλήσεις Θεῷ; τῇ διὰ προσευχῆς καὶ δεήσεως πρὸς αὐτὸν ἐγγύτητι. ὁ γὰρ πόθῳ θερμοτάτῳ καὶ καρδίᾳ κεκαθαρμένῃ προσευχόμενος, πάντων μὲν τῶν ὑλικῶν καὶ χαμαιζήλων μακρύνας τὸν νοῦν, ὡς ἐνώπιος δὲ ἐνωπίῳ παριστάμενος τῷ Θεῷ, φόβῳ τε καὶ τρόμῳ τὰς δεήσεις αὐτῷ προσάγων, ὁ τοιοῦτος ὁμιλεῖ αὐτῷ καὶ πρόσωπον πρὸς πρόσωπον αὐτῷ διαλέγεται.

Πάρεστι γὰρ πανταχοῦ ὁ ἀγαθὸς ἡμῶν Δεσπότης ἐπακούων τῶν εἰλικρινῶς καὶ καθαρῶς προσερχομένων αὐτῷ, καθάπερ φησὶν ὁ Προφήτης· Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. καὶ διὰ τοῦτο οἱ Πατέρες τὴν προσευχὴν ἕνωσιν ἀνθρώπου πρὸς Θεὸν ὁρίζονται, καὶ ἔργον ἀγγέλων ταύτην καλοῦσι, καὶ τῆς μελλούσης εὐφροσύνης προοίμιον. ἐπεὶ γὰρ βασιλείαν οὐρανῶν τὴν ἐγγύτητα καὶ θεωρίαν τῆς Ἁγίας Τριάδος πλέον πάντων τίθενται, πρὸς τοῦτο δὲ καὶ ἡ τῆς εὐχῆς προσεδρεία τὸν νοῦν χειραγωγεῖ, εἰκότως προοίμιον καὶ οἱονεὶ προεικόνισμα ἐκείνης τῆς μακαριότητος κέκληται αὕτη. οὐ πᾶσα δὲ εὐχὴ οὑτωσὶ καθέστηκεν, ἀλλ᾽ ἡ τῆς προσηγορίας ταύτης ὄντως ἀξία, ἡ Θεὸν ἔχουσα διδάσκαλον, τὸν διδόντα εὐχὴν τῷ εὐχομένῳ, ἡ πάντων τῶν ἐπὶ γῆς ὑπεραρθεῖσα καὶ τῷ Δεσπότῃ Θεῷ ἀμέσως ἐντυγχάνουσα.

Ταύτην σεαυτῷ περιποιοῦ, καὶ εἰς ταύτην ἀγωνίζου τὴν προκοπήν· ἱκανὴ γὰρ ὑπάρχει ἐκ γῆς εἰς οὐρανοὺς ἀνυψῶσαί σε. οὐκ ἀπαρασκεύως δὲ καὶ ὡς ἔτυχε προκόψεις ἐν ταύτῃ· ἀλλά, πάντων τῶν παθῶν τὴν ψυχὴν προκαθάρας, καὶ πάσης πονηρᾶς ἐνθυμήσεως ταύτην ἀποσμήξας ὡς καθαρὸν καὶ νεόσμηκτον ἔσοπτρον, πάσης τε μνησικακίας καὶ μήνιδος σεαυτὸν μακρύνας, ἥτις πλέον πάντων τὰς ἡμετέρας εὐχὰς πρὸς Θεὸν ἀνάγεσθαι κωλύει, πᾶσί τε τοῖς ἡμαρτηκόσι σοι ἀπὸ καρδίας ἀφεὶς τὰ πλημμελήματα, καὶ ἐν ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων τὴν εὐχὴν πτερώσας, προσάγαγε τῷ Θεῷ μετὰ θερμῶν δακρύων. οὕτως εὐχόμενος δυνήσῃ εἰπεῖν ὡς ὁ μακάριος Δαυΐδ· οὗτος γὰρ βασιλεὺς ὢν καὶ μυρίαις ἑλκόμενος φροντίσι, πάντων δὲ τῶν παθῶν τὴν ψυχὴν αὐτοῦ καθαρίσας, ἔλεγε πρὸς τὸν Θεόν· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα· ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης· ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα· ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με.

Οὕτως βοῶντός σου ὁ Θεὸς ἐπακούσεται· ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι. εἰ τοιαύτην οὖν κτήσῃ εὐχήν, μακάριος ἔσῃ· ἀμήχανον γὰρ ἄνθρωπον, μετὰ τοιαύτης προθυμίας εὐχόμενον καὶ παρακαλοῦντα τὸν Θεόν, μὴ καθ᾽ ἑκάστην προκόπτειν ἐν τῷ ἀγαθῷ καὶ πασῶν ὑπερίπτασθαι τῶν τοῦ ἐχθροῦ παγίδων. ὁ γὰρ διαθερμάνας αὐτοῦ τὴν διάνοιαν, καθάπερ τις τῶν ἁγίων ἔφησε, Καὶ τὴν ψυχὴν ἀναστήσας, καὶ πρὸς τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ οὕτω τὸν Δεσπότην τὸν ἑαυτοῦ καλέσας, καὶ τῶν ἰδίων ἁμαρτημάτων ἀναμνησθείς, καὶ περὶ τῆς συγχωρήσεως τούτων διαλεχθείς, καὶ δάκρυσι θερμοτάτοις δεηθεὶς ἵλεω γενέσθαι αὐτῷ τὸν φιλάνθρωπον, ἀπὸ τῆς ἐν τοῖς λόγοις καὶ διαλογισμοῖς τούτοις διατριβῆς πᾶσαν ἀποτίθεται βιωτικὴν φροντίδα καὶ τῶν ἀνθρωπίνων παθῶν ὑψηλότερος γίνεται, καὶ Θεῷ συνόμιλος ἀξιοῦται κληθῆναι· οὗπερ τί γένοιτ᾽ ἂν μακαριώτερον ἢ ὑψηλότερον; ἀξιώσαι σε οὖν Κύριος τῆς τοιαύτης ἐπιτυχεῖν μακαριότητος.

Ἰδοὺ γάρ σοι τὴν ὁδὸν ὑπέδειξα τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ οὐδὲν ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαί σοι πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. καὶ ἐγὼ μὲν ἤδη τὴν πρὸς σέ μου διακονίαν τετέλεκα· λοιπὸν αὐτὸς ἀναζωσάμενος τὴν ὀσφὺν τῆς διανοίας σου, κατὰ τὸν καλέσαντά σε ἅγιον, καὶ αὐτὸς ἅγιος ἐν πάσῃ ἀναστροφῇ γενοῦ· Ἅγιοι γὰρ γίνεσθε, διότι ἐγὼ ἅγιός εἰμι, λέγει Κύριος. γράφει δὲ καὶ ὁ κορυφαιότατος τῶν ἀποστόλων· Εἰ Πατέρα, φησίν, ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου, Χριστοῦ.

Ταῦτα οὖν πάντα ἐν καρδίᾳ τιθέμενος, μέμνησο ἀδιαλείπτως, πρὸ ὀφθαλμῶν ἔχων ἀεὶ τὸν φόβον τοῦ Θεοῦ καὶ τὸ φρικῶδες αὐτοῦ κριτήριον, τὴν φαιδρότητά τε τῶν δικαίων ἣν μέλλουσιν ἐν ἐκείνῳ ἀπολαβεῖν τῷ αἰῶνι, καὶ τὴν κατήφειαν τῶν ἁμαρτωλῶν ἐν τῷ σκότει τῷ βαθυτάτῳ, τὴν ἀσθένειάν τε καὶ ματαιότητα τῶν παρόντων καὶ τὸ τῶν μελλόντων ἀτελεύτητον, ὅτι Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. ταῦτα μελέτα διὰ παντός· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ εἴη μετὰ σοῦ, φωτίζουσά σε καὶ συνετίζουσα καὶ εἰς τὴν ὁδὸν ἄγουσα τῆς σωτηρίας, καὶ πᾶν θέλημα πονηρὸν πόρρω διώκουσα τοῦ νοός σου, σφραγίζουσα δὲ τὴν ψυχήν σου τῷ τοῦ σταυροῦ σημείῳ, ἵνα μηδέν σοι πλησιάσῃ τῶν τοῦ πονηροῦ σκανδάλων, ἀλλ᾽ ἀξιωθῇς ἐν πάσῃ τελειότητι τῶν ἀρετῶν τῆς μελλούσης ἐπιτυχεῖν ἀτελευτήτου καὶ ἀδιαδόχου βασιλείας, καὶ τῷ φωτὶ περιλαμφθῆναι τῆς μακαρίας καὶ ζωαρχικῆς Τριάδος, τῆς ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι δοξαζομένης.

XXI Τοιούτοις οὖν ἠθικοῖς ῥήμασι νουθετήσας ὁ τιμιώτατος γέρων τὸν τοῦ βασιλέως υἱόν, εἰς τὴν ἰδίαν ἀπῄει ξενίαν. οἱ δὲ ὑπηρέται τοῦ νέου καὶ παιδαγωγοὶ τὴν συχνὴν αὐτοῦ εἰσέλευσιν ἐν τῷ παλατίῳ ὁρῶντες ἐθαύμαζον. εἷς δὲ τῶν προεχόντων ἐν αὐτοῖς, ὃν ὡς πιστότατον καὶ εὐγνώμονα κατέστησεν ὁ βασιλεὺς ἐπὶ τοῦ παλατίου τοῦ υἱοῦ αὐτοῦ, Ζαρδὰν καλούμενος, φησὶ πρὸς τὸν τοῦ βασιλέως υἱόν· Οἶδας πάντως, ὦ δέσποτα, ὅσος ἐπ᾽ ἐμοὶ ὁ τοῦ σοῦ πατρὸς φόβος καὶ ὅση μου ἡ πρὸς αὐτὸν πίστις· διό με ὡς οἰκέτην πιστότατον καθυπηρετεῖν σοι παρεκελεύσατο. νυνὶ δὲ τὸν ἄνδρα τοῦτον τὸν ξένον συχνῶς ὁρῶν ὁμιλοῦντά σοι, δέδοικα μή ποτε τῆς τῶν Χριστιανῶν εἴη θρησκείας, πρὸς ἣν λίαν ἀπεχθῶς ὁ σὸς πατὴρ διάκειται· καὶ τῆς θανατηφόρου εὑρεθήσομαι ὑπεύθυνος ψήφου. εἴτε οὖν τῷ βασιλεῖ τὰ περὶ αὐτοῦ γνώρισον, εἴτε τοῦ λοιποῦ παῦσαι τούτῳ προσομιλεῖν· εἰ δὲ μή, ἔκβαλόν με τοῦ σοῦ προσώπου, ὡς ἂν μὴ μεμπτέος ὦ, καὶ ἄλλον αἴτησαι τὸν πατέρα σου ἀγαγεῖν ἐνταῦθα.

Ὁ δὲ τοῦ βασιλέως υἱὸς ἔφη πρὸς αὐτόν· Τοῦτο πρὸ πάντων, ὦ Ζαρδάν, ποίησον. καθέσθητι σὺ ἔνδοθεν τοῦ παραπετάσματος, καὶ ἄκουσον τῆς αὐτοῦ πρός με ὁμιλίας· καὶ εἶθ᾽ οὕτως λαλήσω σοι τί δεῖ ποιῆσαι. Μέλλοντος δὲ τοῦ Βαρλαὰμ εἰσελθεῖν πρὸς αὐτόν, εἰσήγαγε τὸν Ζαρδὰν ἐντὸς τοῦ παραπετάσματος, καὶ λέγει τῷ γέροντι· Ἀνακεφαλαίωσαί μοι τὰ τῆς ἐνθέου σου διδασκαλίας, ὡς ἂν κραταιότερον ἐμφυτευθῇ μου τῇ καρδίᾳ. ὑπολαβὼν δὲ ὁ Βαρλαὰμ πολλὰ περὶ Θεοῦ καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἐφθέγγετο, καὶ ὡς αὐτὸν μόνον δεῖ ἀγαπᾶν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας, καὶ τὰς αὐτοῦ φυλάττειν ἐντολὰς φόβῳ τε καὶ πόθῳ. καὶ ὅτι αὐτός ἐστιν ὁ ποιητὴς ὁρατῶν τε πάντων καὶ ἀοράτων. ἐφ᾽ οἷς καὶ τὴν τοῦ πρώτου ἀνθρώπου διάπλασιν ὑπεμίμνησκε, τήν τε δοθεῖσαν αὐτῷ ἐντολὴν καὶ τὴν ταύτης παράβασιν, καὶ τὴν ἐπὶ τῇ παραβάσει τοῦ πλάσαντος καταδίκην. εἶτα καθεξῆς τὰ ἀγαθὰ ἀπηριθμεῖτο, ὧν ἀθετήσαντες τὴν ἐντολὴν ἑαυτοὺς ἀπεκλείσαμεν· καὶ αὖθις ἐμέμνητο τῶν λυπηρῶν, ὅσα μετὰ τὴν ἐκείνων ἀποτυχίαν κατέλαβεν ἀθλίως ἡμᾶς.

ἐπὶ τούτοις τὰ τῆς φιλανθρωπίας ἐπῆγεν, ὅπως τῆς ἡμετέρας φροντίζων ὁ Δημιουργὸς σωτηρίας διδασκάλους ἀπέστειλε καὶ προφήτας τὴν τοῦ Μονογενοῦς κηρύττοντας σάρκωσιν· ἔπειτα καὶ τὴν ἐκείνου κάθοδον, τὴν ἐνανθρώπησιν, τὰς εὐεργεσίας, τὰ θαύματα, καὶ τὰ ὑπὲρ ἡμῶν τῶν ἀχαρίστων παθήματα, τὸν σταυρόν, τὴν λόγχην, τὸν ἑκούσιον θάνατον· τέλος, τὴν ἐπανόρθωσιν ἡμῶν, τὴν ἀνάκλησιν, τὴν εἰς τὸ πρῶτον ἀγαθὸν ἐπάνοδον· μετὰ ταῦτα, τὴν ἐκδεχομένην τοὺς ἀξίους τῶν οὐρανῶν βασιλείαν, τὴν ἀποκειμένην τοῖς φαύλοις βάσανον, τὸ μὴ σβεννύμενον πῦρ, τὸ μὴ λῆγον σκότος, τὸν ἀθάνατον σκώληκα, καὶ ὅσην ἄλλην οἱ τῆς ἁμαρτίας δοῦλοι κόλασιν ἑαυτοῖς ἐθησαύρισαν. ταῦτα διεξελθὼν καὶ εἰς ἠθικὴν διδασκαλίαν τὸν λόγον τελέσας, πολλά τε περὶ καθαρότητος βίου διαλεχθείς, καὶ τῆς τῶν παρόντων ματαιότητος καταγνούς, τὴν ἀθλιότητά τε τῶν τούτοις προστετηκότων διελέγξας, εἰς εὐχὴν κατέληξε. καὶ ἀπερίτρεπτον αὐτῷ ἐπευξάμενος καὶ ἀκλινῆ τὴν ὁμολογίαν τῆς ὀρθοδόξου πίστεως, ἀνεπίληπτόν τε τὸν βίον καὶ καθαρωτάτην τὴν πολιτείαν, ὁ μέν, τέλος ἐπιθεὶς τῇ εὐχῇ, πρὸς τὴν ξενίαν αὖθις ἀπῄει.

Ὁ δὲ τοῦ βασιλέως υἱός, τὸν Ζαρδὰν προσκαλεσάμενος καὶ τὴν αὐτοῦ γυμνάζων διάθεσιν, ἔφη· Ἤκουσας ὁποῖά μοι ὁ σπερμολόγος οὗτος διαλέγεται, ἀπατῆσαί με ταῖς κεναῖς αὐτοῦ πιθανολογίαις πειρώμενος καὶ ἀποστερῆσαι τῆς τερπνῆς ταύτης εὐφροσύνης καὶ ἀπολαύσεως, καὶ ξένῳ λατρεῦσαι Θεῷ; ὁ δὲ Ζαρδάν· Τί σοι ἔδοξεν, ἔφη, ὦ βασιλεῦ, πειράζειν με τὸν σὸν οἰκέτην; οἶδα κατὰ βάθος εἰσδῦναί σου τῇ καρδίᾳ τοὺς λόγους τοῦ ἀνδρός· εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν αὐτῷ ἡδέως τε καὶ ἀδιαλείπτως ὡμίλεις. καί γε ἡμεῖς οὐκ ἀγνοοῦμεν τουτὶ τὸ κήρυγμα· ἀλλ᾽ ἐξ ὅτου ὁ σὸς πατὴρ διωγμὸν ἄσπονδον κατὰ τῶν Χριστιανῶν ἐξήγειρεν, ἀπηλάθησαν αὐτοὶ τῶν ἐντεῦθεν, καὶ ἐσίγησε τὸ κήρυγμα αὐτῶν. εἰ δὲ νῦν ἀρεστόν σοι τὸ δόγμα κατεφάνη καὶ τὸ σκληρὸν αὐτοῦ καὶ ἐπίπονον ἀναδέξασθαι ἰσχύεις, κατευθυνθείη σου τὰ θελήματα εἰς τὸ ἀγαθόν. ἐγὼ δὲ τί ποιήσω, πρὸς μὲν τὴν τοιαύτην σκληρότητα μηδ᾽ ἀντοφθαλμῆσαι δυνάμενος, τῷ δὲ φόβῳ τοῦ βασιλέως τὴν ψυχὴν ἐν ὀδύναις καὶ ἀλγηδόσι μεριζόμενος; τί ἀπολογήσομαι αὐτῷ, ἀμελῶς τοῖς αὐτοῦ διατεθεὶς προστάγμασι, καὶ τῷ ἀνδρὶ τούτῳ τῆς πρὸς σὲ παραχωρήσας εἰσόδου;

Ἔφη δὲ πρὸς αὐτὸν ὁ τοῦ βασιλέως υἱός· Ἐγὼ μέν, τῆς πολλῆς σου πρός με εὐγνωμοσύνης μηδεμίαν ἄλλην ἀξίαν ἀμοιβὴν γινώσκων, ταύτην καὶ ὑπεραξίαν εὑρηκὼς ἐπ᾽ εὐεργεσίᾳ τῇ σῇ, κατάδηλον ποιῆσαί σοι τὸ ὑπὲρ φύσιν ἀγαθὸν ἔργον πεποίηκα, τοῦ γνωρίσαι σε εἰς ὃ γεγένησαι καὶ τὸν Δημιουργὸν ἐπιγνῶναι ἀπολιπόντα τε τὸ σκότος τῷ φωτὶ προσδραμεῖν· καὶ ἤλπιζον ἅμα τῷ ἀκοῦσαί σε πόθῳ ἀσχέτῳ τούτῳ ἀκολουθῆσαι. ἀλλ᾽ ἐψεύσθην, καθὼς ὁρῶ, τῆς ἐλπίδος, χλιαρῶς σε βλέπων πρὸς τὰ λαληθέντα διακείμενον. τῷ δὲ βασιλεῖ καὶ πατρί μου εἰ ταῦτα δηλώσεις, οὐδὲν ἕτερον ποιήσεις ἢ μερίμναις αὐτοῦ καὶ λύπαις τὴν ψυχὴν ἀηδίσεις. ἀλλ᾽, εἴπερ αὐτῷ εὐγνωμονεῖς, μηδόλως ἄχρι καιροῦ τοῦ προσήκοντος ἀναγγείλῃς τι περὶ τούτων. ταῦτα μὲν πρὸς αὐτὸν λαλήσας, ἐφ᾽ ὑδάτων ἐδόκει σπείρειν· εἰς ψυχὴν γὰρ ἀσύνετον οὐκ εἰσελεύσεται σοφία.

Τῇ ἐπαύριον δὲ ὁ Βαρλαὰμ ἐλθὼν τὰ τῆς ἀποδημίας ὡμίλει· ὁ δέ, τὸν τούτου μὴ φέρων χωρισμόν, τὴν ψυχὴν ἠνιᾶτο καὶ δακρύων τοὺς ὀφθαλμοὺς ἐπεπλήρωτο. πολλὰ δὲ ὁ γέρων αὐτῷ διαλεχθείς, καὶ ἀκλόνητον διαμένειν ἐν τῷ ἀγαθῷ μαρτυράμενος, λόγοις τε παρακλητικοῖς στηρίξας αὐτοῦ τὴν καρδίαν, ἱλαρῶς αὐτὸν ἐξαποστεῖλαι ἠξίου· ἅμα δὲ καὶ προέλεγεν οὐκ εἰς μακρὸν αὐτοὺς ἑνοῦσθαι ἑνώσει ἀδιαιρέτῳ. ὁ δὲ τοῦ βασιλέως υἱός, μὴ δυνάμενος ἐπὶ πλεῖον κόπους τῷ γέροντι παρέχειν καὶ τῆς ποθουμένης αὐτὸν κωλύειν ὁδοῦ, ἅμα δὲ καὶ ὑφορώμενος μὴ δῆλα τὰ περὶ αὐτὸν ὁ Ζαρδὰν ἐκεῖνος τῷ βασιλεῖ ποιήσηται καὶ τιμωρίαις αὐτὸν ὑποβάλῃ, λέγει πρὸς αὐτόν· Ἐπείπερ σοι τοῦτο ἔδοξε, πάτερ πνευματικὲ καὶ διδασκάλων ἄριστε καὶ καλοῦ παντὸς ἐμοὶ πρόξενε, τοῦ καταλιπεῖν με τῇ τοῦ κόσμου ματαιότητι συναναστρέφεσθαι καὶ σὲ πορευθῆναι εἰς τὸν τῆς πνευματικῆς ἀναπαύσεως τόπον, οὐκ ἔτι σε κατέχειν καὶ παρεμποδίζειν τολμῶ. ἄπιθι οὖν τῇ τοῦ Θεοῦ εἰρήνῃ φρουρούμενος, καὶ τῆς ἐμῆς ἀθλιότητος ἐν ταῖς τιμίαις σου εὐχαῖς διὰ παντὸς μέμνησο διὰ τὸν Κύριον, ἵνα δυνηθῶ καταλαβεῖν σε καὶ τὸ σὸν βλέπειν τίμιον πρόσωπον πάντοτε. ποίησον δέ μου μίαν αἴτησιν· καί, ἐπείπερ οὐκ ἠθέλησάς τι λαβεῖν ὑπὲρ τῶν συνασκητῶν σου, δέξαι κἂν ὑπὲρ σεαυτοῦ μικρόν τι χρῆμα εἰς διατροφὴν καὶ ἱμάτιον εἰς ἀμφίασιν.

ὁ δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· Εἰ ὑπὲρ τῶν ἀδελφῶν μου οὐκ ἐδεξάμην τι παρὰ σοῦ (οὐδὲ γὰρ ἐκεῖνοι χρῄζουσιν ἐπιλαβέσθαι τῶν ὑλῶν τοῦ κόσμου ὧν ἑκόντες ἐμάκρυναν), πῶς ἐμαυτῷ περιποιήσομαι ὅπερ ἐκείνοις ἀπηγόρευσα; εἰ μὲν γὰρ καλὸν ἦν ἡ τῶν χρημάτων κτῆσις, ἐκείνοις ἂν πρὸ ἐμοῦ τούτων μετέδωκα· ἐπεὶ δὲ ὀλεθρίαν τὴν αὐτῶν ἐπίσταμαι κτῆσιν, οὔτε ἐκείνους, οὔτε μὴν ἐμαυτὸν τοῖς τοιούτοις ὑποβαλῶ βρόχοις.

Ὡς δὲ καὶ ἐν τούτῳ πείθειν οὐκ εἶχε, δευτέρας ἱκετηρίας ἀρχή, καὶ δευτέραν πάλιν αἴτησιν ποιεῖται, μὴ πάντη αὐτοῦ παριδεῖν τὰς δεήσεις, μηδὲ πᾶσαν αὐτῷ καταχέαι τὴν ἀθυμίαν, ἀλλὰ καταλιπεῖν αὐτῷ τὸ ἐρρικνωμένον ἱμάτιον ἐκεῖνο καὶ τραχὺ παλλίον, ἅμα μὲν εἰς μνήμην τῆς τοῦ διδασκάλου ἀσκήσεως, ἅμα δὲ εἰς φυλακτήριον αὐτῷ ἀπὸ πάσης σατανικῆς ἐνεργείας, λαβεῖν δὲ παρ᾽ αὐτοῦ ἕτερον ἀντ᾽ ἐκείνου· Ὡς ἄν, τὸ παρ᾽ ἐμοῦ, φησί, δοθὲν ὁρῶν, τὴν ἐμὴν ἐπὶ μνήμης φέρῃς ταπεινότητα.

Ὁ δὲ γέρων ἔφη· Τὸ μὲν παλαιὸν καὶ διερρωγὸς δοῦναί σοι καὶ λαβεῖν καινὸν ἔνδυμα, οὐ θέμις, ἵνα μὴ τοῦ μικροῦ κόπου μου τὴν ἀμοιβὴν ἐνθάδε ἀπολαβεῖν κατακριθῶ· ἵνα δέ σου τὴν προθυμίαν μὴ ἐγκόψω, παλαιὰ καὶ μηδὲν τῶν ἐμῶν διαφέροντα ἔστωσαν τὰ διδόμενά μοι παρὰ σοῦ. ζητήσας δὲ ὁ τοῦ βασιλέως υἱὸς τρίχινα ῥάκη παλαιά, καὶ ταῦτα δοὺς τῷ γέροντι, τὰ ἐκείνου λαβὼν ἔχαιρε, πάσης πορφύρας καὶ βασιλικῆς ἁλουργίδος τιμιώτερα ταῦτα ἀσυγκρίτως ἡγούμενος.

Ὁ δὲ θειότατος Βαρλαάμ, ἀπιέναι ὅσον οὔπω βουλόμενος, τὰ τῆς ἐκδημίας ὡμίλει, καὶ τελευταίαν αὐτῷ διδασκαλίαν προσῆγεν· Ἀδελφέ, λέγων, ἠγαπημένε καὶ τέκνον γλυκύτατον, ὃ διὰ τοῦ Εὐαγγελίου ἐγέννησα, οἶδας τίνι ἐστρατεύθης βασιλεῖ καὶ πρὸς τίνα τὰς ὁμολογίας σου διέθου. δεῖ οὖν βεβαίας ταύτας φυλάξαι, καὶ τὰ τῆς στρατείας προθύμως τελέσαι, ὅσα ὑπέσχου ἐν τῇ τῆς ὁμολογίας χάρτῃ τῷ πάντων Δεσπότῃ, πάσης παρούσης τῆς ἐπουρανίου στρατιᾶς καὶ συμμαρτυρούσης, ἅμα δὲ καὶ ἀπογραφομένης τὰ ὁμολογηθέντα, ἅτινα φυλάττων μακάριος ἔσῃ. μηδὲν οὖν τῶν παρόντων Θεοῦ καὶ τῶν αὐτοῦ προκρίνῃς ἀγαθῶν. τί γὰρ ἂν οὕτω φοβερὸν εἴη τῶν παρόντων, ὡς γέεννα πυρὸς αἰωνίου, μήτε τοῦ καίοντος ὅλως φῶς ἔχοντος, μήτε τοῦ κολάζοντός ποτε λήγοντος; τί δὲ πάλιν τῶν τοῦ κόσμου καλῶν τηλικοῦτον εὐφράνοι, ὡς Θεὸς αὐτὸς ἐκεῖνος τοῖς ἀγαπήσασι χαριζόμενος; οὗπερ τὸ κάλλος μὲν ἄφατον, δυναστεία δὲ ἄμαχος καὶ ἡ δόξα ἀΐδιος· οὗπερ τὰ ἀγαθά, τὰ τοῖς αὐτοῦ φίλοις ἀποκείμενα, πάντων τῶν ὁρωμένων ἀσυγκρίτως ὑπερέχει, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ὧν κληρονόμος ἀναδειχθείης, τῇ τοῦ Θεοῦ φρουρούμενος κραταιοτάτῃ χειρί.

Ὁ δὲ τοῦ βασιλέως υἱός, δάκρυσι συγκεχυμένος, ἠνιᾶτο καὶ ἤσχαλλε, φιλοστόργου πατρὸς καὶ διδασκάλου ἀρίστου ἀπολειφθῆναι μὴ ἀνεχόμενος· Καὶ τίς μοι, φησίν, ὦ πάτερ, τὴν σὴν πληρώσει τάξιν; ὑπὸ τίνι δὲ ἐγὼ τοιούτῳ ποιμένι καὶ ὁδηγῷ ψυχικῆς σωτηρίας γενήσομαι; τί τοῦ σοῦ παραμύθιον ποιήσομαι πόθου; ἰδοὺ γὰρ ἐμὲ τὸν πονηρὸν δοῦλον καὶ ἀποστάτην τῷ Θεῷ προσήγαγες, καὶ εἰς υἱοῦ καὶ κληρονόμου κατέστησας τάξιν, καὶ τὸν ἀπολωλότα καὶ ὀρειάλωτον, τὸν παντὶ θηρίῳ ἕτοιμον εἰς βοράν, ἐζήτησας, καὶ τοῖς ἀπλανέσι κατέμιξας Θεοῦ προβάτοις· καὶ ἔδειξάς μοι τὴν ἐπίτομον τῆς ἀληθείας ὁδόν, ἐξαγαγών με τοῦ σκότους καὶ τῆς σκιᾶς τοῦ θανάτου, καί, τοὺς πόδας μου μεταγαγὼν ἐκ τῆς ὀλισθηρᾶς καὶ θανατηφόρου καὶ σκολιωτάτης καὶ καμπύλης ἀτραποῦ, μεγάλων καὶ θαυμασίων μοι γέγονας πρόξενος ἀγαθῶν, καὶ ὧν οὐδεὶς ἐξαρκέσειε λόγος τὸ ὑπερέχον διηγήσασθαι. μεγάλων καὶ αὐτὸς ὑπὲρ ἐμοῦ τοῦ μικροῦ μετάσχοις τοῦ Θεοῦ δωρεῶν· καὶ τῆς ἐμῆς εὐχαριστίας ὑστέρημα πληρώσαι Κύριος, ὁ μόνος νικῶν ταῖς τῶν δωρεῶν ἀντιδόσεσι τοὺς αὐτὸν ἀγαπῶντας.

Ὁ δὲ Βαρλαάμ, τῆς θρηνῳδίας αὐτὸν ἐκκόπτων, ἀναστὰς εἰς εὐχὴν ἵστατο, καὶ τὼ χεῖρε εἰς οὐρανοὺς διάρας· Ὁ Θεός, ἔλεγε, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ φωτίσας τὰ πρὶν ἐσκοτισμένα, καὶ τὴν ὁρατὴν ταύτην καὶ ἀόρατον κτίσιν ἐκ τοῦ μὴ ὄντος παραγαγών, ὁ τὸ σὸν ἐπιστρέψας πλάσμα καὶ μὴ ἐάσας ἡμᾶς ὀπίσω τῆς ἀφροσύνης ἡμῶν πορεύεσθαι, εὐχαριστοῦμέν σοι, καὶ τῇ σῇ σοφίᾳ καὶ δυνάμει τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, δι᾽ οὗ καὶ τοὺς αἰῶνας ἐποίησας, πεσόντας τε ἡμᾶς ἀνέστησας, καὶ πεπλημμεληκόσι τὰς ἁμαρτίας ἀφῆκας, πλανηθέντας ἐπανήγαγες, αἰχμαλωτισθέντας ἐλυτρώσω, τεθνηκότας ἐζωποίησας τῷ τιμίῳ τοῦ Υἱοῦ σου καὶ δεσποτικῷ αἵματι. σὲ οὖν ἐπικαλοῦμαι, καὶ τὸν μονογενῆ σου Υἱόν, καὶ τὸ πανάγιόν σου Πνεῦμα· ἔπιδε ἐπὶ τὸ λογικόν σου πρόβατον τοῦτο, τὸ προσελθὸν δι᾽ ἐμοῦ τοῦ ἀναξίου εἰς θυσίαν σοι, καὶ ἁγίασον αὐτοῦ τὴν ψυχὴν τῇ σῇ δυνάμει καὶ χάριτι· ἐπίσκεψαι τὴν ἄμπελον ταύτην τὴν φυτευθεῖσαν διὰ τοῦ Ἁγίου σου Πνεύματος, καὶ δὸς αὐτὴν καρποφορῆσαι καρπὸν δικαιοσύνης· ἐνίσχυσον αὐτόν, βεβαιῶν ἐν αὐτῷ τὴν διαθήκην σου, καὶ ἐξελοῦ τῆς ἀπάτης τοῦ διαβόλου.

τῇ σοφίᾳ τοῦ ἀγαθοῦ σου Πνεύματος δίδαξον αὐτὸν ποιεῖν τὸ θέλημά σου, καὶ τὴν βοήθειάν σου μὴ ἀφέλῃς ἀπ᾽ αὐτοῦ, ἀξιῶν σὺν ἐμοὶ τῷ ἀχρείῳ σου οἰκέτῃ τῶν ἀτελευτήτων σου ἀγαθῶν κληρονόμον γενέσθαι, ὅτι εὐλογητὸς εἶ καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. ἀμήν.

Τελέσας δὲ τὴν εὐχὴν καὶ ἐπιστραφείς, κατησπάσατο τὸ τέκνον ἤδη τοῦ ἐπουρανίου Πατρός. εἰρήνην τε αὐτῷ ἐπευξάμενος καὶ σωτηρίαν αἰώνιον, ἐξῆλθε τοῦ παλατίου, καὶ ἀπῄει χαίρων καὶ εὐχαριστῶν τῷ Θεῷ, τῷ εὐοδώσαντι τὴν ὁδὸν αὐτοῦ εἰς ἀγαθόν.