Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Βίος Βαρλαὰμ καὶ Ἰωάσαφ

Ἰωάννης ὁ Δαμασκηνός

Η σύγκρουση με τον βασιλιά και η οργάνωση της δημόσιας συζήτησης

Οι παραινέσεις και οι απειλές του Αβεννήρ προς τον Ιωάσαφ, η σταθερή ομολογία πίστεως του διαδόχου και η απόφαση διεξαγωγής δημόσιας θεολογικής αντιπαράθεσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 8 από 13

Μετὰ γοῦν δύο ἡμέρας ὁ βασιλεὺς παραγίνεται πρὸς τὸ τοῦ υἱοῦ παλάτιον. καὶ τούτου εἰς ὑπάντησιν ἐξελθόντος, οὐκ ἠσπάσατο συνήθως ὁ πατήρ· ἀλλ᾽, ἀχθομένῳ ὥσπερ καὶ ὀργιζομένῳ ἐοικώς, εἰσελθὼν ἐν τῷ βασιλικῷ κοιτῶνι, σκυθρωπάζων ἐκαθέσθη. εἶτα, τὸν υἱὸν προσκαλεσάμενος, ἔφη· Τίς ἡ διηχοῦσά μου τὰς ἀκοὰς φήμη, τέκνον, καὶ ἀθυμίαις μου τὴν ψυχὴν κατατήκουσα; οὐδένα γὰρ τῶν ἀνθρώπων τοσαύτης ἐμπιπλᾶσθαι χαρᾶς ποτε οἶμαι ἐπὶ τέκνου γεννήσει, ὅσης ἐγὼ ἐπὶ σοὶ μετέσχον θυμηδίας· οὐδ᾽ αὖ πάλιν λυπηθῆναί τινα καὶ κακῶς παρὰ παιδὸς διατεθῆναι δοκῶ, ὡς σύ με νῦν διέθηκας καὶ τὴν ἐμὴν ἠτίμασας πολιάν, τὸ φῶς τε περιῆρας τῶν ὀφθαλμῶν μου καὶ τὴν τῶν ἐμῶν νεύρων ἐξέκοψας ἰσχύν· φόβος γὰρ ὃν ἐφοβούμην περὶ σοῦ ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. καὶ γέγονας τῶν ἐχθρῶν μου ἐπίχαρμα καὶ τῶν ὑπεναντίων μου κατάγελως. ἀπαιδεύτῳ φρενὶ καὶ νηπιώδει γνώμῃ τοῖς τῶν ἀπατεώνων ῥήμασιν ἐξακολουθήσας, καὶ τὴν βουλὴν τῶν κακοφρόνων τῆς ἐμῆς προκρίνας βουλῆς, καὶ τῶν ἡμετέρων θεῶν τὸ σέβας καταλιπών, ἀλλοτρίῳ ἐλάτρευσας Θεῷ. ἵνα τί, τέκνον, ταῦτα πεποίηκας; καὶ ὃν ἤλπιζον ἐν πάσῃ ἐκτρέφειν ἀσφαλείᾳ καὶ τοῦ γήρως ἔχειν βακτηρίαν καὶ ἰσχύν, διάδοχόν τε ἄριστον καταλιμπάνειν τῆς βασιλείας, τὰ τῶν ἐχθρῶν οὐκ ᾐδέσθης καὶ πολεμίων ἐνδείξασθαι εἰς ἐμέ;

οὐκ ἔδει σε ἐμοὶ μᾶλλον πείθεσθαι καὶ τοῖς ἐμοῖς ἕπεσθαι δόγμασιν, ἢ τοῦ δολίου καὶ σαπροῦ γέροντος εἴκειν ταῖς φληνάφοις μωρολογίαις, τοῦ πικράν σοι ἀντὶ τῆς γλυκείας ὑποθεμένου ζωήν, καὶ ἀντὶ τῆς ποθεινοτάτης τρυφῆς τὴν σκληρὰν καὶ τραχεῖαν ὁδεύειν ὁδόν, ἣν ὁ τῆς Μαρίας Υἱὸς ἰέναι προτρέπεται, οὐ δέδοικας δὲ τῶν μεγίστων θεῶν τὴν ὀργήν, μὴ κεραυνῷ σε βαλοῦσιν, ἢ σκηπτῷ θανατώσουσιν, ἢ χάσματι γῆς καταποντίσουσιν, ἀνθ᾽ ὧν τοὺς τοσαῦτα ἡμᾶς εὐηργετηκότας καὶ διαδήματι βασιλείας κατακοσμήσαντας, καὶ ἔθνη πολυάνθρωπα ὑποτάξαντας, καὶ σὲ παρ᾽ ἐλπίδα δι᾽ εὐχῆς ἐμῆς καὶ δεήσεως γεννηθῆναι καὶ τοῦ γλυκυτάτου μετέχειν φωτὸς τούτου παρασκευάσαντας, παρωσάμενος καὶ ἐξουθενήσας, τῷ ἐσταυρωμένῳ προσεκολλήθης, ταῖς ματαίαις ἐλπίσι τῶν αὐτοῦ θεραπόντων φενακισθείς, καινούς τινας μυθολογούντων αἰῶνας καὶ νεκρῶν σωμάτων ἀνάστασιν ληρούντων, καὶ ἄλλα μυρία πρὸς ἀπάτην τῶν ἀνοήτων παρεισαγόντων;

ἀλλά γε νῦν, φίλτατε υἱέ, εἴ τι μοι πείθῃ τῷ πατρί, μακρὰν τοῖς μακροῖς τούτοις λήροις χαίρειν εἰπών, θῦσον προσελθὼν τοῖς εὐμενέσι θεοῖς, ἑκατόμβαις τε αὐτοὺς καὶ σπονδαῖς ἐκμειλιξώμεθα, ἵνα συγγνώμην σοι τοῦ πταίσματος παράσχοιντο· δυνατοὶ γάρ εἰσι καὶ ἰσχύοντες εὐεργετεῖν τε καὶ τιμωρεῖσθαι, καί σοι παράδειγμα τῶν λεγομένων, ἡμεῖς οἱ δι᾽ αὐτῶν εἰς ταύτην τὴν ἀρχὴν προελθόντες, καὶ χάριτας αὐτοῖς τῆς εὐεργεσίας, τάς τε πρὸς τοὺς σεβομένους τιμὰς καὶ τὰς πρὸς τοὺς μὴ πειθομένους αὐτοῖς θύειν κολάσεις παρέχοντες.

Πολλὰς οὖν τοιαύτας βαττολογίας τοῦ βασιλέως διεξελθόντος, τὰ μὲν ἡμέτερα διακωμῳδοῦντος καὶ διαβάλλοντος, τὰ τῶν εἰδώλων δὲ ἐγκωμιάζοντος καὶ ἐπαινοῦντος, ἰδὼν ὁ θειότατος νεανίας ὡς οὐκ ἔτι δεῖται τὸ πρᾶγμα γωνίας καὶ ἐπικρύψεως, ἀλλὰ λυχνίας καὶ περιωπῆς, μᾶλλον ὥστε φανερὸν ἅπασι καταστῆναι, παρρησίας καὶ θάρσους ὑποπλησθείς, ἔφη.

Ὅ μοι πέπρακται, δέσποτα, οὐκ ἂν ἀρνηθείην. τὸ σκότος ἐξέφυγον, τῷ φωτὶ προσδραμών· καὶ τὴν πλάνην ἀπέλιπον, τῇ ἀληθείᾳ οἰκειωθείς· καὶ τοῖς δαίμοσιν ἀποταξάμενος, Χριστῷ συνεταξάμην, τῷ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱῷ καὶ Λόγῳ, οὗ τῷ ῥήματι παρήχθη τὸ πᾶν ἐκ μὴ ὄντων, ὃς καί, τὸν ἄνθρωπον ἐκ χοὸς διαπλάσας, ζωτικὴν ἐνεφύσησε πνοήν, ἐν παραδείσῳ τε τῆς τρυφῆς ἔθετο διαιτᾶσθαι, παραβάντα δὲ τὴν ἐντολὴν αὐτοῦ καὶ τῷ θανάτῳ ὑπόδικον γενόμενον, τῇ ἐξουσίᾳ τε τοῦ δεινοῦ κοσμοκράτορος ὑπαχθέντα, οὐκ ἀπέστη πάντα ποιῶν πρὸς τὴν ἀρχαίαν βουλόμενος ἐπαναγαγεῖν τιμήν. διὸ αὐτὸς ὁ πάσης τῆς κτίσεως ποιητὴς καὶ τοῦ ἡμετέρου γένους δημιουργὸς ἄνθρωπος ἐγένετο δι᾽ ἡμᾶς καὶ ἐπὶ γῆς ἐλθὼν ἐκ Παρθένου ἁγίας τοῖς ἀνθρώποις συνανεστρέφετο, καὶ ὑπὲρ ἡμῶν τῶν ἀγνωμόνων οἰκετῶν ὁ Δεσπότης θάνατον κατεδέξατο καὶ θάνατον τὸν διὰ σταυροῦ, ὅπως λυθῇ τῆς ἁμαρτίας ἡ τυραννίς, ὅπως ἡ προτέρα καταδίκη ἀναιρεθῇ, ὅπως ἀνοιγῶσι πάλιν ἡμῖν αἱ οὐρανοῦ πύλαι. ἐκεῖ γὰρ τὴν φύσιν ἡμῶν ἀνήγαγε καὶ ἐπὶ θρόνου δόξης κεκάθικε, βασιλείαν τε τὴν ἀτελεύτητον ἐδωρήσατο τοῖς αὐτὸν ἀγαπῶσι καὶ ἀγαθὰ τὰ κρείττονα καὶ λόγου καὶ ἀκοῆς.

αὐτὸς γάρ ἐστιν ὁ κραταιὸς καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, οὗ τὸ κράτος ἄμαχον καὶ ἡ δυναστεία ἀνείκαστος, ὁ μόνος ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι δοξαζόμενος, εἰς ἃ βεβάπτισμαι. καὶ ὁμολογῶ, δοξάζω τε καὶ προσκυνῶ ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσιν ὁμοούσιόν τε καὶ ἀσύγχυτον, ἄκτιστόν τε καὶ ἀθάνατον, αἰώνιον, ἄπειρον, ἀπεριόριστον, ἀσώματον, ἀπαθῆ, ἄτρεπτον, ἀναλλοίωτον, ἀόριστον, πηγὴν ἀγαθότητος καὶ δικαιοσύνης καὶ φωτὸς ἀϊδίου, πάντων κτισμάτων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, συνέχοντά τε πάντα καὶ συντηροῦντα, πάντων προνοούμενον, κρατοῦντά τε πάντων καὶ βασιλεύοντα. οὔτε γὰρ ἐγένετό τι τῶν ὄντων χωρὶς αὐτοῦ, οὔτε τῆς αὐτοῦ προνοίας ἄνευ συνίστασθαί τι δύναται· αὐτὸς γάρ ἐστι πάντων ἡ ζωή, πάντων ἡ σύστασις, πάντων ὁ φωτισμός, ὅλος γλυκασμὸς καὶ ἐπιθυμία ἀκόρεστος, καὶ πάντων τῶν ἐφετῶν τὸ ἀκρότατον. τὸ καταλιπεῖν οὖν τὸν οὕτως ἀγαθόν, οὕτω σοφόν, οὕτω δυνατὸν Θεόν, καὶ δαίμοσιν ἀκαθάρτοις, δημιουργοῖς πάντων τῶν παθῶν, λατρεῦσαι, ξοάνοις τε κωφοῖς καὶ ἀλάλοις σέβας ἀπονεῖμαι, τοῖς μήτε οὖσί τι μήτε ἐσομένοις, πόσης οὐκ ἂν εἴη πέρα ἀνοίας καὶ παραφροσύνης; πότε γὰρ ἠκούσθη τις λαλιὰ ἢ λόγος παρ᾽ αὐτῶν; πότε κἂν σμικρὰν ἀπόκρισιν τοῖς εὐχομένοις αὐτοῖς δεδώκασι;

πότε περιεπάτησαν ἢ αἴσθησίν τινα ἐδέξαντο; οὔτε γὰρ οἱ ἱστάμενοί ποτε καθέδρας ἐμνήσθησαν, οὔτε οἱ καθήμενοι ἀναστάντες ὤφθησαν. τούτων τὸ εἰδεχθὲς καὶ δυσῶδες καὶ ἀναίσθητον, ἔτι δὲ καὶ τῶν ἐνεργούντων ἐν αὐτοῖς καὶ δι᾽ αὐτῶν ὑμᾶς ἀπατώντων δαιμόνων τὸ σαθρὸν καὶ ἀσθενὲς παρὰ ἀνδρὸς ἁγίου μαθών, καὶ τῆς αὐτῶν κακίας καταπτύσας, καὶ τέλειον μῖσος μισήσας αὐτούς, τῷ ζῶντι καὶ ἀληθινῷ συνεταξάμην Θεῷ· καὶ αὐτῷ δουλεύσω μέχρι τελευταίας ἀναπνοῆς, ἵνα καὶ εἰς τὰς αὐτοῦ χεῖρας ἔλθοι μου τὸ πνεῦμα. τῶν τοιούτων οὖν συναντησάντων μοι ἀνεκδιηγήτων ἀγαθῶν, ἔχαιρον μὲν τῆς δουλείας ἀπαλλαγεὶς τῶν πονηρῶν δαιμόνων καὶ τῆς δεινῆς ἀνακληθεὶς αἰχμαλωσίας, καὶ τῷ φωτὶ περιλαμφθεὶς τοῦ προσώπου Κυρίου· ἠνιώμην δὲ καὶ τὴν ψυχὴν ἐμεριζόμην, ὅτι μὴ καὶ αὐτὸς ὁ δεσπότης μου καὶ πατὴρ τῶν τοιούτων μετεῖχες εὐεργεσιῶν. ἀλλὰ δεδοικώς σου τῆς γνώμης τὸ δυσπειθές, κατεῖχον ἐν ἐμαυτῷ τὴν λύπην, μὴ παροργίσαι σε βουλόμενος, τὸν Θεὸν δὲ ἀπαύστως ἱκέτευον ἑλκῦσαί σε πρὸς ἑαυτὸν καὶ τῆς μακρᾶς ἀνακαλέσασθαι ἐξορίας ἧς αὐτὸς προεξένησας σεαυτῷ, δραπέτης οἴμοι τῆς εὐσεβείας γενόμενος καὶ κακίας ὑπηρέτης πάσης καὶ ἀσεβείας.

ἐπεὶ δὲ αὐτός, ὦ πάτερ, εἰς ἐμφανὲς τὰ κατ᾽ ἐμὲ ἤγαγες, τὸ πᾶν τῆς ἐμῆς ἄκουε γνώμης· οὐ ψεύσομαι τὰς πρὸς Χριστόν μου συνθήκας, οὐ, μὰ τὸν ἐξαγοράσαντά με τῆς δουλείας τῷ τιμίῳ αὐτοῦ αἵματι, κἂν μυριάκις με δεῖ ἀποθανεῖν ὑπὲρ αὐτοῦ, θανοῦμαι. τὰ περὶ ἐμοῦ τοίνυν οὕτως εἰδώς, μηκέτι κόπους σεαυτῷ πάρεχε, μεταπείθειν με ἐπιχειρῶν τῆς καλῆς ὁμολογίας. ὡς γάρ σοι τοῦ οὐρανοῦ ἐπιλαβέσθαι δόξαντι τῇ χειρί, ἢ τὰ θαλάττια ξηρᾶναι πελάγη, ἄπρακτον ἂν τὸ ἐγχείρημα ἦν καὶ ἀνήνυτον, οὕτω δὴ καὶ τοῦτο γίνωσκε εἶναι. ἢ τοίνυν αὐτός, τῆς ἐμῆς ἀκούσας βουλῆς, τῷ Χριστῷ οἰκειώθητι, καὶ τῶν ὑπὲρ ἔννοιαν λήψῃ ἀγαθῶν, κοινωνοί τε ἀλλήλοις ἐσόμεθα, ὥσπερ τῆς φύσεως, οὕτω δὴ καὶ τῆς πίστεως· ἢ τῆς σῆς ἀποστήσομαι, εὖ ἴσθι, υἱότητος, καὶ τῷ Θεῷ μου λατρεύσω καθαρῷ συνειδότι.

Ταῦτα οὖν πάντα ὡς ἤκουσεν ὁ βασιλεύς, ὀξύτατα κινηθεὶς καὶ θυμῷ ἀσχέτῳ καταληφθείς, ὀργίλως αὐτῷ ἐλάλει, καὶ πικρῶς τοὺς ὀδόντας ἔβρυχε, μαινομένῳ ἐοικώς· Καὶ τίς, φησίν, ὁ τοιούτων μοι αἴτιος τῶν κακῶν, ἢ αὐτὸς ἐγὼ οὕτως σοι διατεθεὶς καὶ τοιαῦτα ἐπὶ σοὶ ἐργασάμενος ἃ οὐδεὶς πώποτε τῶν πατέρων πεποίηκε; διό σου τῆς γνώμης τὸ σκολιὸν καὶ φιλόνεικον, δύναμιν τῇ ἐξουσίᾳ προσλαβόμενον, κατὰ τῆς ἐμῆς κεφαλῆς μανῆναί σε πεποίηκε. δικαίως οὖν ἐν τῇ σῇ γεννήσει οἱ ἀστρολόγοι δεινὸν εἶπον ἀποβήσεσθαί σε καὶ παμπόνηρον ἄνδρα, ἀλαζόνα τε καὶ γονεῦσιν ἀπειθῆ. ἀλλὰ νῦν, εἰ τὴν ἐμὴν ἀκυρώσεις βουλὴν καὶ τῆς ἐμῆς ἀποστήσῃ υἱότητος, ὡς ἐχθρός σοι διατεθείς, ἐκεῖνα ποιήσω σοι, ἅπερ οὐδὲ πολεμίοις τις ἐνεδείξατο.

Αὖθις δὲ ἐκεῖνος, Τί, φησίν, ὦ βασιλεῦ, εἰς ὀργὴν ἀνήφθης; ὅτι τοιούτων ἐγὼ ἠξίωμαι ἀγαθῶν, λελύπησαι; καὶ τίς ποτε πατὴρ ἐπὶ τῇ τοῦ υἱοῦ εὐτυχίᾳ ἀχθόμενος ὡράθη; ἢ πῶς πατὴρ ὁ τοιοῦτος, καὶ οὐκ ἐχθρός, λογισθείη; οὐκοῦν οὐδὲ ἐγὼ τοῦ λοιποῦ πατέρα μού σε καλέσω· ἀλλ᾽ ἀποστήσομαί σου, ὥσπερ τις φεύγει ἀπὸ ὄφεως, εἰ γνώσομαι φθονεῖν σε τὴν ἐμὴν σωτηρίαν, εἰς ἀπώλειαν δὲ βιαίᾳ συνωθεῖν με χειρί. εἰ γὰρ βιάζειν με καὶ τυραννεῖν θελήσειας, καθὰ δὴ καὶ εἶπας, οὐδὲν ἄλλο κερδανεῖς, εὖ ἴσθι, ἢ τὸ ἀντὶ πατρὸς τύραννος καὶ φονεὺς κληθῆναι μόνον· ἐπεὶ ῥᾷόν σοι ἀετοῦ ἴχνεσιν ἐφικέσθαι καὶ κατ᾽ αὐτὸν τὸν ἀέρα διίπτασθαι, ἢ τὴν ἐμὴν μεταπείσειν εἰς Χριστὸν πίστιν, καὶ ἣν αὐτῷ ὡμολόγησα καλὴν ὁμολογίαν. ἀλλὰ σύνες, ὦ πάτερ, καί, τὴν λήμην καὶ ἀχλὺν ἀποτινάξας τῶν τοῦ νοὸς ὀμμάτων, ἀνάβλεψον ἰδεῖν τὸ πᾶσι περιλάμπον τοῦ Θεοῦ μου φῶς, καὶ αὐτός ποτε περιλάμφθητι τῷ γλυκυτάτῳ τούτου φωτί. ἵνα τί γὰρ ὅλως τοῖς πάθεσι καὶ θελήμασιν ἐξεδόθης τῆς σαρκός, καὶ ἀνάνευσις οὐκ ἔστι; γνῶθι ὅτι πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος αὐτοῦ ἐκπέπτωκε, τὸ δὲ ῥῆμα τοῦ Κυρίου μου, τὸ εὐαγγελισθὲν ἐπὶ πάντας, μενεῖ εἰς τὸν αἰῶνα.

τί οὖν οὕτως ἐμμανῶς ἀντέχῃ καὶ περιέχῃ τῆς δίκην τῶν ἐαρινῶν ἀνθέων μαραινομένης καὶ ἀφανιζομένης δόξης, καὶ τῆς βδελυρᾶς καὶ δυσώδους τρυφῆς, καὶ τῶν τῆς γαστρὸς καὶ ὑπὸ γαστέρα μιαρωτάτων παθῶν, ἅτινα πρὸς καιρὸν ἡδύνουσι τὰς αἰσθήσεις τῶν ἀνοήτων, ὕστερον μέντοι πικροτέρας χολῆς ποιοῦνται τὰς ἀναδόσεις, ὅταν αἱ μὲν σκιαὶ αὗται καὶ τὰ ἐνύπνια τοῦ ματαίου τούτου παρέλθωσι βίου, ἐν ὀδύνῃ δὲ διηνεκεῖ πυρὸς ἀσβέστου καὶ σκοτεινοῦ κατακλεισθῶσιν οἱ τούτων ἐρασταί, καὶ τῆς ἀνομίας ἐργάται, ἔνθα ὁ σκώληξ αὐτοὺς ὁ ἀκοίμητος ἀτελεύτητα κατεσθίει, καὶ τὸ πῦρ ἄληκτα καὶ ἀκατάσβεστα εἰς αἰῶνας κατακαίει ἀπεράντους; μεθ᾽ ὧν οἴμοι καὶ αὐτὸς κατακλεισθεὶς καὶ χαλεπῶς ὀδυνώμενος, πολλὰ μὲν μεταγνώσῃ τῶν δεινῶν βουλευμάτων, πολλὰ δὲ ἐπιζητήσεις τὰς νῦν ἡμέρας καὶ τῶν ἐμῶν ἐπιμνησθήσῃ ῥημάτων· ἀλλ᾽ ὄφελος τῆς μεταμελείας οὐκ ἔσται. ἐν γὰρ τῷ ᾅδῃ ἐξομολόγησις καὶ μετάνοια οὐχ ὑπάρχει· ἀλλ᾽ ὁ παρὼν ὡρίσθη καιρὸς τῆς ἐργασίας, ὁ δὲ μέλλων τῆς ἀνταποδόσεως.

εἰ μὲν γὰρ τὰ παρόντα τερπνὰ οὐκ ἀφανισμῷ ὑπέκειτο καὶ ῥοῇ, ἀλλὰ συνδιαιωνίζειν ἔμελλε τοῖς αὐτῶν δεσπόταις, οὐδὲ οὕτως ἔδει τῶν τοῦ Χριστοῦ δωρεῶν καὶ ὑπὲρ ἔννοιαν ἀγαθῶν ταῦτα προκρῖναι· καθ᾽ ὅσον γὰρ ὁ ἥλιος τῆς βαθείας ἐστὶ νυκτὸς λαμπρότερος καὶ διαυγέστερος, τοσοῦτον καὶ πολλῷ πλέον τὰ ἐπηγγελμένα ἀγαθὰ τοῖς ἀγαπῶσι τὸν Θεὸν πάσης ἐπιγείου βασιλείας καὶ δόξης ἐνδοξότερά τε ὑπάρχει καὶ μεγαλοπρεπέστερα, καὶ ἔδει πάντως τὰ μείζονα τῶν εὐτελεστέρων προκρῖναι. ἐπεὶ δὲ καὶ ῥευστὰ τὰ τῇδε πάντα καὶ φθορᾷ ὑποκείμενα ὡς ὄναρ τε καὶ ὡς σκιὰ καὶ ἐνύπνιον παρέρχεται καὶ ἀφανίζεται, καὶ αὔραις μᾶλλον ἔστι πιστεύειν οὐχ ἱσταμέναις καὶ νηὸς ποντοπορούσης ἴχνεσιν ἢ ἀνθρώπων εὐημερίᾳ, πόσης εὐηθείας ἤ, μᾶλλον εἰπεῖν, ἀνοίας τε καὶ παραφροσύνης τὰ φθαρτὰ καὶ ἐπίκηρα, ἀσθενῆ τε καὶ οὐδαμινά, τῶν ἀφθάρτων προκρῖναι καὶ αἰωνίων, ἀκηράτων τε καὶ ἀτελευτήτων, καὶ τῇ προσκαίρῳ τούτων ἀπολαύσει τῆς ἀδιαδόχου στερηθῆναι τῶν ἀγαθῶν ἐκείνων ἀπολαύσεως; οὐ συνήσεις ταῦτα, ὦ πάτερ; οὐ παραδραμεῖς τὰ παρατρέχοντα, καὶ προσθήσῃ τοῖς ἐπιμένουσιν; οὐ προτιμήσεις τὴν κατοικίαν τῆς παροικίας, τὸ φῶς τοῦ σκότους, τὸ πνεῦμα τῆς σαρκός, τὴν αἰώνιον ζωὴν τῆς σκιᾶς τοῦ θανάτου, τὰ μὴ λυόμενα τῶν ῥεόντων;

οὐκ ἐκφεύξῃ τῆς χαλεπῆς δουλείας τοῦ δεινοῦ κοσμοκράτορος, τοῦ πονηροῦ, φημί, διαβόλου, καὶ τῷ ἀγαθῷ καὶ εὐσπλάγχνῳ καὶ πανοικτίρμονι οἰκειωθήσῃ Δεσπότῃ; οὐ, τῆς τῶν πολλῶν ἀποστὰς καὶ ψευδωνύμων θεῶν λατρείας, τῷ ἑνὶ λατρεύσεις ἀληθινῷ καὶ ζῶντι Θεῷ; εἰ γὰρ καὶ ἥμαρτες αὐτῷ, πολλὰ βλασφημήσας καὶ τοὺς αὐτοῦ θεράποντας δειναῖς ἀνελὼν τιμωρίαις, ἀλλὰ δέξεταί σε, εὖ οἶδα, ὁ ἀγαθὸς ἐπιστρέψαντα καὶ πάντων σου ἀμνημονεύσει τῶν πλημμελημάτων· οὐ βούλεται γὰρ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, ὁ ἐκ τῶν ἀνεκδιηγήτων κατελθὼν ὑψωμάτων ἐπὶ ζήτησιν τῶν πλανηθέντων ἡμῶν, σταυρόν τε καὶ μάστιγας καὶ θάνατον ὑπομείνας δι᾽ ἡμᾶς, καὶ τῷ τιμίῳ αὐτοῦ αἵματι ἐξαγοράσας ἡμᾶς τοὺς πεπραμένους ὑπὸ τὴν ἁμαρτίαν. αὐτῷ ἡ δόξα καὶ αἴνεσις εἰς τοὺς αἰῶνας. ἀμήν.

Τοῦ δὲ βασιλέως ἐκπλήξει τε ἅμα καὶ ὀργῇ ληφθέντος, τὸ μὲν ἐπὶ τῇ τοῦ παιδὸς συνέσει καὶ τοῖς ἀναντιρρήτοις αὐτοῦ ῥήμασι, τὸ δὲ ἐφ᾽ ᾧ ἐκείνου οὐ διέλιπεν ἐνδιαβάλλων θεοὺς καὶ ὅλον αὐτοῦ μυκτηρίζων καὶ χλευάζων τὸν βίον, τὸ μὲν τοῦ λόγου φαιδρὸν διὰ τὴν ἔνδον οὐκ ἐδέξατο τοῦ σκότους παχύτητα, τιμωρήσασθαι δὲ αὐτὸν ἢ κακῶς τι διαθέσθαι τῇ φυσικῇ μὴ δυνάμενος στοργῇ, τὸ δὲ μεταπείσειν αὐτὸν ἀπειλαῖς πάντη ἀπογνούς, φοβηθεὶς μή, πλείονας κινήσας πρὸς αὐτὸν λόγους, ἐκείνου παρρησιαζομένου καὶ τὰ τῶν θεῶν διακωμῳδοῦντος καὶ χλευάζοντος, εἰς πλείονα θυμὸν ἐξαφθείς, τῶν ἐναντίων εἰς αὐτόν τι διαπράξοιτο, μετ᾽ ὀργῆς ἀναστάς, ὑπεχώρησεν, Εἴθε μηδόλως ἐγεννήθης, εἰπών, μήτ᾽ εἰς φῶς προῆλθες, τοιοῦτος μέλλων ἔσεσθαι, βλάσφημος εἰς τοὺς θεοὺς καὶ τῆς πατρικῆς ἀποστάτης φιλίας τε καὶ νουθεσίας. ἀλλ᾽ οὐκ εἰς τέλος τῶν ἀηττήτων καταμωκήσῃ θεῶν, οὐδ᾽ ἐπὶ πολὺ χαρήσονται οἱ ὑπεναντίοι, οὐδ᾽ αἱ τούτων ἰσχύσουσι γοητεῖαι. εἰ μὴ γὰρ εὐήκοος γενήσῃ μοι καὶ τοῖς θεοῖς εὐγνώμων, πολλαῖς πρότερον ἐκδώσας σε καὶ ποικίλαις τιμωρίαις, κακηγκάκως θανατώσω, οὐχ ὡς υἱῷ σοι διατεθείς, ἀλλ᾽ ὡς ἐχθρῷ τινι καὶ ἀποστάτῃ.

XXV Ταῦτα τοῦ πατρὸς ἀπειλησαμένου καὶ μετ᾽ ὀργῆς ὑποχωρήσαντος, εἰς τὸν ἑαυτοῦ κοιτῶνα ὁ υἱὸς εἰσελθών, καὶ πρὸς τὸν οἰκεῖον ἀγωνοθέτην τοὺς ὀφθαλμοὺς ἀνατείνας, Κύριε, ὁ Θεός μου, ἐκ βάθους ἀνέκραξε τῆς καρδίας, γλυκεῖα ἐλπὶς καὶ ἀψευδὴς ἐπαγγελία, ἡ κραταιὰ καταφυγὴ τῶν σοὶ προσανακειμένων, ἴδε μου τὴν συντριβὴν τῆς καρδίας ἱλέῳ καὶ εὐμενεῖ ὄμματι, καὶ μὴ ἐγκαταλίπῃς με, μηδὲ ἀποστῇς ἀπ᾽ ἐμοῦ· ἀλλά, κατὰ τὴν ἀψευδῆ σου ὑπόσχεσιν, γενοῦ μετ᾽ ἐμοῦ τοῦ ἀναξίου καὶ εὐτελοῦς· σὲ γὰρ γινώσκω καὶ ὁμολογῶ ποιητὴν καὶ προνοητὴν πάσης κτίσεως. αὐτὸς οὖν με ἐνίσχυσον ἐν ταύτῃ τῇ καλῇ ὁμολογίᾳ μέχρι τελευταίας διαμεῖναι ἀναπνοῆς· ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με, καὶ παράστηθι ἐκ πάσης διατηρῶν με σατανικῆς ἐνεργείας ἀλώβητον· ἐπίβλεψον, βασιλεῦ· διαπέφλεκται γὰρ ἰσχυρῶς ἡ ψυχή μου τῷ σῷ πόθῳ, καὶ ἐκκέκαυται ὡς ἐν δίψῃ καύματος ἐν ἀνύδρῳ, σὲ ἐπιποθοῦσα τὴν πηγὴν τῆς ἀθανασίας. μὴ παραδῴης τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι· τῆς ψυχῆς τοῦ πτωχοῦ σου μὴ ἐπιλάθῃ εἰς τέλος· ἀλλὰ παράσχου μοι τῷ ἁμαρτωλῷ παρ᾽ ὅλην μου τὴν ζωὴν ὑπὲρ τοῦ σοῦ ὀνόματος καὶ τῆς σῆς ὁμολογίας πάντα παθεῖν, καὶ ὅλον ἐμαυτόν σοι καταθῦσαι· σοῦ γὰρ ἐνδυναμοῦντος καὶ οἱ ἀσθενεῖς ὑπερισχύσουσιν, ὅτι μόνος εἶ σύμμαχος ἀήττητος καὶ Θεὸς ἐλεήμων, ὃν εὐλογεῖ πᾶσα κτίσις τὸν δεδοξασμένον εἰς τοὺς αἰῶνας. ἀμήν.

Οὕτως εὐξάμενος θείας ᾔσθετο παρακλήσεως τῇ αὐτοῦ ἐπιφοιτησάσης καρδίᾳ, καὶ θάρσους ἐμπλησθεὶς εὐχόμενος ὅλην διετέλεσε τὴν νύκτα. ὁ δὲ βασιλεὺς Ἀραχῇ τῷ φίλῳ κοινολογησάμενος τὰ περὶ τοῦ παιδός, καὶ τὴν ἀπότομον αὐτοῦ παρρησίαν ἀμετάθετόν τε δηλώσας γνώμην, βουλὴν τίθεται φίλιον ὁ Ἀραχὴς ὅτι μάλιστα καὶ θεραπευτικὴν πρὸς αὐτὸν ποιήσασθαι τὴν ὁμιλίαν, ταῖς κολακείαις ἐλπίζων ἴσως ἐφελκύσασθαι. ἔρχεται τοιγαροῦν τῇ ἐπαύριον πρὸς τὸν υἱόν· καὶ καθίσας ἐγγύτερον τοῦτον προσεκαλέσατο. εἶτα περιπλακεὶς κατεφίλει, πράως ὑπερχόμενος καὶ ἠπίως, Ὦ τέκνον ποθεινότατον, εἰρηκώς, καὶ φιλούμενον, τίμησον τὴν τοῦ σοῦ πατρὸς πολιάν, καί, τῆς ἐμῆς ἀκούσας δεήσεως, προσελθὼν θυσίαν τοῖς θεοῖς προσάγαγε. οὕτω γὰρ ἐκείνους τε εὐμενεῖς ἕξεις, καὶ μακρότητα ἡμερῶν, δόξης τε πάσης καὶ βασιλείας ἀνεπηρεάστου καὶ παντοίων ἀγαθῶν μετουσίαν παρ᾽ αὐτῶν ἀπολήψῃ, ἐμοί τε τῷ πατρὶ ἔσῃ κεχαρισμένος διὰ βίου παντός, καὶ πᾶσιν ἀνθρώποις τίμιός τε καὶ ἐπαινετός. μέγα γὰρ εἰς ἐπαίνου λόγον τῷ πατρὶ ὑπακούειν, καὶ μάλιστα ἐπ᾽ ἀγαθῷ καὶ τῇ εἰς θεοὺς εὐνοίᾳ. τί δέ, τέκνον, ὑπέλαβες; πότερον ὡς ἑκὼν τῆς ἀγαθῆς ἐκκλίνας ὁδοῦ τὴν ἐναντίαν ἰέναι προέκρινα, ἢ ἀγνοίᾳ καὶ ἀπειρίᾳ τοῦ ἀγαθοῦ τοῖς ὀλεθρίοις ἐμαυτὸν ἐξέδωκα;

ἀλλ᾽, εἰ μὲν ἑκόντα με νομίζεις τοῦ συμφέροντος προτιμᾶν τὰ κακὰ καὶ τῆς ζωῆς προκρίνειν τὸν θάνατον, πάνυ μοι δοκεῖς, τέκνον, τῆς ὀρθῆς ἀποσφαλῆναι κρίσεως. ἦ οὐχ ὁρᾷς ὅσῃ κακουχίᾳ καὶ ταλαιπωρίᾳ πολλάκις ἐμαυτὸν ἐκδίδωμι ἐν ταῖς κατὰ τῶν ἐχθρῶν ἐκστρατείαις, ἢ ἄλλαις τισὶ τοῦ κοινοῦ προστασίαις ἀσχολούμενος, ὡς καὶ πείνης τε καὶ δίψης, πεζοπορίας τε καὶ χαμαικοιτίας, οὕτω δεῆσαν, μὴ φείσασθαι; πλούτου δὲ καὶ χρημάτων τοσαύτη μοι πρόσεστιν ὑπεροψία τε καὶ καταφρόνησις, ὡς ἀφθόνως ἔσθ᾽ ὅτε τὰ ταμιεῖα πάντα τοῦ ἐμοῦ παλατίου κατακενῶσαι εἰς τὸ ἀνοικοδομῆσαι τοὺς τῶν θεῶν μεγίστους ναοὺς καὶ παντοίῳ τούτους καταλαμπρῦναι κόσμῳ ἢ τοῖς στρατοπέδοις ἀφθόνως διανεῖμαι τοὺς θησαυροὺς τῶν χρημάτων. τοιαύτης οὖν μετέχων τῶν ἀπολαυστικῶν ὑπεροψίας καὶ τῆς ἐν τοῖς δεινοῖς καρτερίας, εἰ τὴν τῶν Γαλιλαίων ἐγίνωσκον θρησκείαν κρείττονα τῆς ἐν χερσὶν ὑπάρχειν, πόσης ἂν οὐκ ἔκρινα τὸ πρᾶγμα σπουδῆς ἄξιον, πάντων μὲν ὑπεριδεῖν καὶ τὴν ἐμαυτοῦ περιποιήσασθαι σωτηρίαν; εἰ δὲ ἄγνοιάν μοι καὶ ἀπειρίαν τοῦ καλοῦ καταγινώσκεις, σύνες ὅσας πολλάκις νύκτας ἀΰπνους διετέλεσα, ζητήματός τινος προτεθέντος, ἔσθ᾽ ὅτε καὶ οὐ πολὺ ἀναγκαίου, μὴ παρέχων ὅλως ἐμαυτῷ ἀνάπαυσιν, πρὶν ἢ τοῦ ζητουμένου σαφῆ καὶ εὐπρεπεστάτην εὕροιμι τὴν λύσιν.

Εἰ οὖν τῶν προσκαίρων τούτων πραγμάτων οὐδὲ τὸ σμικρότατον ἔχω εὐκαταφρόνητον, ἄχρις οὗ πάντα συμφερόντως καὶ ἐπὶ λυσιτελείᾳ τῶν ἁπάντων ἐπιτελεσθείη, καὶ οὐδενὶ ἑτέρῳ ἀκριβέστερον ἡ τῶν ἀπορρήτων διάγνωσις ἐν πάσῃ, ὡς οἶμαι, τῇ ὑφηλίῳ διερευνᾶσθαι ὡς ἐμοὶ παρὰ πάντων μεμαρτύρηται, πῶς τὰ θεῖα, καὶ ἃ σέβεσθαι καὶ θεολογεῖν θέμις, εὐκαταφρόνητα ἂν ἐλογισάμην, καὶ μὴ πάσῃ σπουδῇ, πάσῃ δυνάμει, ὅλῃ τῇ ψυχῇ καὶ ὅλῳ τῷ νοΐ, εἰς τὴν τούτων ἀπησχόλησα ἐμαυτὸν ζήτησιν, τοῦ εὑρεῖν τἀληθῆ καὶ πρεπωδέστατα; καί γε ἐζήτησα ἐμπόνως, πολλὰς μὲν νύκτας ἴσα ταῖς ἡμέραις ἐν τούτοις ἀναλώσας, πολλοὺς δὲ σοφοὺς καὶ ἐπιστήμονας εἰς τήνδε τὴν βουλὴν συγκαλέσας, πολλοῖς δὲ καὶ τῶν λεγομένων Χριστιανῶν ὁμιλήσας.

καὶ τῇ ἀόκνῳ συζητήσει καὶ διαπύρῳ ἐρεύνῃ εὑρέθη μοι ἡ τῆς ἀληθείας ὁδός, παρὰ σοφῶν τῇ τε λογιότητι καὶ συνέσει τετιμημένων μαρτυρηθεῖσα ὡς οὐκ ἔστιν ἄλλη πίστις εἰ μὴ ἣν σήμερον πορευόμεθα, τοῖς μεγίστοις θεοῖς λατρεύοντες καὶ τῆς γλυκείας βιοτῆς καὶ ἐνηδόνου ἀντεχόμενοι, τῆς πᾶσιν ἀνθρώποις παρ᾽ αὐτῶν δεδωρημένης, ἥτις τερπνότητος ὅτι πλείστης καὶ θυμηδίας πεπλήρωται, ἣν οἱ τῶν Γαλιλαίων ἔξαρχοι καὶ μυσταγωγοὶ ἀφρόνως ἀπώσαντο, ὡς καὶ τὸ γλυκὺ τοῦτο φῶς καὶ τὰ τερπνὰ πάντα, ἅπερ εἰς ἀπόλαυσιν ἐχαρίσαντο ἡμῖν οἱ θεοί, ἐλπίδι τινὸς ἑτέρας ἀδήλου ζωῆς ἑτοίμως προΐεσθαι, μὴ εἰδότες τί λέγουσιν ἢ περὶ τίνων διαβεβαιοῦνται.

Σὺ δέ, φίλτατε υἱέ, τῷ σῷ πείσθητι πατρὶ δι᾽ ἀκριβοῦς καὶ ἀληθεστάτης ἐρεύνης τὸ ὄντως καλὸν εὑρηκότι. ἰδοὺ γὰρ ἀποδέδεικται ὡς οὔτε ἑκών, οὔτε μὴν ἀγνοίας τρόπῳ, διήμαρτον τοῦ ἀγαθοῦ, ἀλλ᾽ εὗρον καὶ προσελαβόμην· ἐπιποθῶ δὲ καὶ σὲ μὴ ἀνοήτως πλανᾶσθαι, ἀλλ᾽ ἐμοὶ ἀκολουθῆσαι. αἰδέσθητι οὖν τὸν πατέρα σου. ἢ οὐκ οἶδας ὁποῖόν ἐστι καλὸν τῷ πατρὶ πείθεσθαι καὶ αὐτῷ ἐν πᾶσι χαρίζεσθαι; ὡς ἔμπαλιν ὀλέθριον καὶ ἐπάρατον τὸ πατέρα παραπικραίνειν καὶ τὰς αὐτοῦ παρ᾽ οὐδὲν τιθέναι ἐντολάς; ὅσοι γὰρ τοῦτο ἐποίησαν, κακοὶ κακῶς ἀπώλοντο· οἷς σύ, τέκνον, μὴ συναριθμηθείης· ἀλλά, τὰ τῷ τεκόντι κεχαρισμένα ποιῶν, πάντων ἐπιτύχοις τῶν ἀγαθῶν, καὶ κληρονόμος γένοιο τῆς εὐλογίας τῆς ἐμῆς καὶ βασιλείας.

Ὁ δὲ μεγαλόφρων καὶ εὐγενὴς ὡς ἀληθῶς νεανίας τῆς τοῦ πατρὸς περιττολογίας καὶ ἀνοήτου ἀντιβολῆς ἀκούσας, καὶ γνοὺς τὰς τοῦ σκολιοῦ δράκοντος μηχανάς, ὡς ἐκ τῶν δεξιῶν αὐτοῦ τοῖς ποσὶν ἡτοίμασε παγίδα, κατακάμψαι τὴν θεοειδῆ ψυχὴν τεχναζόμενος καὶ πρὸς τὸ προκείμενον ἐμποδίσαι βραβεῖον, τὸ δεσποτικὸν πρὸ ὀφθαλμῶν ἔθετο πρόσταγμα, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, εἰπόντος, ἀλλὰ μάχην καὶ μάχαιραν· ἦλθον γὰρ διχάσαι υἱὸν κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ τὰ ἑξῆς. καί, ὅτι Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος, καί, Ὅστις με ἀρνήσεται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. ταῦτα λογισάμενος, καὶ τῷ θείῳ φόβῳ τὴν ψυχὴν πεδήσας, τῷ πόθῳ τε καὶ ἔρωτι ἐνισχύσας, τὸ Σολομόντειον ἐκεῖνο ῥῆμα πάνυ κατὰ καιρὸν ἐξελάβετο, Καιρός, φάσκον, τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι, καιρὸς πολέμου καὶ καιρὸς εἰρήνης. καὶ πρῶτα μέν, κατὰ νοῦν εὐξάμενος, Ἐλέησόν με, Κύριε, εἶπεν, ὁ Θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ ἕως οὗ παρέλθῃ ἡ ἀνομία. κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με, καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ.

Εἶτά φησι πρὸς τὸν βασιλέα· Τὸ μὲν θεραπεύειν πατέρα καὶ τοῖς αὐτοῦ ὑπείκειν προστάγμασιν, εὐνοίᾳ τε καὶ φιλίᾳ καθυπηρετεῖν, ὁ κοινὸς ἡμᾶς διδάσκει Δεσπότης, φυσικὴν ἡμῖν τὴν τοιαύτην ἐγκατασπείρας στοργήν. ὅταν δὲ ἡ τῶν γονέων σχέσις καὶ φιλία πρὸς αὐτὸν φέρῃ τὸν κίνδυνον τὴν ψυχὴν καὶ τοῦ Δημιουργοῦ πόρρω ποιῇ, ἐκκόπτειν ταύτην παντάπασι προστετάγμεθα, καὶ μηδόλως εἴκειν τοῖς χωρίζουσιν ἡμᾶς τοῦ Θεοῦ, ἀλλὰ μισεῖν τούτους καὶ ἀποστρέφεσθαι, κἂν πατὴρ ὁ τὰ ἀπευκταῖα ἐπιτάττων εἴη, κἂν μήτηρ, κἂν βασιλεύς, κἂν τῆς ζωῆς αὐτῆς κύριος. διὰ ταῦτα τῆς πατρικῆς μὲν σχέσεως ἕνεκα τὸν Θεὸν ζημιωθῆναι τῶν ἀδυνάτων μοί ἐστι. διὸ μήτε σεαυτῷ κόπους πάρεχε, μήτε ἐμοί· ἀλλ᾽ ἢ πείσθητι καὶ τῷ ζῶντι ἄμφω καὶ ἀληθινῷ λατρεύσωμεν Θεῷ· ἃ γὰρ νῦν σέβῃ εἴδωλα εἰσί, χειρῶν ἀνθρωπίνων ἔργα, πνοῆς ἔρημα καὶ κωφά, μηδὲν ὅλως ἢ μόνην ἀπώλειαν καὶ τιμωρίαν αἰώνιον τοῖς αὐτὰ σεβομένοις προξενοῦντα.

Εἰ δὲ μὴ τοῦτο βούλοιο, ποίει εἰς ἐμὲ ὅπερ σοι δοκεῖ· δοῦλος γάρ εἰμι τοῦ Χριστοῦ, καὶ οὔτε θωπείαις, οὔτε κολάσεσι τῆς αὐτοῦ ἀποστήσομαι ἀγάπης, καθὰ δὴ καὶ τῇ προτεραίᾳ εἶπόν σοι, μέσον ἐμβαλὼν τὸ τοῦ Δεσπότου μου ὄνομα καὶ ἀσφαλέστατα τὸν λόγον ἐμπεδωσάμενος. ὅτι δὲ μήτε ἑκὼν ἔφησας κακουργεῖν, μήτε μὴν ἀγνοίᾳ διαμαρτάνειν τοῦ ἀγαθοῦ, ἀλλὰ πολλῇ καὶ ἐμπόνῳ συζητήσει τοῦτο ἔγνως ὄντως εἶναι καλόν, τὸ εἰδώλοις λατρεύειν καὶ ταῖς ἡδοναῖς τῶν παθῶν προσηλοῦσθαι, κακουργεῖν μέν σε ἐθελοντὶ οὐκ ἔχω λέγειν. ὅτι δὲ πολλή σοι περικέχυται ἀγνωσίας ἀχλὺς καὶ ὡς ἐν σκότει ψηλαφητῷ πορευόμενος οὐδόλως ὁρᾷς φωτὸς κἂν μικράν τινα μαρμαρυγήν, ὅθεν τὴν εὐθεῖαν ἀπολέσας κρημνοῖς καὶ φάραγξι δεινοῖς περιπεπλάνησαι, τοῦτο κἀγὼ βεβαίως ἐπίσταμαι καὶ σέ, πάτερ, γινώσκειν βούλομαι. διὸ σκότος ἀντὶ φωτὸς κατέχων καὶ θανάτου ὥσπερ ζωῆς ἀντεχόμενος, οἴει συμφερόντως βεβουλεῦσθαι καὶ λυσιτελῶς ἐντεθυμῆσθαι· ἀλλ᾽ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. οὔτε γὰρ ἅπερ σέβῃ θεοί εἰσιν, ἀλλὰ στῆλαι δαιμόνων, πᾶσαν αὐτῶν τὴν μυσαρὰν ἐνέργειαν ἔνδον ἔχουσαι· οὔτε ἥνπερ γλυκεῖαν ἀποκαλεῖς καὶ ἐνήδονον βιοτήν, τερπνότητός τε καὶ θυμηδίας δοκεῖς πεπληρῶσθαι, τῆς τοιαύτης ἔχει φύσεως, ἀλλὰ βδελυκτή ἐστιν αὕτη, κατά γε τὸν τῆς ἀληθείας λόγον, καὶ ἀποτρόπαιος.

πρὸς καιρὸν γὰρ γλυκαίνει καὶ λεαίνει τὸν φάρυγγα, ὕστερον δὲ πικροτέρας χολῆς ποιεῖται τὰς ἀναδόσεις, ὡς ὁ ἐμὸς ἔφη διδάσκαλος, καὶ ἠκονημένη μᾶλλον μαχαίρας διστόμου.

Καὶ πῶς ἄν σοι τὰ ταύτης κακὰ διηγησαίμην; ἐξαριθμήσομαι αὐτά, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. ἄγκιστρον γάρ ἐστι τοῦ διαβόλου, ὡς δέλεαρ τὴν βδελυρὰν περικειμένη ἡδονήν, δι᾽ οὗ τοὺς ἀπατωμένους, εἰς τὸν τοῦ ᾅδου καθέλκει πυθμένα. τὰ δὲ παρὰ τοῦ ἐμοῦ Δεσπότου ἐπηγγελμένα ἀγαθά, ἅπερ σὺ ἀδήλου ζωῆς ἐλπίδα ὠνόμασας, ἀψευδῆ εἰσι καὶ ἀναλλοίωτα, τέλος οὐκ οἶδε, φθορᾷ οὐχ ὑπόκειται· λόγος οὐκ ἔστιν ὁ παραστῆσαι τὸ μέγεθος τῆς δόξης ἐκείνης καὶ τερπνότητος ἰσχύων, τῆς χαρᾶς τῆς ἀνεκλαλήτου, τῆς διηνεκοῦς εὐφροσύνης. πάντες μὲν γάρ, καθάπερ αὐτὸς ὁρᾷς, ἀποθνήσκομεν, καὶ οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον· μέλλομεν δὲ πάντες ἀνίστασθαι, ἡνίκα ἐλεύσεται Κύριος Ἰησοῦς Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν δόξῃ ἀνεκλαλήτῳ καὶ δυνάμει φοβερᾷ, ὁ μόνος Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ᾧ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ τοσαύτην ἐμποιήσει τότε τὴν ἔκστασιν, ὡς καὶ αὐτὰς ἐκπλαγῆναι τὰς οὐρανίους δυνάμεις· καὶ παραστήσονται αὐτῷ τρόμῳ χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ πάντα ἔσται φόβου καὶ τρόμου μεστά.

σαλπιεῖ γὰρ εἷς τῶν ἀρχαγγέλων ἐν σάλπιγγι Θεοῦ, καὶ εὐθὺς ὁ οὐρανὸς μὲν εἱλιγήσεται ὡς βιβλίον, ἡ γῆ δὲ ἀναρρηγνυμένη ἀναπέμψει τὰ τεθνεῶτα σώματα τῶν πώποτε γενομένων ἀνθρώπων, ἐξ οὗ γέγονεν ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης. καὶ τότε πάντες οἱ ἀπ᾽ αἰῶνος θανόντες ἐν ῥιπῇ ὀφθαλμοῦ ζῶντες παραστήσονται τῷ βήματι τοῦ ἀθανάτου Δεσπότου, καὶ ἕκαστος λόγον δώσει ὑπὲρ ὧν ἔπραξε. τότε οἱ δίκαιοι λάμψουσιν ὡς ἥλιος, οἱ πιστεύσαντες εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, καὶ ἐν ἔργοις ἀγαθοῖς τελέσαντες τὸν παρόντα βίον. πῶς δέ σοι διηγήσομαι τὴν μέλλουσαν αὐτοὺς τότε διαδέχεσθαι δόξαν; κἂν γὰρ τῷ ἡλιακῷ παραβάλλω φωτὶ τὴν λαμπρότητα αὐτῶν καὶ τὸ κάλλος, κἂν ἀστραπῇ τῇ φανοτάτῃ, οὐδὲν τῆς λαμπρότητος ἐκείνης ἄξιον ἐρῶ. ὀφθαλμὸς γὰρ οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν τῷ φωτὶ τῷ ἀπροσίτῳ, ἐν τῇ δόξῃ τῇ ἀπορρήτῳ καὶ ἀτελευτήτῳ.

Καὶ οἱ μὲν δίκαιοι τοιούτων τεύξονται τῶν ἀγαθῶν τοιαύτης δὲ τῆς μακαριότητος· οἱ δὲ τὸν ὄντως ὄντα Θεὸν ἀρνησάμενοι, καὶ τὸν πλάστην καὶ δημιουργὸν ἀγνοήσαντες, δαίμοσι δὲ μιαροῖς λατρεύσαντες, καὶ εἰδώλοις κωφοῖς τὸ σέβας ἀπονείμαντες, τὰς ἡδονάς τε τοῦ ματαίου βίου τούτου ποθήσαντες, καὶ δίκην χοίρων τῷ βορβόρῳ τῶν παθῶν κυλισθέντες, καὶ πάσης κακίας ὁρμητήριον τὰς ἑαυτῶν ψυχὰς ποιησάμενοι, σταθήσονται γυμνοὶ καὶ τετραχηλισμένοι, κατῃσχυμμένοι καὶ κατηφεῖς, ἐλεεινοὶ καὶ τῷ σχήματι καὶ τῷ πράγματι, ὄνειδος προκείμενοι πάσῃ τῇ κτίσει. πάντα δὲ αὐτῶν τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν διανοίᾳ, πρὸ προσώπου αὐτῶν ἐλεύσονται. εἶτα, μετὰ τὴν αἰσχύνην ἐκείνην τὴν χαλεπωτάτην καὶ τὸ ὄνειδος ἐκεῖνο τὸ ἀφόρητον, καταδικασθήσονται εἰς τὸ πῦρ τῆς γεέννης τὸ ἄσβεστον καὶ ἀφεγγές, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸν βρυγμὸν τῶν ὀδόντων καὶ σκώληκα τὸν ἰοβόλον. αὕτη ἡ μερὶς αὐτῶν, οὗτος ὁ κλῆρος, οἷς εἰς αἰῶνας συνέσονται τοὺς ἀτελευτήτους τιμωρούμενοι, ἀνθ᾽ ὧν, τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ παρωσάμενοι, διὰ πρόσκαιρον ἁμαρτίας ἡδονὴν κόλασιν αἰώνιον ἐξελέξαντο.

ὑπὲρ δὴ τούτων, ὥστε τῆς ἀρρήτου μὲν χαρᾶς ἐκείνης ἐπιτυχεῖν καὶ τῆς ἀπορρήτου δόξης ἀπολαύειν, τοῖς ἀγγέλοις δὲ ἀντιλάμπειν, καὶ τῷ ἀγαθῷ καὶ γλυκυτάτῳ Δεσπότῃ μετὰ παρρησίας παρίστασθαι, τὰς πικροτάτας δὲ τιμωρίας καὶ ἀτελευτήτους καὶ τὴν ὀδυνηρὰν ἐκείνην ἐκφυγεῖν αἰσχύνην, πόσα οὐκ ἄξιον προέσθαι καὶ χρήματα καὶ σώματα, μᾶλλον δὲ καὶ αὐτὰς τὰς ψυχάς; τίς οὕτως ἀγεννής, τίς οὕτως ἀσύνετος, ὡς μὴ μυρίους ὑποστῆναι προσκαίρους θανάτους, ἵνα τοῦ αἰωνίου ἀπαλλαγῇ καὶ ἀτελευτήτου θανάτου, τὴν ζωὴν δὲ κληρονομήσῃ τὴν μακαρίαν τε καὶ ἀνώλεθρον, καὶ τῷ φωτὶ περιλαμφθῇ τῆς μακαρίας καὶ ζωαρχικῆς Τριάδος;

XXVI Τούτων ἀκούσας ὁ βασιλεὺς τῶν ῥημάτων, καὶ τὸ στερέμνιον καὶ ἀνένδοτον ἰδὼν τοῦ παιδὸς μήτε κολακείαις εἴκοντος μήτε λόγων πειθοῖ, μὴ τιμωριῶν ἀπειλαῖς, ἐθαύμαζε μὲν ἐπὶ τῇ πιθανότητι τοῦ λόγου καὶ ταῖς ἀναντιρρήτοις ἀποκρίσεσιν, ἠλέγχετο δὲ ὑπὸ τοῦ συνειδότος, ἀληθῆ λέγειν αὐτὸν καὶ δίκαια ὑποδεικνύοντος· ἀλλ᾽ ἀνθείλκετο ὑπὸ τῆς πονηρᾶς συνηθείας καὶ τῶν ἐν ἕξει βεβαιωθέντων ἐν αὐτῷ παθῶν, ὑφ᾽ ὧν ὡς ἐν κημῷ κατείχετο καὶ χαλινῷ, τῷ φωτὶ μὴ συγχωρούμενος προσβλέψαι τῆς ἀληθείας. ὅθεν πάντα λίθον, τὸ τοῦ λόγου, κινῶν, εἴχετο τοῦ πάλαι σκοποῦ, τὴν προμελετηθεῖσαν αὐτῷ μετὰ τοῦ Ἀραχῆ σκῆψιν εἰς ἔργον ἀγαγεῖν βουλόμενος. καί φησι τῷ παιδί; Ἔδει μέν σε, ὦ τέκνον, τοῖς ἐμοῖς ἁπλῶς εἴκειν ἐν πᾶσι προστάγμασιν· ἀλλ᾽ ἐπεί, σκληρὸς ὢν καὶ ἀπειθής, ἰσχυρῶς οὕτως ἀντέστης μοι, τὴν ἰδίαν ἐνιστάμενος γνώμην κυριωτέραν πάντων ποιήσασθαι, δεῦρο δὴ τῇ ματαίᾳ ἐνστάσει χαίρειν ἄμφω εἰπόντες, πειθοῖ πολιτευσώμεθα. καὶ ἐπεὶ ὁ σὲ ἀπατήσας Βαρλαὰμ σιδηροδέσμιος παρ᾽ ἐμοὶ τυγχάνει, ἐκκλησιάσας ἐκκλησίαν μεγάλην, καὶ πάντας ἡμετέρους τε καὶ Γαλιλαίους ἐπὶ τὸ αὐτὸ συγκαλέσας, κήρυκάς τε διαρρήδην βοᾶν θεσπίσας τοῦ μηδένα τῶν Χριστιανῶν δεδοικέναι, ἀλλ᾽ ἀφόβως πάντας συνεισελθεῖν, κοινῇ διασκεψώμεθα γνώμῃ.

καὶ ἤ, πείσαντες, ὑμεῖς μετὰ τοῦ ὑμετέρου Βαρλαὰμ τεύξεσθε ὧν ἐσπουδάκατε· ἤ, πεισθέντες, σὺν ἑκουσίᾳ τῇ γνώμῃ τοῖς προστάγμασί μου ὑπείκειν προθυμηθείητε.

Ὁ δὲ φρόνιμος τῷ ὄντι καὶ ἐχέφρων νεανίας, διὰ τοῦ θεόθεν αὐτῷ ἐμφανισθέντος ὁράματος τὴν τοῦ βασιλέως προδεδιδαγμένος σκαιωρίαν, ἔφη· Τὸ θέλημα τοῦ Κυρίου γενέσθω, καὶ ἔστω καθὼς ἐκέλευσας· αὐτὸς γὰρ ὁ ἀγαθὸς Θεὸς καὶ Δεσπότης δῴη τῆς εὐθείας μὴ πλανηθῆναι ἡμᾶς· ἐπ᾽ αὐτῷ γὰρ πέποιθεν ἡ ψυχή μου, καὶ αὐτὸς ἐλεήσει με. τότε δὴ τότε κελεύει ὁ βασιλεὺς πάντας ἀθροίζεσθαι εἰδωλολάτρας τε καὶ Χριστιανούς, γραμμάτων μὲν πανταχοῦ διαπεφοιτηκότων, κηρύκων τε ἀνὰ πάσας τὰς κωμοπόλεις βοώντων τοῦ μηδένα τῶν Χριστιανῶν δεδοικέναι ὥστε ἀδόκητόν τι ὑποστῆναι, ἀλλ᾽ ἀδεῶς πάντας καθ᾽ ἑταιρείαν καὶ συγγένειαν ἐπὶ τὸ αὐτὸ συνελθεῖν ἐπὶ φιλαλήθει καὶ οὐ βεβιασμένῃ συζητήσει, μετὰ τοῦ ἐξάρχου καὶ καθηγεμόνος αὐτῶν μελλούσῃ γενέσθαι Βαρλαάμ. ὡσαύτως δὲ καὶ τοὺς μύστας καὶ νεωκόρους τῶν εἰδώλων καὶ σοφοὺς τῶν Χαλδαίων καὶ Ἰνδῶν, τοὺς κατὰ πᾶσαν τὴν ὑπ᾽ αὐτὸν ἀρχὴν ὄντας, συνεκαλέσατο, καί τινας οἰωνοσκόπους καὶ γόητας καὶ μάντεις, ὅπως ἂν Χριστιανῶν περιγένοιντο.

Καὶ δὴ συνῆλθον πρὸς τὸν βασιλέα πλῆθος πολὺ τῆς μυσαρᾶς αὐτοῦ θρησκείας· Χριστιανῶν δὲ εἷς εὑρέθη μόνος εἰς βοήθειαν ἐλθὼν τοῦ νομιζομένου Βαρλαάμ, ὀνόματι Βαραχίας. οἱ μὲν γὰρ τῶν πιστῶν θανόντες ἦσαν ὑπὸ τῆς τῶν κατὰ πόλιν ἀρχόντων μανίας κατασφαγέντες· οἱ δὲ ἐν ὄρεσιν ἀπεκρύπτοντο καὶ σπηλαίοις τῷ φόβῳ τῶν ἐπικειμένων δεινῶν. ἄλλοι δὲ ἐδεδοίκεισαν τὴν ἀπειλὴν τοῦ βασιλέως, καὶ οὐκ ἐτόλμων ἑαυτοὺς εἰς φῶς ἀγαγεῖν· ἀλλὰ νυκτερινοὶ ἦσαν θεοσεβεῖς, ἐν τῷ λεληθότι τῷ Χριστῷ λατρεύοντες καὶ μηδαμῶς παρρησιαζόμενοι. ἐκεῖνος δὲ μόνος, γενναῖος ὢν τὴν ψυχήν, εἰς συναγωνισμὸν ἦλθε τῆς ἀληθείας.

Προκαθίσας τοίνυν ὁ βασιλεὺς ἐπὶ βήματος ὑψηλοῦ τε καὶ μετεώρου, συνεδριάζειν αὐτῷ τὸν υἱὸν ἐκέλευσεν. ὁ δέ, τῇ πρὸς τὸν πατέρα εὐλαβείᾳ καὶ τιμῇ τοῦτο μὴ θελήσας ποιῆσαι, ἐπὶ τῆς γῆς πλησίον αὐτοῦ ἐκάθισε. παρέστησαν τοίνυν οἱ ἐπιστήμονες τῆς μωρανθείσης παρὰ τοῦ Θεοῦ σοφίας, ὧν ἐπλανήθη ἡ ἀσύνετος καρδία, καθώς φησιν ὁ Ἀπόστολος· Δοκοῦντες γὰρ εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι θνητῶν ἀνθρώπων καὶ τετραπόδων καὶ ἑρπετῶν. οὗτοι συνῆλθον συνᾶραι λόγον πρὸς τὸν τοῦ βασιλέως υἱὸν καὶ τοὺς περὶ αὐτόν, καὶ ἐπληροῦτο ἐπ᾽ αὐτοῖς τὸ τῆς παροιμίας, ὅτι πρὸς λέοντα δορκὰς μάχης ἥπτετο. ὁ μὲν γὰρ τὸν Ὕψιστον ἔθετο καταφυγὴν αὐτοῦ, καὶ ἐν τῇ σκιᾷ ἤλπισε τῶν αὐτοῦ πτερύγων· οἱ δὲ τοῖς ἄρχουσιν ἐπεποίθεσαν τοῦ αἰῶνος τούτου τοῖς καταργουμένοις, καὶ τῷ κοσμοκράτορι τοῦ σκότους, ᾧ καθυπέταξαν ἑαυτοὺς ἐλεεινῶς καὶ ἀθλίως.

Ἄγεται τοίνυν ὁ Ναχὼρ τὸν Βαρλαὰμ ὑποκρινόμενος· καὶ οἱ μὲν περὶ τὸν βασιλέα τοῦ τοιούτου εἴχοντο σκοποῦ· ἑτέρα δὲ πάλιν ἡ σοφὴ πρόνοια ἄνωθεν ᾠκονόμει. παρισταμένων γὰρ τούτων ἁπάντων φησὶν ὁ βασιλεὺς τοῖς ῥήτορσιν αὐτοῦ καὶ φιλοσόφοις, μᾶλλον δὲ τοῖς λεωπλάνοις καὶ ἀσυνέτοις τὴν καρδίαν· Ἰδοὺ δὴ ἀγὼν ὑμῖν πρόκειται καὶ ἀγώνων ὁ μέγιστος. δυοῖν γὰρ θάτερον γενήσεται ὑμῖν· ἢ τὰ ἡμέτερα κρατύναντας, καὶ πλανᾶσθαι τὸν Βαρλαὰμ καὶ τοὺς σὺν αὐτῷ ἐλέγξαντας, δόξης μεγίστης καὶ τιμῆς παρ᾽ ἡμῶν τε καὶ πάσης τυχεῖν τῆς συγκλήτου καὶ στεφάνοις νίκης καταστεφθῆναι· ἢ ἡττηθέντας σὺν πάσῃ αἰσχύνῃ κακιγκάκως θανατωθῆναι, πάντα δὲ τὰ ὑμέτερα τῷ δήμῳ δοθῆναι, ὡς ἂν παντάπασιν ἐξαρθῇ τὸ μνημόσυνον ὑμῶν ἀπὸ τῆς γῆς. τὰ μὲν γὰρ σώματα ὑμῶν θηρίοις δώσω παρανάλωμα, τὰ δὲ τέκνα ὑμῶν διηνεκεῖ καταδουλώσω δουλείᾳ.

Τούτων οὕτως εἰρημένων τῷ βασιλεῖ, ὁ υἱὸς αὐτοῦ ἔφη· Κρῖμα δίκαιον σήμερον ἔκρινας, ὦ βασιλεῦ· κρατύναι Κύριος ταύτην σου τὴν γνώμην. κἀγὼ δὲ τὰ αὐτά φημι τῷ ἐμῷ διδασκάλῳ. καὶ ἐπιστραφεὶς λέγει τῷ Ναχώρ, ὃς ἐνομίζετο Βαρλαὰμ εἶναι· Οἶδας, ὦ Βαρλαάμ, ἐν τίνι με δόξῃ εὕρηκας καὶ τρυφῇ· καὶ λόγοις πλείστοις ἔπεισάς με τῶν μὲν πατρῴων ἀποστῆναι νόμων τε καὶ ἐθῶν, ἀγνώστῳ δὲ λατρεῦσαι Θεῷ, ἀρρήτων τινῶν καὶ αἰωνίων ἀγαθῶν ἐπαγγελίαις ἑλκύσας μου τὸν νοῦν τοῖς σοῖς ἐξακολουθῆσαι δόγμασι καὶ τὸν ἐμὸν παραπικρᾶναι πατέρα τε καὶ δεσπότην; νῦν οὖν ὡς ἐπὶ τρυτάνης νόμιζε σεαυτὸν ἑστάναι. εἰ μὲν γάρ, νικήσας τὴν προκειμένην πάλην, ἀληθῆ σου τὰ δόγματα δείξεις ἅ μοι ἐδίδαξας, πλανωμένους δὲ ἐλέγξεις τοὺς σήμερον ἡμῖν ἀντιπίπτοντας, σὺ μὲν δοξασθήσῃ ὡς οὐδεὶς τῶν πώποτε γεγονότων καὶ κήρυξ ἀληθείας κληθήσῃ, ἐγὼ δὲ τῇ σῇ ἐμμενῶ διδαχῇ καὶ τῷ Χριστῷ λατρεύσω, καθὰ δὴ καὶ ἐκήρυξας, μέχρι τῆς τελευταίας μου ἀναπνοῆς· εἰ δέ, ἡττηθεὶς εἴτε δόλῳ εἴτε ἀληθείᾳ, αἰσχύνης μοι σήμερον πρόξενος γένῃ, θᾶττον ἐκδικήσω μου τὴν ὕβριν, χερσὶν οἰκείαις τήν τε καρδίαν σου καὶ τὴν γλῶτταν ἐξορύξας, κυσί τε βορὰν ταῦτα σὺν τῷ λοιπῷ σου σώματι παραδούς, ἵνα παιδευθῶσι πάντες διὰ σοῦ μὴ πλανᾶν υἱοὺς βασιλέων.

Τούτων ἀκούσας ὁ Ναχὼρ τῶν ῥημάτων, σκυθρωπὸς ἦν λίαν καὶ κατηφής, ὁρῶν ἑαυτὸν ἐμπίπτοντα τῷ βόθρῳ ᾧ εἰργάσατο καὶ τῇ παγίδι ᾗ ἔκρυψε συλλαμβανόμενον, καὶ τὴν ῥομφαίαν αὐτοῦ εἰς καρδίαν αὐτοῦ κατανοῶν εἰσδυομένην.

Συλλογισάμενος οὖν καθ᾽ ἑαυτόν, τῷ τοῦ βασιλέως υἱῷ μᾶλλον ἔγνω προστεθῆναι καὶ τὰ ἐκείνου κρατῦναι, τοῦ διαφυγεῖν τὸν ἐπηρτημένον αὐτῷ κίνδυνον, ὡς ἐκείνου εὐλόγως δυναμένου τιμωρήσασθαι αὐτόν, εἴπερ παραπικραίνων εὑρεθείη. τὸ δὲ πᾶν τῆς θείας ἦν προνοίας σοφῶς διὰ τῶν ἐναντίων τὰ ἡμέτερα βεβαιούσης. ὡς γὰρ εἰς λόγους ἦλθον ἀλλήλοις οἱ μύσται τῶν εἰδώλων καὶ ὁ Ναχώρ, καθάπερ τις ἄλλος Βαλαὰμ ὃς ἐπὶ τοῦ Βαλάκ ποτε, ἐπαράσασθαι τὸν Ἰσραὴλ προθέμενος, πολυειδέσιν αὐτὸν εὐλόγησεν εὐλογίαις, οὕτως καὶ ὁ Ναχὼρ ἰσχυρῶς τοῖς ἀσόφοις καὶ ἀσυνέτοις σοφοῖς ἀντικαθίστατο.

Καθεζομένου γὰρ τοῦ βασιλέως ἐπὶ τοῦ θρόνου, συνεδριάζοντος καὶ τοῦ υἱοῦ, καθάπερ ἔφημεν, παρεστώτων δὲ τῶν ὥσπερ ῥομφαίαν τὰς γλώσσας ἀκονησάντων ἐπὶ καθαιρέσει τῆς ἀληθείας ἀσόφων ῥητόρων, οἵ, τὸ τοῦ Ἠσαΐου, κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν, συνελθόντων δὲ ἀπείρων λαῶν εἰς θέαν τοῦ ἀγῶνος ὥστε μαθεῖν ὁπότερον μέρος τὴν νίκην ἀποίσεται, λέγει τῷ Ναχὼρ εἷς τῶν ῥητόρων, ὁ τῶν σὺν αὐτῷ πάντων διαφορώτατος· σὺ εἶ ὁ ἀναισχύντως οὕτως καὶ ἰταμῶς εἰς τοὺς θεοὺς ἡμῶν ἐξυβρίζων Βαρλαάμ, καὶ τὸν φίλτατον υἱὸν τοῦ βασιλέως τοιαύτῃ περιβαλὼν τῇ πλάνῃ καὶ τῷ ἐσταυρωμένῳ διδάξας λατρεύειν; καὶ ὁ Ναχώρ· Ἐγώ εἰμι, ἀπεκρίνατο, ἐγώ εἰμι Βαρλαάμ, ὁ τοὺς θεούς σου μὲν ἐξουθενῶν, καθὼς εἴρηκας, τὸν υἱὸν δὲ τοῦ βασιλέως οὐ πλάνῃ περιβαλών, ἀλλὰ πλάνης ἀπαλλάξας καὶ τῷ ἀληθινῷ προσοικειωσάμενος Θεῷ. καὶ ὁ ῥήτωρ· Τῶν μεγάλων, φησί, καὶ θαυμασίων ἀνδρῶν τῶν πᾶσαν σοφίας ἐπιστήμην ἐξευρηκότων θεοὺς ὑψηλοὺς καὶ ἀθανάτους ἐκείνους ὀνομαζόντων, καὶ πάντων τῶν ἐπὶ γῆς βασιλέων καὶ ἐνδόξων αὐτοῖς προσκυνούντων καὶ σεβομένων, πῶς αὐτὸς γλῶσσαν κατ᾽ αὐτῶν κινεῖς, καὶ ὅλως ἀποθρασύνεσθαι τὰ τοιαῦτα τολμᾷς;