Ὁ δὲ Ἰωάσαφ δάκρυσι τιμήσας τελευτήσαντα τὸν πατέρα, καὶ κηδεύσας αὐτοῦ τὸ λείψανον ἐντίμως, κατέθετο ἐν μνήματι ἀνδρῶν εὐσεβῶν, οὐ μέντοι βασιλικῇ περιβαλὼν ἐσθῆτι, ἀλλὰ μετανοίας κοσμήσας ἀμφίοις. στὰς δὲ ἐπὶ τῷ μνήματι, χεῖράς τε εἰς οὐρανὸν διάρας, καὶ δάκρυα ποταμηδὸν τῶν ὀμμάτων καταδύσας, ἐβόησε πρὸς τὸν Θεόν, λέγων· Ὁ Θεός, εὐχαριστῶ σε, Βασιλεῦ τῆς δόξης, μόνε κραταιὲ καὶ ἀθάνατε, ὅτι οὐ παρεῖδες τὴν δέησίν μου καὶ τῶν δακρύων μου οὐ παρεσιώπησας, ἀλλ᾽ εὐδόκησας τὸν δοῦλόν σου τοῦτον καὶ πατέρα μου τῆς ὁδοῦ ἐπιστρέψαι τῶν ἀνομιῶν καὶ πρὸς ἑαυτὸν ἑλκύσαι τὸν σωτῆρα τῶν ἁπάντων, ἀποστήσας μὲν τῆς ἀπάτης τῶν εἰδώλων, καταξιώσας δὲ γνωρίσαι σε τὸν ἀληθινὸν Θεὸν καὶ φιλάνθρωπον. καὶ νῦν, ὦ Κύριέ μου καὶ Θεέ, ὁ ἀνεξιχνίαστον ἔχων τὸ τῆς ἀγαθότητος πέλαγος, τάξον αὐτὸν ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναπαύσεως, ὅπου τὸ φῶς λάμπει τοῦ προσώπου σου· καὶ μὴ μνησθῇς ἀνομιῶν αὐτοῦ ἀρχαίων, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐξάλειψον τὸ χειρόγραφον τῶν αὐτοῦ πταισμάτων, καὶ τὰ γραμματεῖα διάρρηξον τῶν αὐτοῦ ὀφλημάτων, καὶ τοὺς ἁγίους σου κατάλλαξον αὐτῷ οὓς πυρί τε καὶ ξίφει ἀνεῖλεν· ἐπίταξον αὐτοὺς μὴ κατ᾽ αὐτοῦ ὀργίζεσθαι. πάντα γὰρ δυνατά σοι τῷ πάντων Δεσπότῃ, ἀλλ᾽ ἢ μόνον τὸ μὴ ἐλεεῖν τοὺς μὴ ἐπιστρέφοντας πρὸς σέ· τοῦτο ἀδύνατον.