ὅμως ᾐδεῖτο ἐρωτῆσαι αὐτόν· τοῦτο μὲν ἀπίθανον εἶναι λέγων, μὴ τὰ συμφέροντα αὐτῷ τὸν πατέρα διανοεῖσθαι, τοῦτο δὲ σκοπῶν, ὡς, εἰ κατὰ γνώμην τοῦ πατρός ἐστι τὸ πρᾶγμα, κἂν ἐρωτήσῃ, οὐκ ἂν αὐτῷ τὰ τῆς ἀληθείας γνωριεῖ. ὅθεν παρ᾽ ἄλλων, καὶ μὴ παρὰ τοῦ πατρός, ταῦτα μαθεῖν διέγνω. ἕνα δὲ τῶν παιδαγωγῶν προσφιλέστατον καὶ οἰκειότατον τῶν λοιπῶν κεκτημένος, ἐπὶ πλεῖον οἰκειωσάμενος καὶ δωρεαῖς φιλοτίμοις δεξιωσάμενος, ἐπυνθάνετο παρ᾽ αὐτοῦ τί ἂν βούλοιτο τῷ βασιλεῖ ἡ ἐν τῷ περιτειχίσματι ἐκείνῳ τούτου κάθειρξις, καὶ ὡς Εἰ τοῦτο, φησί, σαφῶς διδάξεις με, πρόκριτος πάντων ἔσῃ μοι, καὶ διαθήκην φιλίας διηνεκοῦς διαθήσομαί σοι. ὁ δὲ παιδαγωγός, ἐχέφρων καὶ αὐτὸς ὑπάρχων, καὶ εἰδὼς τὴν τοῦ παιδὸς συνετὴν καὶ τελείαν φρόνησιν, καὶ ὡς οὐκ ἂν αὐτῷ γένοιτο κινδύνου πρόξενος, πάντα αὐτῷ κατὰ μέρος διηγήσατο, τὸν κατὰ τῶν Χριστιανῶν τεθέντα παρὰ τοῦ βασιλέως διωγμὸν καὶ ἐξαιρέτως κατὰ τῶν ἀσκητῶν, ὅπως τε ἀπηλάθησαν καὶ ἐξεβλήθησαν τῆς περιχώρου ἐκείνης, οἷά τε γεννηθέντος αὐτοῦ οἱ ἀστρολόγοι προηγόρευσαν. Ἵν᾽ οὖν, φησί, μή, ἀκούσας τῆς ἐκείνων διδαχῆς, ταύτην προκρίνῃς τῆς ἡμετέρας θρησκείας, μὴ προσομιλεῖν σοι πολλούς, ἀλλ᾽ εὐαριθμήτους, ὁ βασιλεὺς ἐπετηδεύσατο, ἐντολὰς ἡμῖν δοὺς μηδέν σοι τῶν τοῦ βίου ἀνιαρῶν γνωρίσαι.